TLG 0577 003 :: NICOLAUS :: Fragmenta NICOLAUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 348–464.
Citation: Fragment — (line) | ||
t1-6 | ΠΕΡΙ ΤΟΥ ΙΔΙΟΥ ΒΙΟΥ. ΠΕΡΙ ΤΗΣ ΕΑΥΤΟΥ ΑΓΩΓΗΣ. | |
1 | Suidas v.: Ἀντίπατρος: Ἀντίπατρος ἦν Νικο‐ λάου τοῦ Δαμασκηνοῦ πατὴρ τοῦ ἱστορικοῦ, ὃς ἔσχε Στρατονίκην γυναῖκα, τὴν μητέρα Νικολάου, οἳ δια‐ φανεῖς ἦσαν ἐν Δαμασκῷ κατά τε σωφροσύνην καὶ | |
5 | ἄλλην λαμπρότητα· πλούτῳ τε γὰρ πολλῷ διαφέροντες, ἥκιστα ἐπ’ αὐτῷ ἐμεγαλύνοντο, εὐδοξίας τε οὐ τὰ δεύ‐ τερα φερόμενοι, βραχὺ τοῦτο ἐλογίζοντο. Ὁ δὲ δὴ Ἀντίπατρος καὶ λόγου δεινότητι προὔχων ἔβλαψε μὲν οὐδοντινοῦν, ὤνησε δὲ μυρία τούτῳ, οὐ τὸ κοινὸν (1) μό‐ | |
---|---|---|
10 | νον, ἀλλὰ καὶ τῶν ἀστῶν συχνούς· δικαιοσύνην γὰρ ἀσκῶν, εἴπερ τις ἕτερος, πλεῖστα μὲν διῄτησε νείκη τοῖς πολίταις πρὸς ἀλλήλους, πλεῖστα δὲ τῇ πατρίδι πρὸς τοὺς ἐν κύκλῳ δυνάστας, καὶ ἐτιμᾶτο ὑπὸ πάντων διὰ τοῦτο· πλείστας δὲ ἐπιστεύθη πρεσβείας καὶ ἐπι‐ | |
15 | τροπὰς, ἀρχάς τε πάσας διεξῆλθε τὰς ἐγχωρίους· τελευ‐ τῶν δὲ τὸν βίον οὐκ ἔστιν ὅ τι (2) ἐπέσκηψε Νικολάῳ τῷ υἱεῖ καὶ Πτολεμαίῳ (3) τῷ τούτου ἀδελφῷ, ἢ τῷ Διὶ θυμιατήριον, ὅπερ ἔφθη αὐτὸς προϋπεσχημένος | |
τῷ θεῷ, κατασκευάσαι ἐπειδὰν τελευτήσῃ, δηλῶν, | 348 | |
20 | οἶμαι, ὅτι τὸ πρὸς θεοὺς ὅσιον δεῖ καὶ τελευτῶντας φυ‐ λάττειν, καὶ μηδὲν ἔτι τοῦ βίου ἀπολαύσεσθαι μέλλοντας. | |
2 | Idem v.: Νικόλαος: Οὗτος (1) ἐν τῇ ὅλῃ (2) παι‐ δείᾳ διατεθραμμένος, διὰ τὸ καὶ τὸν πατέρα αὐτοῦ περὶ ταῦτα μάλιστα σπουδάσαι, ἐπειδὴ ἀπ’ αὐτῆς αὐτῷ ὅ τε πλοῦτος καὶ ἡ δόξα ὑπεγένετο (3), ἔτι μᾶλλον ηὔ‐ | |
5 | ξησε ταύτην, ἔρωτά τινα ἀδιήγητον αὐτῆς σχὼν, ἄλλως τε καὶ φύσεως οὐ φαύλης λαβόμενος· ὥστε πρὶν γενειᾶν εὐδόκιμος εἶναι ἐν τῇ πατρίδι, καὶ τῶν ἡλίκων διαφέ‐ ρειν. Γραμματικῆς τε γὰρ οὐδενὸς χεῖρον ἐπεμεμέλητο, καὶ δι’ αὐτὴν (4) ποιητικῆς πάσης· αὐτός τε τραγῳ‐ | |
10 | δίας ἐποίει καὶ κωμῳδίας εὐδοκίμους· ἔτι δὲ (5) μᾶλλον ὕστερον αὐξηθεὶς, ὥστε καὶ τὴν δύναμιν συναυξῆσαι, ῥητορικῆς τε καὶ μουσικῆς καὶ τῆς περὶ τὰ μαθήματα θεωρίας καὶ φιλοσοφίας πάσης (6) ἐπεμελεῖτο· ζηλωτὴς γὰρ Ἀριστοτέλους γενόμενος καὶ τὸ ποικίλον τῆς περὶ τὸν | |
15 | ἄνδρα παιδείας ἀγαπήσας, χάριν εἰδέναι πᾶσιν ἔλεγεν ἀεὶ τοῖς μαθήμασι, πολὺ μὲν ἔχουσι τὸ ἐλευθέριον, πολὺ δὲ τὸ χρήσιμον εἰς τὸν βίον, πάντων δὲ μάλιστα τὸ εὐδιάγωγον πρός τε νεότητα καὶ γῆρας. Ἔλεγε δὲ καὶ τὰς Μούσας διὰ τοῦτο ἄρα (7) πολλὰς ὑπὸ τῶν θεολόγων | |
20 | παραδεδόσθαι, ὅτι πολὺ τὸ ποικίλον ἔχει τὰ παιδεύ‐ ματα, καὶ πρὸς πᾶσαν βίου χρῆσιν οἰκεῖον, καὶ οὔτε τὴν ἐμπειρίαν αὐτῶν, οὔτε τὴν ἀπόλειψιν ὁμοίως (8) ὑπελάμβανεν εἶναι τῇ τῶν βαναύσων τεχνῶν, ἀλλὰ τοὐναντίον ἐπονείδιστον τοῖς μετρίως ζῶσι τήν τε τού‐ | |
25 | των ἄγνοιαν καὶ τὴν τῶν βαναύσων ἐπιστήμην. Οὗτος μὲν οὖν οὐκ ἔστιν ὅτῳ τῶν παιδευμάτων πρὸς ἀργυρι‐ σμὸν ἐχρήσατο οὐδὲ ἐκαπήλευσεν. Ἔφη δὲ Νικόλαος ὁμοίαν εἶναι τὴν ὅλην παιδείαν ἀποδημίᾳ. Ὡς γὰρ ἐν ταύτῃ προσσυμβαίνει (9) τοῖς | |
30 | ἀποδημοῦσι καὶ μακρὰν ὁδὸν διεξιοῦσιν, ὅπου μὲν ἐγκατάγεσθαί τε καὶ ἐναυλίζεσθαι μόνον, ὅπου δὲ ἐνα‐ ριστᾶν, ὅπου δὲ πλείους ἐνδημεῖν ἡμέρας, ἐνίους δὲ τόπους ἐκ παρόδου θεωρεῖν, ἐπανελθόντας μέντοι ταῖς ἑαυτῶν ἐνοικεῖν ἑστίαις· οὕτω καὶ διὰ τῆς ὅλης παιδείας | |
35 | διερχομένους δεῖν ἐν οἷς μὲν ἐπιτηδεύμασιν ἐπὶ πλέον ἐνδιατρίβειν, ἐν οἷς δ’ ἐπ’ ἔλαττον, καὶ τὰ μὲν ὅλα, τὰ δὲ ἐκ μέρους, τὰ δὲ ἄχρι στοιχειώσεως παραλαμ‐ βάνειν, καὶ τὸ ἐκείνων χρήσιμον κατασχόντας ἐπὶ τὴν ὡς ἀληθῶς πατρῴαν ἑστίαν ἀνελθόντας φιλοσοφεῖν. | |
3 | Exc. De virt.: *** καὶ παρακαλέσας οἷα δὴ φιλόσοφον καὶ ἀμνησίκακον ἐν πολὺ πλείονι ἦγε τιμῇ καὶ εὐ‐ | |
νοίᾳ (2). Ὅτι ἐπράχθη τι φιλανθρωπίας πολλῆς ἐχόμενον | 349 | |
5 | Νικολάῳ. Ἰλιεῖς γὰρ (2), ἀφικνουμένης νύκτωρ ὡς αὐ‐ τοὺς Ἰουλίας τῆς Καίσαρος μὲν θυγατρὸς, γυναικὸς δὲ Ἀγρίππα, καὶ τοῦ Σκαμάνδρου μεγάλου ῥυέντος ὑπὸ χειμάρρων πολλῶν, κινδυνευούσης περὶ τὴν διάβασιν ἀπολέσθαι σὺν τοῖς κομίζουσιν αὐτὴν οἰκέταις, οὐκ | |
10 | ᾔσθοντο. Ἐφ’ οἷς ἀγανακτήσας ὁ Ἀγρίππας, ὅτι οὐ παρεβοήθησαν οἱ Ἰλιεῖς, δέκα μυριάσιν αὐτοὺς ἐζη‐ μίωσεν ἀργυρίου. Οἱ δὲ ἀπόρως ἔχοντες, καὶ ἅμα οὐ προϋπειδόμενοι τὸν χειμῶνα, οὐδὲ ὅτι ἐξίοι ἡ παῖς (3), Ἀγρίππᾳ μὲν οὐδοτιοῦν εἰπεῖν ἐτόλμησαν, ἥκοντα δὲ | |
15 | τὸν Νικόλαον * δεόμενοι (4) παρασχεῖν αὐτοῖς Ἡρώδην βοηθὸν καὶ προστάτην. Καὶ ὃς μάλα προθύμως ὑπέστη διὰ τὴν τῆς πόλεως δόξαν, καὶ ἐδεήθη τοῦ βασιλέως, διηγήσατό τε αὐτῷ τὸ πρᾶγμα, ὡς οὐ δικαίως αὐτοῖς ὀργίζεται, οὔτε προειπὼν ὅτι πέμποι τὴν γυναῖκα ὡς | |
20 | αὐτοὺς, οὔθ’ ὅλως ἐκείνων προῃσθημένων διὰ τὸ νυκτὸς ἰέναι. Τέλος δ’ οὖν ἀναδεξάμενος ὁ ἀνὴρ τὴν προστασίαν εὑρίσκεται αὐτοῖς τὴν ἄφεσιν τῆς ζημίας, καὶ τὴν ὑπὲρ ταύτης ἐπιστολὴν, ἅτε δὴ ἀπεληλυθότων ἤδη διὰ τὸ ἀπογνῶναι τὴν ἀπόλυσιν, Νικολάῳ δίδωσι πλέον τι ἐπὶ | |
25 | Χίου καὶ Ῥόδου, ἔνθα ἦσαν αὐτῷ οἱ υἱεῖς· αὐτὸς γὰρ ἐπὶ Παφλαγονίας ᾔει σὺν Ἀγρίππᾳ. Νικόλαος δὲ ἐκ τῆς Ἀμισοῦ πλεύσας ἐπὶ Βυζάντιον, κἀκεῖθεν εἰς τὴν Τρωάδα γῆν, ἀνέβη εἰς Ἴλιον, καὶ τὴν τῆς ἀπολύσεως τοῦ χρέους ἐπιστολὴν ἀποδοὺς, σφόδρα ὑπὸ τῶν Ἰλι‐ | |
30 | έων (5) αὐτός τε καὶ ἔτι μᾶλλον ὁ βασιλεὺς ἐτιμήθη. | |
4 | Ibidem: Ὅτι Ἡρώδης πάλιν (1) διαμεθεὶς τὸν φι‐ λοσοφίας ἔρωτα, ὃ φιλεῖ (2) τοῖς ἐν ὑπεροχῇ οὖσι συμ‐ βαίνειν διὰ τὸ πλῆθος τῶν ἐξαλλαττόντων αὐτοὺς ἀγα‐ θῶν, ἐπεθύμησε πάλιν ῥητορικῆς, καὶ Νικόλαον ἠνάγ‐ | |
5 | καζε συρρητορεύειν αὐτῷ, καὶ κοινῇ ἐρρητόρευον. Αὖθις δ’ ἱστορίας αὐτὸν [ἔρως] (3) ἔλαβεν, ἐπαινέσαντος Νικο‐ λάου τὸ πρᾶγμα καὶ πολιτικώτατον εἶναι λέγοντος, χρήσιμον δὲ καὶ βασιλεῖ, ὡς τὰ τῶν προτέρων ἔργα καὶ πράξεις ἱστοροίη. Καὶ ἐπὶ τοῦτο ὁρμήσας, προὔ‐ | 350 |
10 | τρεψε καὶ Νικόλαον πραγματευθῆναι τὰ περὶ ἱστορίαν. Ὁ δὲ μείζονι ἐφέσει (4) ὥρμησεν ἐπὶ τὸ πρᾶγμα, πᾶσαν ἀθροίσας τὴν ἱστορίαν, μέγαν τε πόνον ὑποστὰς καὶ οἷον οὐκ ἄλλος· ἐν πολλῷ δὲ χρόνῳ φιλοπονήσας ἐξετέ‐ λεσεν αὐτὴν, ἔλεγέ τε, ὡς τοῦτον τὸν ἆθλον Εὐρυσθεὺς | |
15 | εἰ προὔτεινεν Ἡρακλεῖ, σφόδρα ἂν αὐτὸν ἀπέτρυσεν. Ἐκ τούτου πλέων εἰς Ῥώμην ὡς Καίσαρα Ἡρώδης, ἐπήγετο τὸν Νικόλαον ὁμοῦ (6) ἐπὶ τῆς αὐτῆς νηὸς, καὶ κοινῇ ἐφιλοσόφουν. | |
5 | Ὅτι ἐστράτευσεν ἐπὶ τὴν Ἀραβίαν Ἡρώδης (1), οὐ συνδοκοῦν Καίσαρι, ἐφ’ οἷς ἐκεῖνος ἠφίει φωνὰς, καὶ ὀργὴν εἶχε χαλεπὴν εἰς τὸν Ἡρώδην, ἐπέστειλέ τε αὐτῷ πικρότατα, καὶ τοὺς ἥκοντας παρ’ αὐτοῦ πρέσβεις οὐ | |
5 | κατὰ κόσμον ἀπέλυσεν· ἀφικόμενος δ’ ὡς Καίσαρα Νι‐ κόλαος οὐ μόνον τῶν ἐγκλημάτων ἐρρύσατο Ἡρώδην, ἀλλὰ καὶ τὴν ὀργὴν ἀπέστρεψεν ἐπὶ τοὺς κατηγόρους. Ὁ μὲν οὖν Ἄραψ ἤδη ἐτεθνήκει, τοῦ δὲ διοικητοῦ ἤδη κατέγνω πεισθεὶς (2) τῇ Νικολάου κατηγορίᾳ, καὶ ὕστερον | |
10 | εὑρὼν κάκιστον ἀπέκτεινεν. Ἐν τούτῳ δὲ Ἡρώδου ὁ οἶκος ἐταράχθη (3), τοῦ πρεσβυτάτου τῶν υἱέων τοὺς μετ’ αὐτὸν δύο διαβα‐ λόντος ὡς (4) ἐπιβουλεύοντας τῷ πατρὶ, οἳ τῇ μὲν ἡλικίᾳ μετ’ αὐτὸν ἦσαν, ἀξιώματι δὲ πρότεροι διὰ τὸ | |
15 | ἐκ βασιλίδος γεγονέναι, τὸν δὲ ἐξ ἰδιώτιδος γυναι‐ | |
κός (5). Πρὶν δὲ ἐλθεῖν ἐκ Ῥώμης Νικόλαον, ἐν συνε‐ δρίῳ (6) κατεδικάσθησαν οἱ νεανίσκοι, [καὶ] παρωξυ‐ σμένος εὖ μάλα ὁ πατὴρ ἔμελλεν αὐτοὺς ἀναιρήσειν· καταπλεύσαντι δὲ Νικολάῳ (7) περὶ τῶν γεγονότων | 351 | |
20 | ἀπήγγελλε, καὶ σύμβουλον ἐποιεῖτο. Ὁ δὲ αὐτῷ πα‐ ρῄνεσεν ἀποθέσθαι αὐτοὺς ἔν τινι τῶν ἐρυμάτων, ἄχρις ἂν ἐν τῷ πλέονι χρόνῳ βουλεύσαιτο περὶ αὐτῶν ἄμει‐ νον, μὴ δοκοίη ὑπ’ ὀργῆς προαχθεὶς ἀνήκεστόν τι γνῶναι περὶ τῶν ἀναγκαίων. Αἰσθόμενος δὲ τοῦτο | |
25 | Ἀντίπατρος τόν τε Νικόλαον ὑπέβλεπε καὶ ἄλλους ἐπ’ ἄλλοις αὐτὸς καθιεὶς τὸν πατέρα ἐφόβει, ὡς αὐτίκα μάλα ἀναιρεθησόμενον ὑπὸ τῶν νεανίσκων διεφθαρκότων καὶ τὸ στρατιωτικὸν ἅπαν, ὡς ἔφη, καὶ τοὺς ἀπὸ τῆς θεραπείας, εἰ μὴ διαταχέων ἐκποδὼν αὐτοὺς ποιήσαιτο. | |
30 | Καὶ ὃς δείσας περὶ αὑτοῦ θᾶττον ἢ κάλλιον ἐβουλεύ‐ σατο, οὐδὲν ἔτι μεταδοὺς (8) Νικολάῳ, ἀλλὰ νύ‐ κτωρ τοὺς ἀναιρήσοντας ὑποπέμψας. Καὶ οἱ μὲν ἀπέθα‐ νον, Ἡρώδῃ (9) δὲ τῶν συμπάντων ἤδη γίνεται κακῶν ἀρχὴ, τὰ πρὸ τούτων εὖ ἑστώτων αὐτῷ τῶν πραγμάτων. | |
35 | Ἐχθρὸν δ’ ἡγεῖτο Ἀντίπατρος Νικόλαον, ἀνελὼν τοὺς ἀδελφοὺς, ἐμισεῖτό γε μὴν δεινόν τι μῖσος οὐχ ὑπὸ τῆς βασιλείας μόνον ἀλλὰ καὶ τῆς Συρίας καὶ τῶν πέραν οἰκούντων. Ἐχώρει δὲ ὁ λόγος καὶ εἰς Ῥώμην, καὶ οὐδεὶς ἦν, οὔτε μέγας οὔτε μικρὸς, ὃς οὐκ ἐμίσει | |
40 | τὸν ἄνθρωπον δι’ ἀμφότερα, καὶ ὅτι πολὺ κρείττους αὐτοῦ ἀδελφοὺς ἀπέκτεινε, καὶ ὅτι τὸν πατέρα ἔπεισε τοιούτου προσάψασθαι μύσους καὶ τὴν προϋποῦσαν (10) εὔνοιαν αἰσχῦναι. Ἐπεὶ δ’ οὖν τὰ ἀκόλουθα δρῶν τοῖς προτέροις ἀνὴρ (11) καὶ ἐπὶ τὸν πατέρα ὥρμησε, | |
45 | θᾶττον ἐπειγόμενος τὴν βασιλείαν λαβεῖν, καὶ τὸ φάρ‐ μακον ἐώνητο ἐξ Αἰγύπτου (12), ὅπερ ἐμήνυσεν εἷς τῶν κοινωνούντων τῆς πράξεως, ἐβασάνιζέ τε (13) τοὺς οἰκέ‐ τας αὐτοῦ ὁ πατὴρ, οἳ δὴ τὸ σύμπαν φανερὸν ἐποίησαν, ὡς καὶ τὴν τηθίδα ἔμελλεν ἀναιρήσειν, καὶ τοὺς ἄλλους | |
5(50) | ἀδελφοὺς ὄντας τούς τε τῶν ἀνῃρημένων παῖδας, ὡς μηδεὶς λείποιτο κληρονόμος. Ἐτύρευσε δέ τι μιαρὸν (14) καὶ εἰς τὸν οἶκον Καίσαρος, πολὺ μεῖζον τῶν εἰς τὸ γένος παρανομημάτων. Ἧκε μὲν ὁ τῆς Συρίας στρατη‐ γὸς Οὔαρος καὶ οἱ ἄλλοι ἐπιμεληταί· καθίζει δὲ συνέ‐ | |
55 | δριον ὁ πατὴρ αὐτοῦ· παρηνέχθη δὲ εἰς μέσον τὸ φάρ‐ μακον, καὶ αἱ τῶν οἰκετῶν βάσανοι τά τε ἐκ Ῥώμης γράμματα (15)· Νικολάῳ δὲ τὸν ἀγῶνα ἐπέτρεψεν | |
ὁ βασιλεύς (16). Κατηγόρει μὲν οὗτος, ἀπελογεῖτο δὲ Ἀντίπατρος, ἔκρινεν δὲ Οὔαρος μετὰ τῶν φίλων. Κα‐ | 352 | |
60 | ταδικάζεται δ’ οὖν Ἀντίπατρος καὶ τὴν ἐπὶ θανάτῳ παραδίδοται (17). Νικόλαος δὲ καὶ τότε παρῄνει πέμ‐ πειν αὐτὸν ἐπὶ Καίσαρα, ἐπεὶ καὶ εἰς αὐτὸν ἠδίκησεν, καὶ ὅ τι ἂν ἐκεῖνος γνῷ, τοῦτο πράττειν. Ἔφθη δὲ τὰ παρὰ Καίσαρος γράμματα ἥκοντα καὶ τῷ πατρὶ κολά‐ | |
65 | ζειν αὐτὸν ἐπιτροπεύοντα (18). Καὶ ὁ μὲν ἐκολάσθη. Ἀπέκτεινε δὲ καὶ ὁ Καῖσαρ τὴν συγκακουργήσασαν αὐτῷ ἀπελευθέραν. Οὐδεὶς δὲ ἦν ὃς οὐχὶ Νικόλαον * κάλλιστα κατηγορήσαντα τοῦ πατραλοίου τε καὶ ἀδελ‐ φοκτόνου (19). | |
70 | Μετὰ δὲ ταῦτα ὀλίγου χρόνου διελθόντος, τελευτᾷ καὶ ὁ βασιλεύς (20)· καὶ τὸ ἔθνος ἐπανίσταται τοῖς τέκνοις αὐτοῦ καὶ τοῖς Ἕλλησιν. Ἦσαν δὲ πλείους μυ‐ ρίων. Γενομένης δὲ μάχης, νικᾷ τὸ Ἑλληνικόν· καὶ ὁ διάδοχος Ἀρχέλαος εἰς Ῥώμην πλέων ἕνεκα τῆς | |
75 | ὅλης ἀρχῆς, μετὰ τῶν ἄλλων ἀδελφῶν (21) παρακαλεῖ συμπλεῦσαι Νικόλαον, ἀναχωρεῖν ἤδη ὡς ἑαυτὸν ἐγνω‐ κότα· καὶ γὰρ ἦν περὶ ξʹ ἔτη (22). Συνέπλευσεν οὖν· καὶ εὗρεν πάντα κατηγόρων πλέα ἐπὶ τὸν Ἀρχέλαον. Χωρὶς μὲν γὰρ ὁ νεώτερος ἀδελφὸς τῆς βασιλείας ἀντε‐ | |
80 | ποιεῖτο, χωρὶς δ’ οἱ συγγενεῖς ἅπαντες κατηγόρουν | |
αὐτοῦ, οὐ τῷ νεωτέρῳ συναγωνιζόμενοι (23)· ἐπρεσβεύ‐ σαντο δὲ καὶ αἱ ὑφ’ Ἡρώδῃ Ἑλληνίδες πόλεις (24) αἰ‐ τούμεναι τὴν ἐλευθερίαν παρὰ Καίσαρος· καὶ ὅλον δὲ τὸ Ἰουδαίων ἔθνος ἐπεκάλουν φόνον τρισχιλίων | 353 | |
85 | ἀνδρῶν τῶν ἐν τῇ μάχῃ πεσόντων· καὶ ἠξίουν (25) μά‐ λιστα μὲν ὑπὸ Καίσαρι εἶναι, εἰ δὲ μὴ, ὑπό γε οὖν τῷ νεωτέρῳ ἀδελφῷ. Τοσούτων δὲ δικῶν ἐπηγγελμένων, ἀγωνισάμενος ὑπὲρ Ἀρχελάου Νικόλαος τὸν πρὸς τοὺς συγγενεῖς ἀγῶνα πρῶτος κατώρθωσεν (26), ἔπειτα δὲ | |
90 | τὸν πρὸς τοὺς ὑπηκόους Ἰουδαίους· τὸν μέντοι πρὸς τὰς Ἑλληνίδας πόλεις οὐκ ἠξίου, ἀλλὰ καὶ Ἀρχελάῳ πα‐ ρῄνει μὴ (27) ἐναντιοῦσθαι αὐταῖς ἐλευθερίας γλιχομέ‐ ναις· ἀρκεῖν γὰρ αὐτῷ τὴν ἄλλην δυναστείαν. Ὁμοίως δ’ οὐδὲ πρὸς τὸν ἀδελφὸν αὐτοῦ ἠξίου ἀγωνίζε‐ | |
95 | σθαι (28) διὰ τὴν πρὸς τὸν κοινὸν αὐτῶν πατέρα φιλίαν. Διῄτησε δὲ Καῖσαρ (29) τὸ ὅλον, ἑκάστῳ τῶν παί‐ δων μέρος ἀποδοὺς τῆς ἀρχῆς, τὴν δ’ ἡμίσειαν μοῖραν Ἀρχελάῳ. Καὶ Νικόλαον μὲν ἐτίμησεν ὁ Καῖσαρ, Ἀρχέλαον δὲ ἐθνάρχην κατέστησεν· ὑπέσχετο δὲ, εἰ | |
5(100) | αὑτὸν (30) ἄξιον παρασκευάσειε, καὶ βασιλέα ταχὺ ποιήσειν· τοὺς δὲ μετ’ αὐτὸν ἀδελφοὺς, Φίλιππον καὶ Ἀντίπαν (31), τετράρχας ἀπέδειξεν. | |
6 | Exc. De virt.: Ὅτι πάνθ’ ὅσα παρήγγελλεν, ἐπὶ τῶν ἔργων διεξῄει αὐτῶν, καὶ ἀπεδείκνυτο χρημάτων μὲν ὢν κρείττων, θᾶττον (1) δὲ λαμπρότατα ἐφιλοτι‐ μήθη, οὐθέν τε ὧν μὴ δεῖ ἐφάνη χρημάτων ἕνεκα πε‐ | |
5 | ποιηκώς. Ἡδονῆς δὲ (ὃ τάχα τῳ θαυμαστὸν ἂν εἴη) ἡστινοσοῦν (2) κατεφρόνει, καὶ ταῦτα βασιλεῦσί τε καὶ ἡγεμόσι συνὼν πολλάκις· ἦν γὰρ αὐστηρὸς φύσει, καὶ ἐναντίος πρὸς αὐτὴν, καὶ ἀνδραποδώδεις νομίζων τοὺς τῶν ἀπολαύσεων τῶν τοιούτων ἥττους· ἐπαινετής τε | |
10 | αὐταρκείας ἀεὶ καὶ ἁπλότητος (3), καίτοι γ’ ἐν οἷς δεῖ λαμπρύνεσθαι μεγαλοπρεπὴς, οὐ γλίσχρος, ἦν, ὡς μὴ δόξαν ἀνελευθερίας λάβοι. Πρός γε μὴν πόνους καὶ καρτερίαν, εἴ ποτε δέοι, πάντων ἀοκνότατος, οὐκ ἐν νεότητι μόνον, ἀλλὰ καὶ ἐν γήρᾳ, καὶ ὅπη κίνδυνος | 354 |
15 | καταλάβοι ἐκ πολεμίων ἢ λῃστῶν, ἢ διὰ νόσον, ἢ χει‐ μῶνα κατὰ θάλατταν, ἢ ἄλλως πως, οὕτω δὴ σφόδρα εὔψυχος ἦν, ὥστε καὶ τοῖς ἄλλοις ἀεὶ θαρρεῖν παρεῖχεν, ὁπόσοι κοινωνοὶ ἦσαν αὐτῷ τοῦ κινδύνου. Πρός γε μὴν τὸ δίκαιον ἀκλινὴς οὕτω καὶ ἀθώπευτος, ὥστε καὶ | |
20 | ἀπειλὰς ἐνεγκεῖν τινῶν ἡγεμόνων ποτὲ δικάζων ὑπὲρ τοῦ μὴ τοῦτο παραβῆναι. Πολλοὶ (4) γὰρ αὐτὸν ᾑροῦντο καὶ δικαστὴν καὶ διαιτητὴν, φανερᾶς εἰς πάντας αὐτοῦ τῆς δικαιοσύνης γενομένης, ἔν τε συμβολαίοις καὶ (5) ταῖς πρὸς τοὺς ἰδιώτας κοινωνίαις οὐδεὶς πώποτε | |
25 | αὐτὸν ἐμέμψατο, οὐδ’ εἴ τις πονηρὸς εἴη, διὰ τὴν ἐπιείκειαν· οὐδὲ γὰρ μαρτύρων ἔδει πρὸς αὐτὸν ἢ συμ‐ βολαίων, ἀλλ’ ὅ τι ἂν ὁμολογήσειε (6), βέβαιον ἦν. Κοσμιότητα δὲ (7) καὶ σωφροσύνην οὐδεὶς αὐχήσει πλείω κατὰ τὸ ἦθος, ἔν τε ἀγοραῖς καὶ ὁδοῖς ** | |
30 | [Λείπουσι δύο σελίδες.] ** καὶ διατριβῶν παρακολουθεῖν εὐδοξίαν τε καὶ τιμὴν τῷ φιλοσόφῳ καὶ ἄλλας χάριτας καὶ ὠφελείας παρὰ τῶν δυνατῶν, οὐκ εἶναι δὲ (8) πόνου ἀλλότριον. Τίνι γὰρ ἂν μᾶλλον ἁρμόττοι ταῦτα καρποῦσθαι ἀπὸ τοῦ | |
35 | βελτίστου καὶ σπουδαιοτάτου γιγνόμενα ἢ τῷ τοιούτῳ; οὐ γὰρ δὴ τῷ φαύλῳ καὶ οὐδενὸς ἀξίῳ. Χρήσεται γὰρ αὐτοῖς ἀφύρτως τε καὶ ἐμμελῶς, καθὼς Νικόλαος τῷ γνώριμος εἶναι καὶ εὔπορος εἰς οὐδὲν ἄτοπον (9) ἐχρή‐ σατο, ἀλλ’ εἰς μετριότητά τε καὶ δημοτικὴν φιλανθρω‐ | |
40 | πίαν· πόλεως μὲν οὔποτ’ ἀφ’ ἑτέρας οἰόμενος δεῖν, ἀλλ’ ἀπὸ τῆς αὑτοῦ προσαγορεύεσθαι· κατεγέλα δὲ καὶ τῶν καθ’ αὑτὸν σοφιστῶν, οἳ μεγάλοις τιμήμασιν ἐωνοῦντο Ἀθηναῖοι ἢ Ῥόδιοι καλεῖσθαι, βαρυνόμενοι τὴν ἀδοξίαν τῶν πατρίδων (ἔνιοι δὲ καὶ συνέγραψαν περὶ τοῦ μὴ | |
45 | εἶναι ἀφ’ ἧς πόλεως ἦσαν, ἀλλ’ ἀπό τινος τῶν δι’ ὀνό‐ ματος Ἑλληνίδων), ὁμοίους τε ἀπέφαινε τοῖς τοὺς ἑαυ‐ τῶν γονέας βαρυνομένοις. Ὅτι ᾐτιῶντό τινες τὸν Νικόλαον πλεῖστα χρήματα παρὰ φίλων λαβόντα, οὐ σώζειν (10) αὐτὰ καὶ ὅτι τὰς | |
6(50) | πλείους διατριβὰς ἐποιεῖτο μετὰ τῶν δημοτικῶν, ἐκκλί‐ νων τοὺς μεγάλους καὶ ὑπερπλούτους τῶν ἐν Ῥώμῃ, [εἰς ὧν] (11) οὐδαμῶς ᾔει, πολλῶν καὶ ἐνδόξων αὐτὸν βιαζομένων, ἀλλὰ δι’ ὅλης ἡμέρας ἐν ταῖς φιλοσόφοις θεωρίαις ἦν. Ὁ δὲ ἀπελογεῖτο περὶ μὲν τῶν χρημάτων, | |
55 | ὅτι ἡ κτῆσις, ὥσπερ λύρας ἢ αὐλῶν, οὐδενὸς ἂν (12) εἴη | |
ἀξία, ἡ χρῆσις δὲ τὸ κυριώτατόν ἐστιν, ἣν εἰ μέν τις εἰς ἄσωτον ἢ ἀμετάδοτον ἢ ὅλως ἄφρονα ἢ φαῦλον κατα‐ δαπανᾷ [βίον] (13), ἐπίμεμπτος ἂν εἴη, εἰ δέ τις εἰς σώφρονά τε καὶ κόσμιον καὶ κοινωνικὸν καὶ φιλάνθρω‐ | 355 | |
60 | πον, δεχόμενος καὶ ὅτε δεῖ ταῦτα καὶ παρ’ ὧν δεῖ, καὶ προϊέμενος καὶ τοῖς τέκνοις ἀπολείπων (14), ἀμείνων ἂν εἴη. Ὅρον δὲ ἕνα ἔφη ποιεῖσθαι· τὸν ἄνδρα τὸν ἀγαθὸν τοῖς ἐπιεικεστέροις ἐθέλειν ἀεὶ συνεῖναι, τοιούτους δ’ ἐν τοῖς δημοτικοῖς ὁρᾶν πλείους ἢ ἐν τοῖς βαρυπλούτοις φυομέ‐ | |
65 | νους (15). Πολλῆς γὰρ ἀγαθῆς τύχης δεῖται πλοῦτος, ὥστε εἰς ἐπιείκειαν φέρειν· ἐκτρέπει γὰρ τοὺς πλείους εἰς φιληδονίαν τε καὶ ὑπερηφανίαν. Ὅτι τοὺς ἑαυτοῦ οἰκέτας ἐκπαιδεύσας, καὶ ἐκ τοῦ συζῆν ἀεὶ πολλὴν ὁμοήθειαν αὐτοῖς (16) ἐμποιήσας, | |
70 | ἐχρῆτο οὐδὲν χείροσιν ἢ φίλοις. | |
t7-98 | ΙΣΤΟΡΙΑΙ. | |
t7-13 | [ΒΙΒΛ. Αʹ, Βʹ.] | |
7 | Exc. De ins: Ὅτι μετὰ τὸν Ἰνδικὸν πόλεμον Σε‐ μίραμις ἐπεὶ ὁδοιποροῦσα ἐγένετο ἐν Μήδοις, ἀναβᾶσα ἐπί τι ὑψηλὸν ὄρος, πάντοθεν πλὴν καθ’ ἓν μέρος πε‐ ριερρωγὸς καὶ ἄβατον λισσάδι καὶ ἀποτόμῳ πέτρᾳ, | |
5 | ἐθεᾶτο τὴν στρατιὰν (1) ἀπό τινος ἐξέδρας, ἣν παρα‐ χρῆμα ᾠκοδομήσατο. Ἐνταῦθα δὲ στρατοπεδευσαμένῃ Σατιβάρας ὁ εὐνοῦχος ἐπεβούλευσε μετὰ τῶν Ὄννεω (2) παίδων, αὐτὸς τὸ πᾶν συστήσας, καὶ πρὸς τοὺς νεα‐ νίσκους λέγων, ὅτι κίνδυνος αὐτοῖς εἴη ἐκ Νινύου βασι‐ | |
10 | λεύσαντος ἀποθανεῖσθαι· δεῖν οὖν ὑποφθάσαντας ἐκεῖ‐ νόν τε καὶ τὴν μητέρα κτείναντας βασιλεύειν. Καὶ ἄλλως δὲ αὐτοῖς ἔφη αἴσχιστον εἶναι περιορᾶν ἀκόλα‐ | |
στον μητέρα (3) ἐν τοιᾷδε ἡλικίᾳ ὁσήμεραι λιχνευομέ‐ νην ἐφ’ ὧν ἐτύγχανεν ἀνθρώπων τούς γε νεανίας (4) ὄν‐ | 356 | |
15 | τας. Πυνθανομένων δ’ ἐκείνων καὶ τίς γενήσεται τρόπος, εἶπεν ὡς οὐδὲν χρὴ κάμνειν, ἀλλ’ ἀναβάντας πρὸς αὐ‐ τὴν ἐπὶ κορυφὴν τοῦ ὄρους, ἐπειδὰν αὐτὸς κελεύσῃ, (εἶχε δὲ ταύτην τὴν ἐπιμέλειαν) ὠθεῖν αὐτὴν ἀπ’ ἄκρου εἰς τὰ κάτω. Καὶ οἱ μὲν ταῦτα συνέθεντο καὶ πίστεις (5) | |
20 | ἔδοσαν ἀλλήλοις ἐπί τινος ἱεροῦ. Ἔτυχε δὲ κατό‐ πισθε τοῦ βωμοῦ ἔνθα συνετίθεντο ἀνὴρ Μῆδος ἀναπε‐ πτωκὼς καὶ πάντα ἀκούων, ὃς ἐπεὶ ᾔσθετο, γράψας ἅπαν εἰς διφθέραν Σεμιράμει πέμπει διά τινος. Ἡ δὲ ἀναγνοῦσα τῇ ὑστεραίᾳ ἐπ’ ἄκρου τοῦ ὄρους ἀναβιβα‐ | |
25 | σαμένη καλεῖ τοὺς Ὄννεω παῖδας καὶ κελεύει ὅ τι δήποτ’ ἐννοουμένη (6) ἥκειν ὡπλισμένους. Καὶ ὁ Σατι‐ βάρας χαίρων τοὺς νεανίσκους μετῄει, ὡς (7) ὑπὸ θεοῦ ὀρθουμένης σφίσιν τῆς πράξεως, ἐπειδὴ ὡπλισμένους αὐτοὺς ἡ μήτηρ ἐκάλει. Ἀφικομένων δὲ, μεταστῆναι | |
30 | τὸν εὐνοῦχον κελεύσασα Σεμίραμις (8) λέγει πρὸς τοὺς νεανίσκους· «Ὦ καλοῦ κἀγαθοῦ πατρὸς κακοὶ παῖδες, οἳ πεισθέντες ὑπὸ κακοῦ δούλου μητρὶ τῇ ἑαυτῶν θά‐ νατον ἐβουλεύσασθε, ὡς ἐμὲ (9) ἐνθένδε ὤσετε παρὰ θεῶν τὰ κράτη ἔχουσαν· ἀλλ’ ἥδ’ (10) ὑμῖν ἐγώ· καί | |
35 | με κατὰ κρημνοῦ (11) τοῦδε ὠθεῖτε, ἵνα δὴ κλέος ἔχοιτε πρὸς ἀνθρώπων, καὶ βασιλεύοιτε κτείναντες τήν τε μη‐ τέρα Σεμίραμιν καὶ Νινύαν τὸν ἀδελφόν (12).» Ἐδημη‐ γόρησε πρὸς Ἀσσυρίους. Ζήτει ἐν τῷ Περὶ δημη‐ γοριῶν. | |
8 | Exc. De virt.: Ὅτι Σαρδανάπαλλος (1) Ἀσσυρίων ἐβασίλευσεν, ἀπό τε Νίνου καὶ Σεμιράμεως τὴν βασι‐ λείαν παραδεξάμενος, οἴκησιν ἔχων ἐν Νίνῳ, ἔνδον τὸ σύμπαν ἐν τοῖς βασιλείοις διατρίβων, ὅπλων μὲν οὐχ | |
5 | ἁπτόμενος, οὐδ’ ἐπὶ θήραν (2) ἐξιὼν, ὥσπερ οἱ πάλαι βασιλεῖς, ἐγχριόμενος δὲ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλ‐ μοὺς ὑπογραφόμενος, πρός τε τὰς παλλακίδας ἁμιλ‐ λώμενος περὶ κάλλους καὶ ἐμπλοκῆς, τό τε σύμπαν γυ‐ ναικείῳ ἤθει χρώμενος. Κατὰ δὲ τὰ πρότερον συντε‐ | |
10 | ταγμένα, ἐπὶ τὰς θύρας αὐτῷ παρῆσαν οἵ τε ἐκ τῶν ἄλλων ἐθνῶν σατράπαι, ἄγοντες τὰς (3) εἰρημένας δυ‐ νάμεις, καὶ δὴ Ἀρβάκης ὁ Μήδων ὕπαρχος, ἀνὴρ τόν τε βίον σώφρων, καὶ πραγμάτων, εἰ δή τις ἄλλος, ἔμ‐ πειρος, τετριμμένος τε ἐν κυνηγεσίοις καὶ πολέμοις, | |
15 | καὶ πολλὰ μὲν πάλαι γενναῖα ἐξειργασμένος, πλείω δ’ ἔτι καὶ μείζω τότε διανοούμενος. Οὗτος ἀκηκοὼς τόν τε βίον καὶ τὰ ἤθη, οἷς χρῆται ὁ βασιλεὺς, εἰς νοῦν ἐνεβάλετο καὶ ἐνεθυμήθη ἄρα, ὅτι ἀπορίᾳ γενναίου ἀν‐ δρὸς οὗτος ἔχοι τὰ τῆς Ἀσίας (4) κράτη· καὶ βουλὴν | 357 |
20 | συντίθεται περὶ τῆς ὅλης ἀρχῆς. | |
9 | Exc. De insid.: Ὅτι ἐπὶ Σαρδαναπάλλου, τοῦ βασιλέως Ἀσσυρίων, Ἀρβάκης ὁ Μῆδος ἀκηκοὼς τὸν βίον καὶ τὰ ἤθη οἷς χρῆται ὁ βασιλεὺς, εἰς νοῦν ἐνεβά‐ λετο καὶ ἐνεθυμήθη ἄρα, ὅτι ἀπορίᾳ γενναίου ἀνδρὸς | |
5 | οὗτος ἔχοι τὰ τῆς Ἀσσυρίας κράτη. Ἀνδρειότατον (1) δὲ φῦλον τὸ Μηδικὸν ἐδόκει τότε μετὰ τὸ Ἀσσύριον εἶναι. Οὗτος οὖν ὁ Ἀρβάκης ἐν ὁμιλίᾳ γενόμενος Βελέσυι τῆς Βαβυλῶνος ἄρχοντι, ἅτε συνεδρίτης (2) ὢν αὐτῷ πρὸ τῶν βασιλειῶν θυρῶν, ἀνδρὶ τοῦ Χαλδαίων γένους, | |
10 | (ἱερεῖς δ’ οὗτοι ἦσαν καὶ πρώτην ἔφερον τιμὴν,) συν‐ τίθεται αὐτῷ, καὶ κοινῇ βουλεύουσιν ἐπιθέσθαι τῇ ὅλῃ ἀρχῇ, τά τε Ἀσσυρίων κράτη μεταστῆσαι εἰς Μήδους. Ἀστρονομώτατοι δὲ πάντων ἦσαν Βαβυλώνιοι, καὶ σο‐ φίᾳ καὶ μαντικῇ, τῇ τε δι’ ὀνειράτων καὶ τεράτων, προὔ‐ | |
15 | χοντες, πάσῃ τε, ὡς εἰπεῖν, τῇ (3) ἀμφὶ τὰ θεῖα ἐπιστήμῃ. Καὶ δὴ καὶ τότε ὁ Βέλεσυς τῷ Ἀρβάκῃ διαλεγόμενος πρὸ τῶν θυρῶν πλησίον τινὸς φάτνης, ἐν ᾗ δύο ἵπποι ἐξεφατνίζοντο· καί πως ἐν μεσημβρίᾳ κατέδαρθεν αὐ‐ τόθι, καὶ ἐν τῷ ὕπνῳ ἔδοξεν ὁρᾶν τὸν ἕτερον τῶν ἵππων | |
20 | ἐπιφορεῖν τῷ στόματι ἐπὶ τὸν Ἀρβάκην καθεύδοντα καὶ αὐτὸν ἄχυρα, τὸν δὲ ἕτερον ἐρέσθαι· «Τί τοῦτο ποιεῖς, ὦ δαιμόνιε (4), καὶ τὰ ἄχυρα τῷ ἀνθρώπῳ ἐπι‐ φέρεις;» Τὸν δὲ ἀποκρίνασθαι· «Φθονῶ (5) αὐτῷ· μέλ‐ λει γὰρ βασιλεύειν ἁπάντων ὧν νῦν ἄρχει Σαρδανά‐ | |
25 | παλλος.» Ταῦτ’ ἰδών τε καὶ ἀκούσας ὁ Βαβυλώνιος τὸν Μῆδον ἐγείρει καθεύδοντα, καὶ δή (6) τι πλέον τὰ θεῖα εἰδὼς, συμβάλλει τὴν τοῦ ὀνείρου φήμην, καὶ κε‐ λεύει τὸν Ἀρβάκην ἰέναι παρὰ τὸν Τίγριν ποταμὸν ῥέοντα πλησίον τῆς Νίνου καὶ προσκλύζοντα τὸ τεῖχος. | |
30 | Ἰόντων δὲ καὶ πολλὰ λεσχηνευομένων, ὡς ἂν ἑταίρων, λέγει ὁ Βέλεσυς· «Ἄγε δὴ, ὦ Ἀρβάκη, εἰ σὲ θείη σατράπην Κιλικίας (7) Σαρδανάπαλλος ὁ δεσπότης, τί ἄν μοι δοίης τῷ εὐαγγελιζομένῳ;» Ὁ δ’ ἀποκρίνεται· «Τί μου, ὦ δαιμόνιε, καταγελᾷς; διὰ τί δ’ ἄν με σα‐ | |
35 | τράπην Κιλικίας θεῖτο, ἄλλους ἐμοῦ κρείττους παρελ‐ θών;» Καὶ ὅς· «Ἀλλ’ εἴ γε δοίη, πλέον (8) γάρ τι εἰδὼς λέγω, τίς ἐμοὶ κείσεται χάρις παρὰ σοί (9);» Κἀκεῖνος· «Οὔτι μέμψῃ, ἔφη, μεθέξεις γὰρ τῆς ἀρχῆς | |
οὐκ ἐλάχιστον μέρος.» Ὁ δὲ εἶπεν· «Εἰ δὲ Βαβυλῶνός | 358 | |
40 | σε πάσης σατράπην ποιήσειε, πῶς ἐμοὶ χρήσῃ;» Καὶ ὃς, «Παῦσαι πρὸς τοῦ Διὸς, ἔφη, σφόδρα μου κατα‐ κερτομῶν· οὐ γὰρ οἶμαι ἐπιτήδειος εἶναι, Μῆδος ὢν, ὑπὸ Βαβυλωνίου καταγελᾶσθαι.» Κἀκεῖνος· «Ἀλλ’ οὐ μὰ τὸν μέγαν Βῆλον ἔγωγέ σου καταγελῶν ταῦτα λέγω, | |
45 | ἀλλὰ πλέον τι τεκμαιρόμενος (10).» Καὶ ὃς ἔφη· «Ἀλλ’ ἐάν γε Βαβυλῶνος σατραπεύσω, σὲ ὕπαρχον (11) κατα‐ στήσω τῆς ὅλης σατραπείας.» Καὶ ὁ Βαβυλώνιος· «Ἀλλ’ ἔγωγέ σοι οὐκ ἀπιστῶ· τόδε μοι λέξον· εἰ βασιλεὺς εἴης ἁπάσης ὁπόσης νῦν Σαρδανάπαλλος ἄρχει, τί ἐμὲ ποιή‐ | |
9(50) | σειας;» Ὁ δ’ Ἀρβάκης εἶπεν· «Εἰ σοῦ, ὦ τλῆμον, ταῦτα ἀκούσειε Σαρδανάπαλλος, εὖ ἴσθ’ ὅτι καὶ σὺ κἀγὼ κακῶς ἀπολούμεθα. Ἀλλὰ τί σοι ἐπῆλθε ταῦτα ληρεῖν; οὐ παύῃ φλυαρῶν;» Καὶ ὃς τῆς χειρὸς αὐτοῦ λαβόμενος εὐτόνως· «Ἀλλὰ μὰ τήνδε τὴν δεξιὰν τὴν ἐμοὶ | |
55 | τιμίαν καὶ τὸν μέγαν Βῆλον, οὐ παίζων λέγω, ἀλλὰ τὰ θεῖα κάλλιστα εἰδώς.» Καὶ ὁ Ἀρβάκης εἶπεν· «Δώσω σοι Βαβυλῶνα ἔχειν καὶ ταῦτα ὑπὸ σεαυτῷ (12) ἀτελῆ.» Καὶ ἐπὶ τούτοις δεξιὰν αἰτοῦντος, μάλα προθύμως δί‐ δωσι. Καὶ ὃς εἶπε· «Βασιλεύσεις τοίνυν, εὖ ἴσθι, ἀψευ‐ | |
60 | δῶς.» Καὶ ἐπεὶ ταῦτα συνέθεντο, ἐπὶ θύρας ᾤχοντο ὀπίσω θεραπεύσοντες τὰ εἰωθότα. Μετὰ δὲ ταῦτα ἐν ὁμιλίᾳ γενόμενος ἑνὶ τῶν πιστοτάτων εὐνούχων ὁ Ἀρ‐ βάκης ἐδεήθη αὐτοῦ δεῖξαί οἱ τὸν βασιλέα· σφόδρα γὰρ ἐπιθυμεῖν τὸν δεσπότην ὅστις εἴη θεάσασθαι. Τοῦ δὲ | |
65 | εἰπόντος ἀδύνατον αὐτὸν ἐρᾶν (13), μηδένα γὰρ πώποτε τυχεῖν τούτου, τότε μὲν ἡσύχασεν. Αὖθις δὲ μικρὸν διαλιπὼν λιπαρέστερον αὐτοῦ ἐδεῖτο, φάσκων ἀντὶ πολ‐ λοῦ χρυσοῦ καὶ ἀργύρου ταύτην ἀλλάττεσθαι τὴν χάριν. Ὁ δὲ εὐνοῦχος νικώμενος (14) ὑπ’ αὐτοῦ, ἦν γὰρ ἐς τὰ | |
70 | μάλιστα ἐπιτήδειος, καὶ οὐ βουλόμενος αὐτῷ ἀχαρι‐ στεῖν, ὑπέσχετο εἰ καιρὸς εἴη μνησθήσεσθαι τῷ δεσπότῃ ὤκει ** ἔνθα ἐτελεύτησεν (15). | |
10 | Exc. De virt.: Ὅτι ἐπὶ Ἀρταίου (1) τοῦ βασιλέως Μήδων, τοῦ διαδόχου Σαρδαναπάλλου τοῦ Ἀσσυρίων βα‐ σιλέως ἦν ἐν Μήδοις τότε κατά τε ἀνδρείαν καὶ ῥώμην δοκιμώτατος Παρσώνδης, παρά τε βασιλεῖ μάλιστα | |
5 | ἐπαινούμενος καὶ ἐν Πέρσαις, ὅθεν ἦν γένος, ἐπί τε εὐ‐ βουλίᾳ καὶ κάλλει σώματος. Δεινὸς δὲ καὶ θῆρας αἱρεῖν, | |
ἐν σταδίᾳ τε μάχῃ καὶ ἀπὸ ἅρματος καὶ ἵππου μάχε‐ σθαι. Οὗτος ὁρῶν Νάναρον (2) τὸν Βαβυλώνιον διαπρε‐ πεῖ κόσμῳ χρώμενον ἀμφὶ τὸ σῶμα, καὶ ἐλλόβια ἔχοντα, | 359 | |
10 | καὶ κατεξυρημένον εὖ μάλα, γυναικώδη τε καὶ ἄναλ‐ κιν, ἔπειθεν Ἀρταῖον ἀφελέσθαι αὐτὸν τὴν ἀρχὴν καὶ ἑαυτῷ δοῦναι, δυσχεραίνων σφόδρα τὸν ἄνθρωπον. Ὁ δὲ ὤκνει συγχέας τὰ συγκείμενα ὑπ’ Ἀρβάκεω (3) ἀδικεῖν τὸν Βαβυλώνιον. Ἐπεὶ δὲ δὶς καὶ τρὶς ὁ Παρσώνδης | |
15 | ἐνέτυχεν (4) Ἀρταίῳ, καὶ ταὐτὸν ἤκουσεν, ἡσύχαζεν· οὐ μὴν τὸν Νάναρον ἔλαθεν. Αἰσθόμενος δ’ ἐκεῖνος τὴν γνώμην τἀνδρὸς, μεγάλα δῶρα τοῖς ἑαυτοῦ (5) ὑπέσχετο καπήλοις, εἴ τις αὐτῷ Παρσώνδην συλλαβὼν ἄγοι (6)· ἕπονται δ’ οὗτοι πολλοὶ τῷ βασιλέως στρατῷ. Καί | |
20 | ποτε κατὰ δαίμονα κυνηγετῶν ὁ Παρσώνδης ἐλαύνει πόρρω ἀπὸ τοῦ (7) βασιλέως εἴς τι πεδίον οὐχ ἑκὰς Βα‐ βυλῶνος. Τοὺς δὲ θεράποντας εἰς τὴν πλησίον ὕλην τρέψας, ἐκέλευσε βοῇ τε καὶ (8) ἀλαλητῷ χρῆσθαι, ὡς δὴ τὰ θηρία σοβήσων (9) εἰς τὰ πεδία· καὶ πολλοὺς | |
25 | μὲν ὗς ἀγρίους, πολλοὺς δ’ ἐλάφους αἱρεῖ. Τέλος δ’, ὄνον ἄγριον διώκων, ἐπὶ πλεῖστον ἀποσπᾶται τῶν ἑαυτοῦ, καὶ μόνος ἐλαύνων ἧκεν εἰς τὴν Βαβυλωνίαν, ἔνθα ἦσαν οἱ κάπηλοι ἀγορὰς εὐτρεπίζοντες τῷ βασιλεῖ· οὓς θεα‐ σάμενος ὑπὸ δίψους πιεῖν ᾔτει. Οἱ δ’ ἄσμενοι ἰδόντες | |
30 | Παρσώνδην, προσίασιν αὐτῷ, πιεῖν τε ἐνέχεον, καὶ, τὸν ἵππον δεξάμενοι, ἀριστᾶν ἐκέλευσαν. Ὁ δὲ, οἷα πα‐ νημέριος θηρῶν, οὐκ ἀηδῶς ἤκουσεν, ἐκέλευσέ τε ἀπο‐ πέμψαι βασιλεῖ τὸν ὄνον (10), ὃν κατέλαβε, καὶ τοῖς ἀνὰ τὸν δρυμὸν οἰκέταις φράσαι, ἔνθα εἴη. Οἱ δὲ, | |
35 | πάντα ποιήσειν ὑποσχόμενοι, κατακλίνουσι τὸν Παρ‐ σώνδην. Καὶ δαῖτα παρέθεσαν παντοίαν, οἶνόν τε ἥδι‐ στον πίνειν ἐπέχεον (11), ἀκρατέστερον ἐπίτηδες, ὡς μεθυσθείη. Καὶ ἐπεὶ ἄδην εἶχεν, ὁ μὲν ᾔτει τὸν ἵππον, ὡς ἀπίοι ἐπὶ τὸ βασιλέως στράτευμα· οἱ δὲ γυναῖκας | |
40 | εὐπρεπεῖς παραγαγόντες, ἐδείκνυόν τε αὐτῷ καὶ ἐκέ‐ λευον κοιμηθέντα αὐτόθι, καὶ εἰς νύκτα χρησάμενον αὐταῖς, ἕωθεν ἀπιέναι. Ὁ δὲ, εὐπρεπεῖς γυναῖκας ὁρῶν, ἔμεινέ τε καὶ ηὐλίσατο. Καὶ τὰ μὲν διὰ τὴν συν‐ ουσίαν, τὰ δὲ διὰ τὸν κόπον, ὕπνος αὐτὸν ἔλαβεν. Οἱ | |
45 | δ’, ἀναστήσαντες τὴν παρακοιμωμένην γυναῖκα, πολ‐ λοὶ ἅμα ἐπιπεσόντες, συνέδησαν τὸν ἄνθρωπον, καὶ ἐπὶ Νάναρον ἐκόμισαν. Ὁ δ’, ὡς εἶδεν αὐτὸν (ἤδη δὲ ἀνέ‐ νηψεν ἐκ τοῦ οἴνου, καὶ ἔγνω ἵνα ἦν κακοῦ), ἤρε‐ το (12), «Ἆρα, ὦ Παρσώνδη, κακόν τι ὑπ’ ἐμοῦ πάλαι | |
10(50) | ἔπαθες, ἢ αὐτὸς ἢ τῶν σῶν τις; «Ὁ δ’ οὐκ ἔφη. «Τί δὲ, πείσεσθαι προσεδόκησας»; «Οὐκ ἔγωγε, εἶπεν». «Τί οὖν αὐτὸς ἀδικίας ἦρξας εἰς ἐμὲ, ἀνδρόγυνόν τε καλῶν, καὶ βασιλείαν τὴν ἐμὴν αἰτῶν παρὰ Ἀρταίου, ὡς δῆτα οὐ‐ δενὸς ἀξίου αὐτὸς γενναῖος ὤν; Πολλὴ δὲ χάρις Ἀρταίῳ | |
55 | οὐ πεισθέντι τὴν ὑπ’ Ἀρβάκεω (13) δεδομένην ἡμῖν ἀρ‐ χὴν ἀφελέσθαι. Διὰ τί δὴ (14) ταῦτ’ ἐποίεις, ὦ κακὴ κεφαλή;» Ὁ δὲ, οὐδὲν ὑποθωπεύσας, εἶπεν· «ᾬιμην αὐτὸς ἀξιώτερος εἶναι τοῦτο τὸ γέρας ἔχειν, ἀνδρειότερός τε ὢν καὶ ὠφελιμώτερος βασιλεῖ ἢ σὺ ὁ κατεξυρημένος | 360 |
60 | τε καὶ καθυπεστιμμισμένος (15) τὼ ὀφθαλμὼ, ψιμυθίῳ δὲ τὸ χρῶμα ἐναλειφόμενος.» Καὶ ὃς, «Εἶτ’ οὐκ αἰσχύνῃ, ἔφη, σὺ ὁ τηλικοῦτος ὑπὸ τοῦ χείρονος συνειλημμένος, ἐπειδὴ γαστρὸς ἥττων καὶ αἰδοίων ἐγένου; Ἀλλ’ ἐγώ σε, ἔφη, θήσω γυναικῶν ἁπαλώτερον καὶ λευκότερον | |
65 | τὴν χροιὰν οὐ πολλοῦ χρόνου.» Καὶ ἐπώμοσε τόν τε Βῆ‐ λον καὶ τὴν Μύλιττα (16)· οὕτως γὰρ τὴν Ἀφροδίτην καλοῦσι Βαβυλώνιοι. Καὶ ἅμα καλέσας τὸν εὐνοῦχον, τὸν τὰς μουσουργοὺς πεπιστευμένον, «Τοῦτον, ἔφη, ἄπαγε, καὶ ξυρήσας τὸ ὅλον σῶμα, καὶ κισηρίσας πλὴν | |
70 | κεφαλῆς, δὶς τῆς ἡμέρας λοῦε, καὶ σμῆχε ἀπὸ λεκίθου, καὶ τοὺς ὀφθαλμοὺς ὑπογραφέσθω, καὶ τὰς κόμας ἐμ‐ πλεκέσθω, ὥσπερ αἱ γυναῖκες· μανθανέτω δὲ ᾄδειν καὶ κιθαρίζειν καὶ ψάλλειν, ἵνα μοι μετὰ τῶν μουσουργῶν λειτουργῇ, γυναικὶ ὡμοιωμένος, μεθ’ ὧν καὶ δίαιταν ἕξει, | |
75 | λεῖος ὢν τὸ σῶμα, καὶ τὴν ἐσθῆτα τὴν αὐτὴν καὶ τὴν τέχνην ἔχων.» Ταῦτα εἰπόντος, ὁ εὐνοῦχος παραδεξά‐ μενος τὸν Παρσώνδην, κατεξύρησέ τε ὅλον πλὴν κεφα‐ λῆς, καὶ τὰ προσταχθέντα ἐδίδασκε, καὶ ἐσκιατράφει, λούων ἑκάστης ἡμέρας δὶς, καὶ λεαίνων, ὁμοδίαιτόν τε | |
80 | ποιῶν ταῖς γυναιξὶν, ὥσπερ ὁ δεσπότης προσέταξεν. Καὶ οὐ πολλοῦ χρόνου γίνεται ἄνθρωπός τε λευκὸς καὶ ἁπα‐ λὸς καὶ γυναικώδης, ᾖδέ τε καὶ ἐκιθάριζε πολὺ κάλλιον τῶν μουσουργῶν· οὐδείς τε ἂν ἰδὼν αὐτὸν λειτουργοῦντα ἐν συμποσίῳ Νανάρῳ (17) οὐχὶ γυναῖκα ὑπέλαβε, καὶ | |
85 | πολύ γε ἐκείνων εὐπρεπέστερον, μεθ’ ὧν ἑκάστοτε ἐλει‐ τούργει. Βασιλεὺς δὲ ὁ Μήδων Ἀρταῖος, ἐπειδὴ πάντη μαστεύων Παρσώνδην ἐξέκαμε, καὶ δῶρα προτείνων, εἴ τις αὐτὸν ἀνεύροι ἢ ζῶντα ἢ τεθνεῶτα, ὑπελάμβανέ που (18) ἐν κυνηγεσίῳ ὑπὸ λέοντος ἢ ἄλλου του θηρίου | |
90 | καταβεβρῶσθαι, καὶ μεγάλως ἐπ’ αὐτῷ ἠνιᾶτο, ἅτε ἀνδρειοτάτῳ ὄντι. Ὡς δ’ ἑπτὰ ἔτη ἐγένετο αὐτῷ τοιαύ‐ την δίαιταν ἔχοντι ἐν Βαβυλῶνι, τῶν εὐνούχων τινὰ ὁ Νάναρος μαστιγοῖ τε χαλεπῶς καὶ τὸ σῶμα αἰκίζε‐ ται. Καὶ αὐτὸν ὁ Παρσώνδης, μεγάλαις ἐλπίσιν ἐπά‐ | |
95 | ρας, ἀναπείθει παρὰ τὸν Ἀρταῖον εἰς Μήδους ἀποδρᾶ‐ ναι, καὶ πάντα φράσαι τὰ περὶ αὐτὸν βασιλεῖ, ὡς ζῇ τε καὶ λελώβηται, μετὰ μουσουργῶν δίαιταν ἔχων, Παρσώνδης ὁ σὸς φίλος ἐκεῖνος ὁ πολεμιστήριος. Καὶ ἐπειδὴ ταῦτ’ ἔφρασεν ὁ εὐνοῦχος βασιλεῖ, ἥσθη τε ἅμα | |
10(100) | καὶ μέγα στενάξας εἶπε, «Φεῦ λώβης ἀνδρὸς ἀγαθοῦ, πῶς ἠνέσχετο ὁ Παρσώνδης, ὃν ἐγὼ οἶδα, θηλυνόμενος τὸ σῶμα ὑπὸ ἐχθροῦ;» Καὶ ἅμα πέμπει τινὰ τῶν πι‐ στοτάτων ἄγγαρον (18) παρὰ τὸν Βαβυλώνιον (οὕτω γὰρ ἐκάλουν τοὺς βασιλέως ἀγγέλους). Ὁ δὲ Νάναρος | |
105 | ἀφικομένῳ τῷ ἀγγάρῳ, καὶ ἀπαιτοῦντι Παρσώνδην, ἔξαρνος γενόμενος, οὐδαμοῦ (19) ἔφη ἐκεῖνον ἑωρακέναι, ἐξ ὅτου ἀφανὴς ἐγένετο. Ὡς δὲ ταῦτα ἤκουσεν Ἀρταῖος, ἕτερον ἔπεμψεν ἄγγαρον πολὺ μείζω τοῦ προτέρου καὶ δυνατώτερον· ἐπέστειλέ τε ἐν διφθέρᾳ, ῥίψαντα τὴν Βα‐ | 361 |
110 | βυλωνίαν ἀπάτην, ὀπίσω ἀποπέμπειν τὸν ἄνδρα παρ’ ἑαυτὸν, ὃν ταῖς μουσουργοῖς τε καὶ εὐνούχοις παρέδω‐ κεν, ἢ ὅτι τὴν κεφαλὴν αὐτὸς οὐχ ἕξει. Ταῦτα ἔγραψε, καὶ ἅμα ἐκέλευσε τῷ ἀνδρὶ, εἰ μὴ παραδῷ Νάναρος τὸν Παρσώνδην, λαβόμενον τῆς ζώνης ἄγειν αὐτὸν ἐπὶ θα‐ | |
115 | νάτῳ. Ἀφικομένου δὲ τοῦ δευτέρου ἀγγάρου εἰς Βαβυ‐ λῶνα, καὶ ταῦτα ἀπαγγείλαντος, ὁ Νάναρος, δείσας περὶ τῆς ψυχῆς, παραδώσειν τε ὑπέσχετο τὸν ἄνθρωπον, καὶ προσέτι, ἀπολογούμενος τῷ ἀγγάρῳ, πείσειν ἔφη βασιλέα, ὡς δικαίως μετῆλθεν ἄνδρα ἄρξαντα μεγά‐ | |
120 | λης (20) ἀδικίας εἰς ἑαυτόν· πεπονθέναι γὰρ ἂν αὐτὸς ὑπ’ ἐκείνου χαλεπώτερα, εἰ μὴ βασιλεὺς ὁ δεσπότης αὐτοῦ ὑπερέσχε (21) τὴν δεξιάν. Ἐκ τούτου ἐπὶ πότον ἐτρά‐ πετο καὶ συνουσίαν, ἑστιῶν τὸν ἄγγαρον. Καὶ τοῦ δείπνου παρακειμένου, εἰσεληλύθεσαν αἱ μουσουργοὶ, | |
125 | ἑκατὸν καὶ πεντήκοντα γυναῖκες (22), μεθ’ ὧν ἦν καὶ Παρσώνδης. Καὶ αἱ μὲν ἐκιθάριζον, αἱ δ’ ηὔλουν, αἱ δὲ ἔψαλλον, ἐν πάσαις δὲ διέπρεπε μάλιστα Παρσώνδης καὶ κάλλει καὶ τέχνῃ, γυνὴ καὶ αὐτὸς νομιζόμενος. Καὶ ἐπειδὴ δείπνου ἄδην εἶχον, ἤρετο (23) ὁ Νάναρος τὸν | |
130 | ἄγγαρον, ἥτις αὐτῷ δοκεῖ πασῶν προφέρειν εὐμορφίᾳ τε καὶ εὐμουσίᾳ. Ὁ δ’, οὐδὲν μελλήσας, ἔφη ἐκείνην, Παρσώνδην δεικνύς. Καὶ ὁ Νάναρος, κροτήσας τὼ χεῖρε, ἐγέλα ἐπὶ πολὺν χρόνον, καὶ εἶπε, «Ταύτην ἆρα καὶ βούλει ἔχων εἰς νύκτα ἀναπαύεσθαι;» Ὁ δὲ, «Πάνυ μὲν | |
135 | οὖν,» ἔφη. «Ἀλλ’ οὐ δώσω,» εἶπεν ὁ Νάναρος. «Τί οὖν, ἔφη ὁ ἄγγαρος, ἐμοῦ πυνθάνῃ;» Μικρὸν δὲ διαλιπὼν, «Οὗτός ἐστιν, ἔφη, Παρσώνδης, ἐφ’ ὃν ἥκεις.» Ἀπιστοῦν‐ τος δ’ ἐκείνου (24), ὤμοσεν. Καὶ ὁ ἄγγαρος, «Θαῦμά μ’ ἔχει, ἔφη, ὅπως ζῆν ὑπέμεινε γυναικιζόμενος ἀνὴρ | |
140 | ἄλκιμος, καὶ οὐ διεχρήσατο ἑαυτὸν, εἰ μὴ καὶ ἄλλους ἐδύνατο· πῶς δὲ ταῦτ’ ἀνέξεται ὁ δεσπότης ἀκούσας;» Ὁ δὲ Νάναρος εἶπεν, «Ἐγὼ ῥᾳδίως αὐτὸν ἀναδιδάξω, ὡς οὐδὲν ἀδικῶ.» Τότε μὲν δὴ τοιαῦτα διελέγοντο, καὶ ἐκοιμήθησαν. Τῇ δὲ ὑστεραίᾳ ἐνθεὶς ὁ Βαβυλώνιος εἰς | |
145 | ἁρμάμαξαν Παρσώνδην ἀποπέμπεται σὺν τῷ ἀγγάρῳ. Ἐπεὶ δ’ ἧκον εἰς Σοῦσα, ἔνθα ἦν ὁ βασιλεὺς, δείκνυσιν αὐτῷ ὁ ἄγγαρος (25) τὸν ἄνδρα. Καὶ ἐπὶ πολὺν χρόνον ὁ Ἀρταῖος ἐν ἀγνοίᾳ (26) γενόμενος, ἐπειδὴ ἑώρα ἀντ’ ἀνδρὸς γυναῖκα γεγονότα, «Ὦ ταλαίπωρε, ἔφη, πῶς | |
10(150) | ὑπέμεινας ὧδε λωβηθῆναι, καὶ οὐ πρότερον ἀπέθανες;» Ὁ δὲ ἀπεκρίνατο, «Ἥ τοι ἀνάγκη, ὦ δέσποτα, καὶ θεῶν λέγεται κρείττων ὑπάρχειν. Ἐγὼ δὲ ἔτλην καὶ ἐκ | |
τοιῶνδε παθημάτων ζῆν (27), ἵνα ἅμα μέν σε ἐγγένοιτό μοι θεωρῆσαι, ἔπειτα δὲ Νάναρον τιμωρήσασθαι διὰ | 362 | |
155 | σοῦ, ἅπερ ἐμοὶ οὐκ ἂν ὑπῆρξε τετελευτηκότι· ἀλλὰ μή με, ἔφη, δέσποτα, ψεύσῃ τῆς ἑτέρας ἐλπίδος, ἀλλά μοι τὴν δίκην ἀπόδος παρ’ ἀνδρὸς κακοῦ.» Καὶ ὁ Ἀρταῖος ὑπέσχετο, ἐπειδὰν εἰς Βαβυλῶνα ἀφίκηται. Οὐ πολλοῦ δὲ χρόνου ὅ τε Παρσώνδης ἀπέλαβεν τὴν ἀνδρείαν φύ‐ | |
160 | σιν, καὶ ὁ βασιλεὺς (28) ἀφίκετο εἰς Βαβυλῶνα· κατε‐ βοᾶτό τε ὁσημέραι ὑπ’ αὐτοῦ, ὅπως τιμωρήσεται τὸν Νάναρον. Καὶ ὃς ἧκε παρὰ βασιλέα, καὶ ἔφη δίκαια ποιῆσαι. «Πρότερος γὰρ ἐκεῖνος, οὐδὲν κακὸν παθὼν, ἐμὲ διέβαλεν, ἔφη, παρά σοι, ὥς με κτείνειάς τε καὶ τὴν | |
165 | Βαβυλῶνος ἀρχὴν αὐτῷ δοίης.» Ἀρταῖος δὲ ἔφη δικαιό‐ τερα Παρσώνδην αἰτεῖσθαι· χρῆναι (29) γὰρ μὴ σαυτῷ δικάζειν, μηδὲ τοιαύτας ἐξευρίσκειν δίκας, ἀλλὰ ἐμοὶ ἐπιτρέπειν τὴν κρίσιν· τέλος δέ σοι ἐς δεκάτην ἐξοίσω ἡμέραν τό σοι πρέπον. Ὁ δὲ Νάναρος, ταῦτα ἀκούσας, | |
170 | ἐν δεινῷ φόβῳ ἦν καὶ ἐπὶ Μιτραφέρνην (30) καταφεύγει, ὃς ἦν τῶν εὐνούχων δυνατώτατος, καὶ ὑπισχνεῖτο αὐτῷ χρυσίου τάλαντα δέκα, καὶ φιάλας χρυσᾶς δέκα, καὶ ἀργυρᾶς διακοσίας, καὶ [Παρσώνδῃ] ἀργυρίου (31) νο‐ μίσματος τάλαντα ἑκατὸν, καὶ ἄλλας ἐσθῆτας πολυτε‐ | |
175 | λεῖς, βασιλεῖ δὲ χρυσοῦ μὲν τάλαντα ἑκατὸν, καὶ φιάλας χρυσᾶς ἑκατὸν, ἀργυρᾶς δὲ τριακοσίας, ἀργυροῦ δὲ νο‐ μίσματος τάλαντα χίλια, ἐσθῆτάς τε παμπληθεῖς, καὶ ἄλλα πολλὰ [καὶ] καλὰ δῶρα, εἰ τὴν ψυχὴν αὐτῷ ἐξαι‐ τήσειεν καὶ τὴν Βαβυλῶνος βασιλείαν παρὰ Ἀρταίου. | |
180 | Καὶ ὁ εὐνοῦχος ᾤχετο παρὰ βασιλέα, καὶ πολλὰ δεηθεὶς, ἅτε ὢν τιμῆς τῆς πρώτης, εἶπεν ὅτι οὐκ εἴη θανάτου ἄξιος ὁ ἀνήρ· οὐ γὰρ κτείνειε Παρσώνδην, ἀλλὰ ὑβρι‐ σθεὶς καὶ δεινὰ παθὼν ἀνθυβρίσειεν. «Εἰ δὲ καὶ θανάτου εἴη ἄξιος, ἐμοὶ, ὦ δέσποτα, δὸς, ἔφη, τὴν χάριν ταύ‐ | |
185 | την καὶ τὴν παραίτησιν ὑπὲρ αὐτοῦ. Δώσει δὲ ὁ ἀνὴρ σοὶ μὲν τῷ δεσπότῃ πολὺν (32) χρυσόν τε καὶ ἄργυρον, Παρσώνδῃ δὲ, ποινὴν ὧν ἔδρασεν, ἑκατὸν τάλαντα ἀρ‐ γυρίου.» Πείθεται τούτοις ὁ βασιλεὺς, καὶ τοῦτο τὸ τέ‐ λος ἐκπέμπει Νανάρῳ. Καὶ ὁ μὲν προσεκύνησεν· Παρ‐ | |
190 | σώνδης δὲ, κινῶν τὴν κεφαλὴν, «Ὄλοιτο, ἔφη, ὁ πρῶτος χρυσὸν ἐξευρὼν εἰς ἀνθρώπων γένος· διὰ τοῦτο γὰρ ἐγὼ νῦν γέλως γέγονα ἀνδρὶ Βαβυλωνίῳ.» Καὶ ὁ εὐνοῦχος, αἰσθόμενος αὐτὸν βαρέως φέροντα, «Ὦ ’γαθὲ, ἔφη, παῦ‐ σαι ὀργιζόμενος, καί μοι πείθου, φίλος τε γίνου Νανάρῳ, | |
195 | ταῦτα γὰρ ὁ δεσπότης βούλεται.» Ὁ δὲ Παρσώνδης και‐ ρὸν ἐτήρει ἀμύνασθαι, εἰ δύναιτο, τόν τε εὐνοῦχον καὶ Νάναρον, καὶ εὗρεν, καὶ ἠμύνατο. Ζήτει ἐν τῷ Περὶ στρατηγημάτων. | |
11 | Suidas. v.: ἐξεκεκλήκει, ἐκ τοῦ δείπνου ἀνίστη· «Νυκτὸς δὲ γενομένης τοὺς οἰκέτας ἐξεκεκλήκει τοὺς | |
Νανάρου.» Σφοδροῦ, λαμπροῦ, πολυδαπάνου. «Σφοδροῦ τε | 363 | |
5 | πότου γενομένου, ἐνεδρεύων ὁ Παρσώνδης αὐτὸς μὲν ὀλίγον ἔπινεν, ἐκείνοις δὲ πολὺν ἐγχεῖν τῷ θεράποντι ἐκέλευε.» | |
12 | Exc. De virt.: Ὅτι ὁ Στρυαγγαῖος (1) μετὰ τὴν ἀναίρεσιν Μαρμάρεω (2) τοῦ Σακῶν βασιλέως εἴχετο ἔρωτι Ζαριναίας (3) σιγῇ πάλαι· κἀκείνη δὲ αὐτοῦ. Καὶ ἐπεὶ πλησίον γίνεται ὁ ἀνὴρ Ῥωξανάκης (4) τῆς πόλεως, | |
5 | ἔνθα Σάκαις τὸ βασίλειον ἦν, ὑπήντησεν αὐτῷ Ζαρι‐ ναία, καὶ θεασαμένη σὺν πολλῇ χαρᾷ ἐδεξιοῦτό τε αὐτὸν, καὶ ἐφίλησε πάντων ὁρώντων, εἴς τε τὸ ἅρμα αὐτοῦ μετενέβη (5, καὶ διαλεγόμενοι ἧκον εἰς τὸ βασίλειον. Ὑποδέχεται δὲ ἡ Ζαριναία καὶ τὴν ἑπομένην αὐτῷ | |
10 | στρατιὰν λαμπρότατα. Ἐκ τούτου ἐπὶ (6) τὴν αὐτοῦ καταγωγὴν Στρυαγγαῖος ἀπελύετο, ὑποστενάζων διὰ τὸν Ζαριναίας ἔρωτα. Οὐ καρτερῶν δὲ κοινοῦται τῷ πιστοτάτῳ τῶν εὐνούχων, οἳ συνείποντό οἱ. Ὁ δὲ (7) θαρρύνας αὐτὸν, παρῄνει τὴν πολλὴν ἀτολμίαν ῥί‐ | |
15 | ψαντα, αὐτῇ εἰπεῖν Ζαριναίᾳ. Καὶ ὃς, πεισθεὶς, ἀνα‐ πηδήσας ᾤχετο παρ’ αὐτήν· ἀσμένως δὲ ἐκείνης παρα‐ δεξαμένης αὐτὸν, πολλὰ διαμελλήσας καὶ στενάξας καὶ μεταβαλὼν τὸ χρῶμα, ἐτόλμησεν ὅμως, καὶ εἶπε πρὸς αὐτὴν, ὡς δι’ ἔρωτος εἴη σφοδροῦ καιόμενος τῷ | |
20 | πόθῳ αὐτῆς. Ἡ δὲ πρᾴως μάλα ἀναινομένη, καὶ ἑαυτῇ ἔφη τὸ πρᾶγμα ἐπαισχὲς εἶναι καὶ βλαβερὸν, κἀκείνῳ πολὺ αἴσχιον καὶ βλαβερώτερον, γυναῖκα ἔχοντι Ῥοιταίαν τὴν Ἀστιβάρα θυγατέρα, ἣν ἀκούειν (8) πολὺ καλλίω καὶ αὐτῆς εἶναι καὶ ἄλλων πολλῶν | |
25 | γυναικῶν. Δεῖν οὖν αὐτὸν μὴ πρὸς πολεμίους μόνον ἀνδρίζεσθαι, ἀλλὰ καὶ πρὸς τὰ τοιαῦτα, ἐπειδάν τι προσπέσῃ τῇ ψυχῇ· καὶ μὴ βραχείας τέρψεως χάριν, ἣν καὶ ἐκ παλλακίδων οἷόντ’ ἔχειν, τὸν πολὺν ἀνιᾶσθαι χρόνον, εἰ αἴσθοιτο Ῥοιταία. Τοῦτ’ οὖν μεθέντι ἔφη | |
30 | ἄλλο τι αἰτεῖσθαι· οὐδενὸς γὰρ ἀτυχήσειν παρ’ αὐτῆς. Ὁ μὲν δὴ, τοιαῦτα εἰπούσης, ἐπὶ πολὺ ἥσυχος ἦν, αὖθις δ’ ἀσπασάμενος αὐτὴν ἀπέρχεται, καὶ ἐν πλέο‐ νι (9) ἀθυμίᾳ ἦν, πρός τε τὸν εὐνοῦχον ὠδύρετο. Τέλος | |
δὲ γράψας εἰς διφθέραν ἐξώρκωσε τὸν εὐνοῦχον, ἐπειδὰν | 364 | |
35 | αὑτὸν διαχρήσηται, μηδὲν προκατειπόντα, τὴν διφθέ‐ ραν ἀποδοῦναι Ζαριναίᾳ. Ἐγέγραπτο δὲ, «Στρυαγ‐ γαῖος Ζαριναίᾳ λέγει τάδε· Ἐγὼ μέν σε ἔσωσά τε καὶ τῶν νῦν παρόντων ἀγαθῶν αἴτιος γέγονα· σὺ δέ με ἀπέκτεινας καὶ πάντων ἀνόνητον πεποίηκας. Εἰ μὲν | |
40 | οὖν σοι ταῦτα πέπρακται δικαίως, σύ τε (10) πάντων τύχοις τῶν ἀγαθῶν καὶ εἴης μακαρία· εἰ δὲ ἀδίκως, σύ τε τοῦ αὐτοῦ πάθους ἐμοὶ πεῖραν λάβοις· σὺ γάρ (11) μοι παρῄνεσας τοιοῦτον γενέσθαι.» Ταῦτα γράψας ὑπὸ τῷ προσκεφαλαίῳ τίθησι, καὶ εἰς ᾅδου ἀπιὼν ἀν‐ | |
45 | δρείως τὸ ξίφος ᾔτει. Ὁ δὲ εὐνοῦχος ****. [Λείπουσι δύο σελίδες.] Suidas v.: ὠμή: «Δέδοικα μὴ δόξῃς ὠμή τις εἶναι δεινῶς οὕτω τιμωρουμένη,» Νικόλαος Δαμ. φησι. | |
13 | Etym. M: Ἀχαιμένης, ὁ ἥρως, ἀφ’ οὗ καὶ οἱ Πέρσαι Ἀχαιμενίδαι· γέγονεν υἱὸς Περσέως· ὠνόμασται δὲ ἀπὸ τοῦ εἶναι τὸν προπάτορα αὐτοῦ ἀπὸ τῆς Ἀχαΐας. Οὕτω Νικόλαος ἐν δευτέρῳ τῶν Ἱστοριῶν. | |
t14-21a | [ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ Γʹ.] | |
14 | Exc. De insid.: Ὅτι Ἀμφίων καὶ Ζῆθος οἱ τῆς Ἀντιόπης υἱοὶ, γεννηθέντες καθ’ ὁδὸν (1) ἐξετέθησαν. Λύκου δὲ τῆς βασιλείας ἐκπεσόντος, καὶ Λαΐου ἤδη βασιλέως καταστάντος ὑπὸ Καδμείων, Ζῆθος καὶ Ἀμ‐ | 365 |
5 | φίων ἐφοίτων ἐκ τοῦ Κιθαιρῶνος εἰς Θήβας πρὸς τὸν Λύκον καὶ τὴν μητέρα· καὶ ᾔδεσαν οἷα πάσχοι καὶ ἥτις εἴη, οὐ μέντοι μόνῆ ἐδύναντο ἀφικέσθαι εἰς λόγους· εἷρκτο (2) γὰρ τὰ πολλὰ ὑπὸ τῆς Δίρκης. Λαΐου δὲ βα‐ σιλεύοντος, ἀφικομένοις εἰς τὸν Λύκου κῆπον ἡ μήτηρ | |
10 | αὐτῶν Ἀντιόπη ὑδρευομένη διψῶσι τὸν γαυλὸν προσ‐ σχοῦσα πιεῖν ἔδωκεν καὶ μονωθεῖσα ὠδύρετο τὰς πάθας, προπεπυσμένη ὅτι παῖδές εἰσιν αὐτῆς, ἱκέτευέ τε ἀμφι‐ πίπτουσα τὴν μητέρα κακῶν ἐξελέσθαι, ἐδήλωσέ τε ὅτι ταῦτα πάσχοι διὰ τὸν ἐκείνων τόκον. Οἱ δ’ ἐπεὶ πάντα | |
15 | ἔγνωσαν, ἀχθόμενοι τοῖς κακοῖς τῆς μητρὸς, Λύκον εὐθέως ἀπέκτειναν, καὶ Δίρκην καταλεύσαντες εἰς πο‐ ταμὸν ἔρριψαν, ὃς ἀπὸ τοῦ πάθους Δίρκη καλεῖται. Λάϊος δ’ αὐτοῖς συνέγνω ταῦτα δράσασι, καὶ τὸν Λύκου καὶ Νυκτέως οἶκον ἔδωκεν ἀνθ’ ὧν ἠδίκηντο. Καὶ οὕτω | |
20 | μητέρα ἐρρύσαντο. | |
15 | Ibid.: Ὅτι βασιλεύοντι τῷ Λαΐῳ καὶ γήμαντι Ἐπικάστην παῖδες οὐκ ἐγίνοντο. Τούτων ἕνεκα εἰς Δελ‐ φοὺς χρησόμενος τῷ μαντείῳ ἀφίκετο. Ὁ θεὸς δὲ αὐτῷ ἔχρησε παῖδα ποιήσεσθαι (1) ὅστις αὐτὸν ἀποκτείνας | |
5 | τὴν μητέρα γυναῖκα ἕξει. Μετὰ δὲ τὸν χρησμὸν γίνεται τῷ Λαΐῳ κόρος, ὅντινα εὐθὺς γενόμενον ἀπέθεντο ἐν Κιθαιρῶνι, ὅπως ἂν φθαρείη. Βουκόλοι δὲ Πολύβου τοῦ‐ τον ἀνείλοντο· λέγεται δὲ ὁ Πόλυβος Ἑρμοῦ εἶναι· ὃν ἐφευρόντες ἀπεκόμισαν τῷ δεσπότῃ. Ὁ δὲ λαβὼν ἔτρε‐ | |
10 | φεν ὡς ἂν αὐτοῦ γενόμενον, Οἰδίπουν ὀνομάσας· ᾤδει γὰρ τοὺς πόδας ὑπὸ σπαργάνων (2). Περιιόντι δὲ τῷ χρόνῳ ἐπεὶ ἀνὴρ ἐγένετο, ἐπὶ ζήτησιν ἵππων εἰς Ὀρχο‐ μενὸν ἀφικνεῖται τῆς Βοιωτίας, καί πως αὐτῷ Λάϊος | |
ἀπαντᾷ, θεωρὸς εἰς Δελφοὺς βαδίζων μετὰ τῆς γυναικὸς | 366 | |
15 | Ἐπικάστης. Ὁ δὲ κήρυξ, ὅστις συνῆν αὐτοῖς, ἐκέ‐ λευσε προϊὼν τὸν Οἰδίπουν εἶξαι τῷ βασιλεῖ τῆς ὁδοῦ. Ὁ δὲ ὑπὸ μεγαλοφροσύνης τῷ ξίφει πλήξας αὐτὸν καὶ Λάϊον ἐπιβοηθοῦντα ἀπέκτεινε, τῆς δὲ γυναικὸς οὐχ ἥψατο. Ταῦτα δὲ πράξας ἀνέφυγεν εἰς τὸ ὄρος καὶ ἐν | |
20 | τῇ ὕλῃ ἀφανὴς ἐγένετο. Ἐπικάστη δὲ ὀλίγον ὕστερον, ἀφικομένων τῶν θεραπόντων, ἐζήτει τὸν φονέα τοῦ Λαΐου· ἐπεὶ δὲ οὐχ εὑρίσκετο, θάψασα αὐτόθι ἐν Λαφυ‐ στίῳ Λάϊόν τε καὶ τὸν κήρυκα, ἵναπερ καὶ ἀπέθανον, ἐπανῆλθεν εἰς Θήβας. Ὁ δὲ Οἰδίπους ἐκ τοῦ Ὀρχομενοῦ | |
25 | εἰς Κόρινθον παρὰ Πόλυβον ἀφίκετο, καὶ τὰς ἡμιόνους τοῦ Λαΐου, ἤλαυνε γὰρ καὶ ταύτας, ἀγαγὼν Πολύβῳ ἔδωκεν, καὶ λευκαδί (3) συνῆν, καὶ ὡς πάλαι πατέρα αὐτὸν ἐνόμιζεν. | |
16 | Exc. De virt.: ** εἴτε Βελλεροφόντης, εἴτε τὸ θη‐ ρίον ἀποθάνοι. Κτείνει δ’ οὖν τὴν Χίμαιραν ὁ Βελλερο‐ φόντης, καὶ τὴν Λυκίαν ἐλευθεροῖ τῶν φόβων. Ἀγασθεὶς δ’ αὐτοῦ τὸ γενναῖον Ἀμφιάναξ, τήν τε θυγατέρα ἔδωκε | |
5 | καὶ [τὴν] βασιλείαν ἔχειν. Μετὰ δὲ ταῦτα, Σθενεβοίας ἀπαγξαμένης, ἀνάπυστος ὁ ἔρως ἐγένετο, καὶ ἡ Βελλε‐ ροφόντου δικαιοσύνη· καὶ ὁ Προῖτος αὐτῷ ὑπέχειν δίκας ἕτοιμος ἦν. | |
17 | Exc. De insid.: Ὅτι ἐπὶ Περσέως (1) ταῦτα ἐγέ‐ νετο. Τάνταλος ὁ Τμώλου, ἀφ’ οὗ τὸ ὄρος ὁ Τμῶλος ἐν Λυδίᾳ καλεῖται, πόλεμον ἔχων πρὸς Ἶλον τὸν Τρωὸς Φρυ‐ γῶν βασιλέα, ἡττηθεὶς μάχῃ ἐκλείπει τὴν χώραν (2)· | |
5 | μέλλων δὲ εἰς Πελοπόννησον ἐξοικίζεσθαι, αὐτὸς μὲν ὑπὸ γήρως ἐν Λυδίᾳ ἔμεινεν, τὸν υἱὸν δὲ Πέλοπα σὺν στρατῷ ἔπεμψεν εἰς τὴν γῆν. Ὁ δὲ ἐπεὶ ἀφίκετο [ὑπὸ] πολλῷ (3) πλούτῳ τὴν ἀδελφὴν Νιόβην ἄγων, ὁρμηθεὶς τὸ τελευταῖον ἐκ Σιπύλου, ταύτην μὲν ἔδωκεν Ἀμφίονι | |
10 | τῷ Θηβαίῳ, αὐτὸς δὲ τῆς Πελοποννήσου ἦλθεν εἰς Πίσαν, ἔνθα ἐβασίλευσεν Οἰνόμαος θυγατέρα ἔχων Ἱπποδάμειαν, ἣν ἄλλοι τε ἐμνῶντο καὶ δὴ καὶ Μυρτί‐ λος ὁ Ὑπεροχίδου (4), συγγενὴς Οἰνομάου. Ταύτης ὁ πατὴρ ἐρῶν οὐδενὶ ἤθελε καταινεῖν πρὸς γάμον· | |
15 | ἡ δ’ ἀναινομένη ἔφευγε (5) τὸν πατέρα. Ὡς δὲ ἦλθεν εἰς Πίσαν ὁ Πέλοψ ὑπὸ πολλῷ στρατῷ, πέμψας Μυρτίλον Οἰνόμαος (6) πρὸς αὐτὸν, ἐπυνθάνετο, ὅτου χάριν ἀφί‐ κοιτο· προσεδόκα δὲ μνηστῆρα αὐτὸν γενέσθαι τῆς θυγατρός. Ὁ δὲ ἀπεκρίνατο πρὸς τὸν Μυρτίλον, ὅτι | 367 |
20 | τὴν χώραν οἰκήσων. Καὶ ὁ Μυρτίλος εἶπεν ὅτι οὐκ εὐπετὲς εἴη ἄκοντος Οἰνομάου· αὐτὸς μέντοι δύνα‐ σθαι ἀντ’ ἐκείνου πρᾶξαι, εἰ ὑπόσχοιτο Οἰνομάου κρα‐ τήσας δώσειν αὐτῷ πρὸς γάμον τὴν ἐκείνου θυγατέρα. Ὁ δ’ ὑπέσχετο καὶ ὤμοσε ταῦτα ποιήσειν. Μετὰ ταῦτα | |
25 | ἔρχεται πρὸς Οἰνόμαον ὁ Μυρτίλος, καὶ τὰ παρὰ Πέ‐ λοπος διηγήσατο· ὁ δὲ τὸν στρατὸν ἁλίσας καὶ αὐτὸς ὁπλισθεὶς ἐξῆλθεν εἰς μάχην ἐκβαλεῖν Πέλοπα χρῄζων ἀπὸ τῆς χώρας. Ὁ δὲ αὐτῷ ὑπαντιάζει μετὰ τῶν ἑπομέ‐ νων, καὶ ἀρχομένης τῆς μάχης, ὁ Μυρτίλος παραιβά‐ | |
30 | της ὢν ἐπὶ τοῦ ἅρματος, πλήξας ξίφει τὸν Οἰνόμαον ἀπὸ τοῦ δίφρου (7) κατέβαλε, καὶ ταῦτα πράξας πρὸς Πέλοπα ἀπεχώρησεν. Πεσόντος δὲ Οἰνομάου, ὁ στρατὸς διεσκεδάσθη, καὶ ἄλλοι ἄλλῃ ἔφευγον. Ὁ δὲ Πέλοψ, καθ’ ἡσυχίαν εἰς Πίσαν ἐλάσας, ἐκείνην κατέσχε καὶ | |
35 | τὴν Οἰνομάου πᾶσαν ἀρχήν. Ὕστερον δὲ Ἱπποδάμειαν γῆμαι θέλων, τὸν Μυρτίλον, διά τε τοῦτο καὶ Ἱπποδα‐ μείᾳ χαριζόμενος δεομένῃ τιμωρήσασθαι τὸν φονέα τοῦ πατρὸς, ἀγαγὼν εἰς πέλαγος ἐπόντωσεν, καὶ μετὰ ταῦτα ἔγημε (8) τὴν Ἱπποδάμειαν. | |
18 | Exc. De virt.: Ὅτι οἱ Ἀργοναῦται πλέοντες ἐπὶ Κόλχους, ἐπεὶ ἐγένοντο ἐν Λήμνῳ ὑπὸ γυναικῶν τότε οἰκουμένῃ, ἧς Ὑψιπύλη ἐβασίλευεν (οἱ δὲ ἄνδρες (1) ἤδη κατέλιπον τὰς γυναῖκας ὑπὸ ζηλοτυπίας, ὅτι ταῖς | |
5 | Θρῄσσαις ἐμίγνυντο καταλιμπάνοντες ταύτας), ἔρχεται εἰς λόγους Ἰάσονι Ὑψιπύλη· καὶ δῶρα δοῦσα ἔπεισεν αὑ‐ τῇ (2) συγκοιμηθῆναι, καὶ τοὺς ἄλλους πεῖσαι ταῖς λοι‐ παῖς συνευνᾶσθαι, ὡς ἂν ἐγγεννήσειαν παῖδας ἐξ αὐτῶν. Ὁ δὲ ἐπείσθη, καὶ συγγίνονται ταῖς Λημνίαις οἱ Ἀργο‐ | |
10 | ναῦται· καὶ ἡ Ὑψιπύλη παῖδα ἔσχεν Εὔνεον (3). Καὶ μείναντες ὀλίγον χρόνον, πάλιν ᾤχοντο. | |
19 | Exc. De insid.: Ὅτι Λάρισσα ὑπὸ Πιάσου τοῦ πατρὸς ἐρασθεῖσα καὶ βιασθεῖσα καὶ βαρέως φέρουσα τὸ πάθος, τῶν τινὰς οἰκετῶν προσποιησαμένη, τὸν πα‐ τέρα κεκυφότα εἰς πίθον οἴνου ὤσασα ἐπὶ κεφαλῆς | 368 |
5 | ἀπέκτεινεν. | |
20 | Exc. De virt.: Ὅτι μετὰ τοὺς γάμους Ἡρακλῆς, εἴτε χολῆς ζεσάσης, εἴτε ἄλλῳ τρόπῳ παραφρονήσας καὶ μανεὶς, κτείνει μὲν δύο τῶν Ἰφικλέους παίδων· τὸν γὰρ πρεσβύτατον Ἰόλαον ὁ πατὴρ ἐξήρπασε· κτεί‐ | |
5 | νει δὲ τοὺς Μεγάρας υἱεῖς, ὧν τὸν νεώτατον, ἐπιμαστί‐ διον ὄντα, ἀποσπάσας βίᾳ τῆς μητρὸς, ὀλίγου ἐδέησε Μεγάραν ἀποκτεῖναι ἀντεχομένην τοῦ παιδὸς, εἰ μὴ καὶ ταύτην ἐρρύσατο ἐπελθὼν Ἰφικλῆς. Μετ’ οὐ πολὺ δὲ ταῦτα δράσας, ἔννους ἐγένετο καὶ ἐσωφρόνισεν, ἐκλι‐ | |
10 | πεῖν τε διενοεῖτο τὰς Θήβας, ἀχθόμενος ἐπὶ τῇ συμ‐ φορᾷ. Ἰφικλῆς δὲ καὶ Λικύμνιος παρεκάλουν αὐτὸν ἀπενιαυτίσαντα, ὡς νόμος ἐστὶν, ἔξω, καὶ καθηράμε‐ νον ἐπανελθεῖν εἰς Θήβας, καὶ οἰκεῖν. Ὡς δ’ οὐκ ἔπει‐ θον, καὶ αὐτοὶ συνεξώρμησαν. Μεγάρα δὲ καὶ αὐτὴ | |
15 | συνεξώρμα, τῆς μητρὸς κωλυούσης (1), τοῦ δὲ πατρὸς συνεπαινοῦντος Κρέοντος. Εὐρυσθεὺς δὲ ὁ Σθενέλου τοῦ Περσέως, αἰσθόμενος τὰ καταλαβόντα Ἡρακλέα, μετεπέμπετο αὐτὸν εἰς Τίρυνθα· ὁ δὲ, εἰς νοῦν βαλό‐ μενος τὸ Ἀμφιτρύωνι χρησθὲν, ὅτι χρεὼν εἴη πείθε‐ | |
20 | σθαι Εὐρυσθεῖ, καὶ ἐσαῦθις μέγα ἕξειν κλέος, ἐναγόν‐ των (2) ἅμα Λικυμνίου καὶ Ἀλκμήνης κατὰ τὴν συγ‐ γένειαν, ὥρμησεν εἰς Τίρυνθα μετὰ πάντων. Καὶ ἐπεὶ ἀφίκοντο, Εὐρυσθεὺς Λικυμνίῳ μὲν καὶ Ἰφικλεῖ εὐθέως φίλος ἦν, Ἡρακλέα δὲ ὑφεωρᾶτο, καὶ οὐδαμῶς ᾠκειοῦτο, | |
25 | προσέταττέ τε αὐτῷ τοὺς πόνους ἐκτελεῖν, οὕστινας ἄθλους καλοῦμεν. Ὁ δὲ ἐπείθετο, τῷ μαντείῳ ἑπόμενος. Ζήτει ἐν τῷ Περὶ ἀνδραγαθημάτων. Ibid.: Ὅτι Σκάμανδρος ὁ βασιλεύσας (1) πρῶτος | |
τῶν Τρώων, Σάμωνι χρησάμενος συνεργῷ, τοὺς ἐν τῇ | 369 | |
30 | Τρωάδι ἐνίκησεν· ἀποθανόντος δὲ Σάμωνος (2) κατὰ τὴν μάχην, τὴν γυναῖκα αὐτοῦ Δάδαν, μητέρα τῶν νεανί‐ σκων, εἰς τὸ Πόλιον (3) ἐξέπεμψε διὰ κήρυκος, ὡς ἂν ἐκεῖ συνοικήσειεν ὅτῳ βούληται. Ὁ δὲ κήρυξ κατὰ τὴν ὁδὸν βιασάμενος αὐτὴν ᾔσχυνεν. Ἡ δὲ τὸ ξίφος ἔχουσα | |
35 | τὸ τοῦ ἀνδρὸς, αὑτὴν διεχρήσατο. Αἰσθόμενοι δὲ οἱ Κρῆτες τὸν κήρυκα κατέλευσαν, ἔνθα ὁ χῶρος Ἀναι‐ δείας (4) ὠνομάσθη. | |
21a | Schol. Hom. Odyss. α, 21: Ἐγὼ δὲ καὶ Νικόλαος λέγει ὅτι Ὀδυσσεὺς λέγεται παρὰ τοῦ ὀδυσσεύω, τὸ μισῶ. Οὕτω γὰρ ἐκλήθη διὰ τὸ συμβεβηκὸς, ὡς καὶ ἐκ τῶν ῥαψῳδιῶν ἔξεστι μαθεῖν. | |
t22-41 | ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ Δʹ. | |
22 | Steph. B.: Τόρρηβος, πόλις Λυδίας, ἀπὸ Τορρήβου τοῦ Ἄτυος. Τὸ ἐθνικὸν Τορρήβιοι, καὶ θηλυκὸν Τορ‐ ρηβίς. Ἐν δὲ τῇ Τορρηβίδι ἐστὶν ὄρος Κάριος καλεό‐ μενον (1) καὶ τὸ ἱερὸν τοῦ Καρίου ἐκεῖ. Κάριος δὲ Διὸς | |
5 | παῖς καὶ Τορρηβίας, ὡς Νικόλαος τετάρτῳ· ὃς πλαζό‐ μενος περί τινα λίμνην, ἥτις ἀπ’ αὐτοῦ Τορρηβία ἐκλήθη, φθογγῆς Νυμφῶν ἀκούσας, ἃς καὶ Μούσας Λυ‐ | |
δοὶ καλοῦσι, καὶ μουσικὴν ἐδιδάχθη, καὶ αὐτὸς [τοὺς] 2) Λυδοὺς ἐδίδαξε, καὶ τὰ μέλη διὰ τοῦτο Τορρήβια | 370 | |
10 | ἐκαλεῖτο. | |
23 | Idem: Λυκοσθένη, πόλις Λυδίας· Ξάνθος πρώτῃ Λυδιακῶν· ἣν καὶ Λυκοσθενείαν Νικόλαός φησιν. Ὁ πο‐ λίτης Λυκοσθενεὺς, ὡς Βερενικεύς· παρὰ δὲ Λυδοῖς Λυκοσθενίτης, ὡς Δικαιαρχίτης. | |
24 | Exc. De virt.: Ὅτι Μόξος ὁ Λυδὸς, πολλὰ καὶ καλὰ ἐργασάμενος, καὶ τὸν Μήλην (1) τῆς τυραννίδος καθελὼν, τοῖς Λυδοῖς παρεκελεύσατο τὴν δεκάτην ἀπο‐ δοῦναι, καθὰ (2) ηὔξατο, τοῖς θεοῖς. Οἱ δὲ ἐπείθοντο, | |
5 | καὶ ἀπαριθμοῦντες τὰ κτήματα ἐξῄρουν τὴν δεκάτην ἁπάντων, καὶ κατέθυον. Ἐκ τούτου μέγιστος αὐχμὸς (3) καταλαμβάνει Λυδίαν, καὶ οἱ ἄνθρωποι ἐπὶ μαν‐ τείαν (4) κατέφευγον. ** Πολλὰς δὲ στρατείας λέγεται πεποιῆσθαι οὗτος ὁ ἀνὴρ, καὶ ἦν αὐτοῦ κλέος μέγιστον | |
10 | ἐν Λυδοῖς ἐπί τε ἀνδρείᾳ καὶ δικαιοσύνῃ. Ταῦτα δὲ πράξας αὖθις ἐπὶ τὴν Κράβον (5) ἐστάλη, καὶ πολὺν | |
χρόνον αὐτὴν πολιορκήσας εἷλε (6) καὶ ἐπόρθησε, τοὺς δὲ ἀνθρώπους εἰς τὴν πλησίον λίμνην ἀγαγὼν οἷα ἀθέ‐ ους (7) ἐπόντωσεν. | 371 | |
25 | Steph. Byz.: Νήραβος, πόλις Συρίας. Νικόλαος τετάρτῳ. Τὸ ἐθνικὸν Νηράβιος, ὡς τοῦ Τόρρηβος Τορ‐ ρήβιος. | |
26 | Steph. Byz.: Ἀσκάλων, πόλις Συρίας πρὸς τῇ Ἰουδαίᾳ. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν φησὶν, ὅτι Τάνταλος καὶ Ἄσκαλος παῖδες Ὑμεναίου· τὸν δὲ Ἄσκα‐ λον ὑπὸ Ἀκιαμοῦ τοῦ Λυδῶν βασιλέως αἱρεθέντα στρα‐ | |
5 | τηγὸν εἰς Συρίαν στρατεῦσαι, κἀκεῖ παρθένου ἐρασθέντα πόλιν κτίσαι, ἣν ἀφ’ ἑαυτοῦ οὕτως ὠνόμασε. Τὰ αὐτὰ καὶ Νικόλαος ἐν τετάρτῃ ἱστορίᾳ. | |
27 | Exc. De virt.: Ὅτι Σαλμωνέως (1) θυγάτηρ ἐγέ‐ νετο, ἥτις ἐρασθεῖσα τοῦ πατρὸς ὑπ’ ἀμηχανίας αὑτὴν διειργάσατο (2), πρὶν γάμου κυρῆσαι. Ὁ πατὴρ δὲ αὐτῇ τιμὴν ἔταξεν ἀνὰ πᾶν ἔτος πανήγυριν ἄγεσθαι. | |
28 | Ibid.: Ὅτι Καμβλίτας (1) βασιλεὺς Λυδίας. Τοῦ‐ τον λέγεται οὕτω γαστρίμαργον σφόδρα γενέσθαι, ὥστε καὶ τὴν αὑτοῦ γυναῖκα ἐπιθύσαντα (2) καταφαγεῖν. Αὐτός γε μὴν, (3) ἑαυτὸν δόξας ὑπὸ φαρμακῶν βεβλά‐ | |
5 | φθαι, περιβοήτου τοῦ πράγματος γενομένου, ξίφος ἔχων, πληθούσης ἀγορᾶς ἐν μέσῳ στὰς εἶπεν· «Ὦ Ζεῦ, εἰ μὲν ἀπ’ ἐμαυτοῦ δέδρακα ταῦτα ἃ δέδρακα, τί‐ σαιμι ἐν ἐμαυτῷ τὰς δίκας· εἰ δὲ ὑπὸ φαρμακῶν δια‐ φθαρεὶς, οἱ ἐμὲ φαρμάξαντες πάθοιεν.» Ταῦτα εἶπε, | |
10 | καὶ, ὁρώντων πάντων, ἑαυτὸν ἀπέσφαξε. Καὶ οἱ μὲν τοῦτον ἐκερτόμουν ὡς γαστρίμαργον, οἱ δὲ ᾤκτειρον ὡς φρενοβλαβῆ ὑπὸ φαρμακῶν. Ἐδόξαζον δὲ τὸν Ἰάρδα‐ | |
νον (4) ταῦτα πεποιηκέναι διὰ τὸ ἔχθος. | 372 | |
29 | Steph. Byz.: Ἀσκανία, πόλις Τρωική. Νικόλαος τετάρτῃ Ἱστορίᾳ· «Σκαμάνδριος Ἕκτορος καὶ Ἀνδρο‐ μάχης ἐκ τῆς Ἴδης καὶ τοῦ Δασκυλείου καὶ τῆς Ἀσκα‐ νίας καλουμένης, ἣν ἔκτισεν ὁ Αἰνείου Ἀσκάνιος **.» | |
30 | Josephus Ant. Jud. I, 7, 2: Νικόλαος δὲ ὁ Δαμα‐ σκηνὸς ἐν τῇ τετάρτῃ τῶν Ἱστοριῶν λέγει οὕτως· «Ἀ‐ βράμης ἐβασίλευσε Δαμασκοῦ, ἔπηλυς σὺν στρατῷ ἀφι‐ γμένος ἐκ τῆς γῆς τῆς ὑπὲρ Βαβυλῶνος Χαλδαίων | |
5 | λεγομένης. Μετ’ οὐ πολὺν δὲ χρόνον μεταναστὰς καὶ ἀπὸ ταύτης τῆς χώρας σὺν τῷ σφετέρῳ λαῷ εἰς τὴν τότε μὲν Χαναναίαν λεγομένην, νῦν δὲ Ἰουδαίαν, μετῴκησε, καὶ οἱ ἀπ’ ἐκείνου πληθύναντες, περὶ ὧν ἐν ἑτέρῳ λόγῳ διέξειμι τὰ ἱστορούμενα. Τοῦ δὲ Ἀβράμου ἔτι καὶ νῦν | |
10 | ἐν τῇ Δαμασκηνῇ τὸ ὄνομα δοξάζεται, καὶ κώμη ἀπ’ αὐτοῦ δείκνυται Ἀβράμου οἴκησις λεγομένη.» | |
31 | Idem ibid. VII, 5, 2: Μέμνηται δὲ τούτου τοῦ βασιλέως (Ἀδάδου) καὶ Νικόλαος ἐν τῇ τετάρτῃ (1) τῶν Ἱστοριῶν, λέγων οὕτως· «Μετὰ δὲ ταῦτα πολλῷ χρόνῳ | |
ὕστερον τῶν ἐγχωρίων τις, Ἄδαδος ὄνομα (2), πλεῖον | 373 | |
5 | ἰσχύσας, Δαμασκοῦ τε καὶ τῆς ἄλλης Συρίας, ἔξω Φοινίκης, ἐβασίλευσε. Πόλεμον δὲ ἐξενέγκας πρὸς Δαυίδην (3) βασιλέα τῆς Ἰουδαίας καὶ πολλαῖς μάχαις κριθεὶς, ὑστάτῃ τῇ παρὰ τὸν Εὐφράτην, ἐν ᾗ ἡττᾶτο, ἄριστος ἔδοξεν εἶναι βασιλέων ῥώμῃ καὶ ἀνδρείᾳ.» | |
10 | Πρὸς τούτοις δὲ καὶ περὶ τῶν ἀπογόνων αὐτοῦ φησιν, ὡς μετὰ τὴν ἐκείνου τελευτὴν ἐξεδέχοντο παρ’ ἀλλήλων καὶ τὴν βασιλείαν καὶ τὸ ὄνομα, λέγων οὕτως· «Τε‐ λευτήσαντος δ’ ἐκείνου οἱ ἀπόγονοι ἐπὶ δέκα γενεὰς ἐβασίλευον, ἑκάστου παρὰ τοῦ πατρὸς ἅμα τῇ ἀρχῇ | |
15 | καὶ τοὔνομα τοῦτο ἐκδεχομένου, ὥσπερ οἱ Πτολεμαῖοι ἐν Αἰγύπτῳ. Μέγιστον δὲ πάντων δυνηθεὶς ὁ τρίτος, ἀναμαχέσασθαι βουλόμενος τὴν τοῦ προπάτορος ἧτταν, στρατεύσας ἐπὶ Ἰουδαίους ἐπόρθησε τὴν νῦν Σαμαρεῖτιν καλουμένην.» Οὐ διήμαρτε δὲ τῆς ἀληθείας· οὗτος | |
20 | γάρ ἐστι Ἄδαδος ὁ στρατευσάμενος ἐπὶ Σαμαρίαν, Ἀχάβου βασιλεύοντος τῶν Ἰσραηλιτῶν. | |
32 | Const. Porph. De them. II, 6.: Ἡ δὲ Πελοπόννησος τρεῖς ἔχει ἐπωνυμίας, ὡς Νικό‐ λαος ὁ Δαμασκηνὸς γράφει ἐν τετάρτῃ Ἱστορίᾳ· «Μέ‐ γιστον οὖν τῶν τότε ἴσχυον οἱ Πελοπίδαι, καὶ ἡ Πελο‐ | |
5 | πόννησος εἰς αὐτοὺς ἀφεώρα, καὶ αὐτὸ τοὔνομα ἔχουσα ἀπ’ ἐκείνων, τρεῖς ἤδη πρότερον ἀλλάξασα τὰς ἐπωνυ‐ μίας. Ἐπὶ μὲν γὰρ Ἄπεως τοῦ Φορωνέως ἐκαλεῖτο Ἀπίη, ἐπὶ δὲ Πελασγοῦ τοῦ αὐτόχθονος Πελασγία, ἐπὶ δὲ Ἄργου καὶ αὐτὴ ὁμωνύμως ἐκαλεῖτο Ἄργος, ἐπὶ δὲ | |
10 | Πέλοπος τοῦ τὸν Οἰνόμαον νικήσαντος Πελοπόννησος ἔσχε τοῦτο τὸ κύριον ὄνομα.» | |
33 | Exc. De virt.: Ὅτι ἐδόκει φρονήσει τὸ τῶν Ἀμυ‐ θαονιδῶν (1) γένος τὸ παλαιὸν ἐν τοῖς Ἕλλησι πρω‐ τεύειν· ὥσπερ καὶ Ἡσίοδός φησιν ἐν τούτοις· Ἀλκὴν μὲν γὰρ ἔδωκεν Ὀλύμπιος Αἰακίδῃσι, | |
5 | νοῦν δ’ Ἀμυθαονίδαις, πλοῦτον δ’ ἔπορ’ (2) Ἀτρείδῃσι. | |
34 | Exc. De insid.: Ὅτι Αἴγισθος Ἀγαμέμνονα κτεί‐ | |
νας τὸν βασιλέα συμβουλῇ τῆς γυναικὸς Κλυταιμνή‐ στρας, καὶ τὸν Ὀρέστην τὸν τοῦ Ἀγαμέμνονος υἱὸν ἔμελλεν ἀνελεῖν. Τοῦτον δὲ ἐρρύσατο Ταλθύβιος (1) | 374 | |
5 | ἐξαρπάσας, καὶ ἐκθέμενος εἰς τὴν Φωκίδα παρὰ Στρό‐ φιον. Δεκάτῳ (2) δ’ ἔτει ἐκ Φωκέων ἐλθὼν μετὰ Πυλάδου τοῦ Στροφίου, Αἴγισθον καὶ τὴν μητέρα κτείνας, τῶν Μυκηνῶν ἐβασίλευεν. Ἐλαυνόμενος δὲ ὑπὸ τῶν Αἰγί‐ σθου φίλων, κατὰ δὲ τὸν πλεῖστον λόγον ὑπὸ Ἐρινύων, | |
10 | ὡς ἐναγὴς, θεοῦ κελεύσαντος, εἰς Ἀθήνας ἀφίκετο, καὶ ἐν Ἀρείῳ πάγῳ κριθεὶς ἀπέφυγεν. Αὕτη ἡ δίκη φόνου τετάρτη (3) ἐν Ἀθήναις ἐκρίθη. | |
35 | Steph. B.: Καρνία, πόλις Ἰωνίας. Νικόλαος τε‐ τάρτῳ. | |
36 | Exc. De virt.: Ὅτι τὸν Ἀμυκλαῖον νομὸν κατὰ τὰς ὁμολογίας τῷ προδότῃ Φιλονόμῳ ἐξελόντες οἱ Ἡρα‐ κλεῖδαι ἀνέμητον ἀφῆκαν. Ὁ δὲ αἰσχυνόμενος ἐπὶ τῇ προδοσίᾳ, οὐδαμοῦ ἐφαίνετο. Οἱ δὲ Ἡρακλεῖδαι ἀνα‐ | |
5 | δασάμενοι καὶ τοῦτον ἐνέμοντο. Ὕστερόν γε μὴν ἀφι‐ κομένῳ ἐκ Λήμνου σὺν λαῷ, ὅντινα ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ [συνεπήγετο], πάλιν ἀπέδοσαν. Καὶ ὃς τοῖς ἥκουσι διελὼν τὴν γῆν, ᾤκει ἅμα αὐτοῖς βασιλεύων Ἀμυκλῶν. | |
37 | Steph. B.: Θόρναξ, ὄρος τῆς Λακωνικῆς. Νικό‐ | |
λαος τετάρτῃ. | 375 | |
38 | Exc. De ins.: Ὅτι Τήμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων ἀπέθανε δι’ αἰτίαν τοιάνδε. Ἦσαν αὐτῷ τέτταρες υἱεῖς, Κεῖσος (1) καὶ Φάλκης καὶ Κερύνης (2) καὶ Ἀγαῖος (3), θυγάτηρ δὲ τοὔνομα Ὑρνηθὼ (4), ἥντινα ἔδωκε γυναῖκα | |
5 | Δηιφόντῃ τῷ Ἀντιμάχου τοῦ Θρασυάνορος τοῦ Κτη‐ σίππου τοῦ Ἡρακλέους. Στέργων οὖν ταύτην καὶ τὸν γαμβρὸν πολὺ μᾶλλον ἢ (5) τοὺς υἱεῖς καὶ εἰς ἅπαντα χρώμενος διετέλει. Ἐπὶ τούτῳ (6) οἱ νεανίσκοι βαρέως φέροντες, ἐξεῦρον κακούργους ἀνθρώπους οὓς (7) ἐπὶ | |
10 | μισθῷ ἔπεισαν τὸν Τήμενον ἀνελεῖν. Ἀγαῖος δὲ ὁ νεώ‐ τατος οὐ μετεῖχε τοῦ βουλεύματος. Καὶ οἱ μὲν τὸν ἄν‐ θρωπον λουόμενον παρὰ τὸν ποταμὸν ἐν ἐρημίᾳ ἐπιπε‐ σόντες καὶ κατατρώσαντες, ἐκποδὼν ἐγένοντο, ἔτι ζῶντα ὑπὸ θορύβου λιπόντες. Ὁ δὲ κομισθεὶς εἰς τὸ στράτευ‐ | |
15 | μα, ἀγνοῶν τοὺς φονέας θνήσκει, τὴν ἀρχὴν Ὑρνηθοῖ καὶ Δηιφόντῃ καταλιπὼν, καὶ τὰ λόγια φράσας ἅπερ ᾔδει τοῦ πολέμου πέρι. Μετὰ ταῦτα δὲ ζητουμένου τοῦ φόνου, τὸ σύμπαν ἐγνώσθη, ὅτι ὑπὸ τῶν περὶ Κεῖσον ἐπεβουλεύθη (8), καὶ ἅμα διὰ τὴν Τημένου ἐπίσκηψιν (9) | |
20 | ἐξεώσθησαν ἐκ τῆς ἀρχῆς, Δηιφόντης δὲ καὶ (10) Ὑρ‐ νηθὼ ἐβασίλευον διά τε ταῦτα καὶ ὅτι τὰ λόγια ᾔδε‐ σαν, ἐν οἷς τῆς καθόδου ἡ ἐλπὶς ἦν. Οἵ γε μὴν παῖδες ἔξαρνοι ἦσαν τὸν φόνον κοὐκ ἄρα (11) ἔμελλον τῆς ἀρχῆς πέρι ἀτρεμήσειν. Τοὐντεῦθεν Δηιφόντης πρῶτον μὲν | |
25 | ὑποπέμψας πρέσβεις κρύφα Τροιζηνίους καὶ Ἀσιναίους καὶ Ἑρμιονεῖς καὶ πάντας ὅσοι τῇδε Δρύοπες ᾤκουν, ἀφίστησι τῶν Ἀργείων ἐθελοντὰς καὶ αὐτοὺς, μὴ τῷ χρόνῳ ὁμοῦ κείνοις ὑπὸ Δωριέων (12) ἐξανασταῖεν. | |
39 | Ibidem: Ὅτι Κρεσφόντης (1) πάντων ἐβασίλευσεν | |
τῶν Σπαρτιατῶν (2)· ὃς ἐπειδὴ διένεμε τὴν γῆν εἰς εʹ (3) *, μετεμέλησε δ’ αὐτῷ ἐξ ἴσου διελόντι εἰς ὃ συνε‐ τέλουν οἱ λοιποί. Ταῦτα δὲ μεταβουλευσάμενος κινεῖν τὰ | 376 | |
5 | πράγματα ἐπειρᾶτο, ἐκ μὲν τοῦ εὐπρεποῦς λέγων ἅπερ καὶ οἱ ἐν Λακεδαίμονι, ὅτι οὐ δίκαιον εἴη τῶν ἴσων μετέ‐ χειν τοὺς ἐγχωρίους τοῖς Δωριεῦσι. Συνέβη δ’ αὐτῷ πρός τ’ ἐκείνους διαβεβλῆσθαι καὶ πρὸς τοὺς Δωριέας, οἳ καὶ τότε (4) αὐτοῦ ἤχθοντο τῇ βίᾳ οὐκ ἀνεχομένου τὸ ἰσό‐ | |
10 | μοιρον καὶ πάλαι δ’ αὐτῷ (5) προσεκεκρούκεσαν ἄνευ σφῶν συμβαίνοντι τοῖς ἐγχωρίοις καὶ μετὰ ταῦτα τῶν ἴσων αὐτοῖς μεταδιδόντι· πάντων δὲ μάλιστα [οἱ ἐγ‐ χώριοι] ὑφεωρῶντο τὴν μετακόσμησιν τῶν τότε καθε‐ στώτων, πρὸς (6) ἧς ἄμεινον ἡγήσαντο εἶναι ἀνελόντες | |
15 | αὐτὸν κατὰ χώραν ἀτρεμεῖν. Καὶ ἐποίησαν ταῦτα, καὶ Κρεσφόντην (7) μὲν δι’ ἐπιβουλῆς ἀπέκτειναν. Ταχὺ δὲ καὶ τοὺς υἱεῖς ἤθελον, οὓς τότε ὁ μητροπάτωρ ἅμα τῇ θυγατρὶ κυούσῃ θύειν μέλλων Διῒ ἀκραίῳ (8) εἰς Τρα‐ πεζοῦντα μετεπέμψατο· καὶ παρ’ αὐτῷ ἔτεκεν ἡ θυγάτηρ | |
20 | Αἴπυτον τὸν τρίτον (9). Ἐτεχνάσαντο οὖν οἱ φονεῖς ἀφι‐ κόμενοι παρὰ Κύψελον, ὡς ἂν παραλαβόντες τοὺς Κρε‐ σφόντου παῖδας ἀνέλοιεν, λέγοντες ὅτι ὁ πατὴρ αὐτοὺς εἰς Μεσσήνην (10) μέτεισιν ἱερὰ θύειν μέλλων εὐκταῖα. Ὁ δὲ Κύψελος τοὺς μὲν δύο ἐξέπεμψε σὺν αὐτοῖς ἐξαπα‐ | |
25 | τηθεὶς, οὓς ἐκεῖνοι κατὰ τὴν ὁδὸν ἀπέκτειναν, τὸν δὲ τρίτον ἅτε νεογενῆ οὐκ ἔδωκε φήσας ἐν σπαργάνοις εἶναι· καὶ οὗτος μὲν παρὰ τῷ μητροπάτορι ἐτρέφετο. Ὅτι Αἴπυτος (11) ὁ υἱὸς Κρεσφόντου ἐπεβουλεύθη παρὰ τῶν ἐμπρησάντων τὴν αὐτοῦ οἰκίαν, καὶ τῆς ἐπι‐ | |
30 | βουλῆς ἀνώτερος γέγονεν. Αὖθις δὲ πάλιν ἐπεβουλεύετο | |
ὑπὸ τοῦ δήμου καὶ αὐτὸς καὶ οἱ ἀπόγονοι, καὶ οὐ διέ‐ λιπον ἀλλήλοις διαστασιάζοντες, ἄχρις ὅτου ὑπὸ Λακε‐ δαιμονίων (12) ἠνδραποδίσθησαν. | 377 | |
40 | Stephan. Byz.: Μεσόλα, πόλις Μεσσήνης, μία τῶν πέντε. Νικόλαος τετάρτῳ. Ὑάμεια, πόλις Μεσσήνης, τῶν πέντε μία. Νηρίς, πόλις Μεσσήνης. Νικόλαος τετάρτῳ. | |
41 | Exc. De insid.: Ὅτι Φείδων κατὰ φιλίαν στασιά‐ ζουσι Κορινθίοις βοηθῶν, ἐπιθέσεως (1) ἐκ τῶν ἑταί‐ ρων γενομένης, ἀπέθανεν. Ὅτι Κορίνθῳ, ἐξ οὗ Κόρινθος ἡ πόλις, ὑπὸ τῶν ἐγ‐ | |
5 | χωρίων ἐξ ἐπιβουλῆς σφαγέντι, Σίσυφος ἀμύνων τούς τε αὐτόχειρας ἐτιμωρήσατο, καὶ ἀντὶ τούτου βασιλεὺς γίνεται (2). | |
t42-48 | ΕΚ ΒΙΒΛ. Εʹ. | |
42 | Stephan. Byz.: Ἀρκαδία· ἐκαλεῖτο δὲ Πελασγίη, ὡς Νικόλαος πέμπτῃ. | |
43 | Exc. De virt.: Ὅτι Λυκάων ὁ Πελασγοῦ υἱὸς, βα‐ σιλεὺς Ἀρκάδων, ἐφύλαττε τὰ τοῦ πατρὸς εἰσηγήματα ἐν δικαιοσύνῃ. Ἀποστῆσαι δὲ (1) βουλόμενος καὶ αὐτὸς τῆς ἀδικίας τοὺς ἀρχομένους, ἔφη τὸν Δία ἑκάστοτε | |
5 | φοιτᾶν παρ’ αὐτὸν, ἀνδρὶ ξένῳ ὁμοιούμενον εἰς ἔποψιν τῶν δικαίων τε καὶ ἀδίκων. Καί ποθ’, ὡς αὐτὸς ἔφη, μέλλων ὑποδέχεσθαι τὸν θεὸν, θυσίαν ἐπιτελεῖν (2). Τῶν δὲ υἱῶν αὐτοῦ (3) πεντήκοντα, ὥς φασιν, ὄντων ἐκ πολλῶν γυναικῶν, βουλόμενοι γνῶναί τινες οἱ τῇ θυσίᾳ παρόν‐ | |
10 | τες, εἰ τῷ ὄντι θεὸν μέλλουσι ξενοδοχεῖν, θύσαντές τινα παῖδα, ἐγκατέμιξαν τοῖς τοῦ ἱερείου (4) κρέασιν, ὡς οὐ λήσοντες, εἴπερ ὄντως θεὸς ἔπεισιν. Ὑπὸ δὲ τοῦ δαιμο‐ νίου χειμώνων μεγάλων καὶ κεραυνῶν ῥαγέντων, φασὶ | |
τοὺς αὐτόχειρας ἅπαντας τοῦ παιδὸς ἀπολέσθαι (5). | 378 | |
44 | Steph. Byz.: Βωταχίδαι (1), τόπος Ἀρκαδίας, ἀπὸ Βωτάχου. Νικόλαος πέμπτῃ· «Ἰοκρίτου δὲ τοῦ Λυ‐ κούργου Βώταχος, ἀφ’ οὗ ὁ τόπος Βωταχίδαι ἐν τῇ Τε‐ γέᾳ ἐκλήθη.» | |
5 | Idem: Παρώρεια, πόλις Ἀρκαδίας. Λέγεται δὲ καὶ Παρωραία. Οἱ πολῖται Παρωρεῖς. Νικόλαος Παρω‐ ρεάτας (2) φησίν. | |
45 | Idem: Μεσημβρία, πόλις Ποντική. Νικόλαος πέμ‐ πτῳ. Ἐκλήθη ἀπὸ Μέλσου. Βρίαν γὰρ τὴν πόλιν φασὶ Θρᾷκες. Ὡς οὖν Σηλυμβρία ἡ τοῦ Σήλυος πόλις, Πολ‐ τυμβρία ἡ Πόλτυος, οὕτω Μελσημβρία ἡ Μέλσου πό‐ | |
5 | λις, καὶ διὰ τὸ εὐφωνότερον λέγεται Μεσημβρία. | |
46 | Soerates Hist. Eccles. VII, 25: Χρυσόπολις ἐπί‐ νειον ἀρχαῖόν ἐστιν, ὃ κεῖται μὲν ἐν ἀρχῇ τοῦ Βοσπό‐ ρου, μέμνηνται δὲ αὐτοῦ πολλοὶ τῶν παλαιῶν συγγρα‐ φέων, καὶ Στράβων τε καὶ ὁ Δαμασκηνὸς Νικόλαος καὶ | |
5 | ὁ ἐν λόγοις δὲ θαυμαστὸς Ξενοφῶν ἐν τῇ ἕκτῃ τῆς Κύ‐ ρου ἀναβάσεως. | |
47 | Steph. Byz.: Σίφνος, περὶ τὴν Κρήτην νῆσος ἀπὸ Σίφνου τοῦ Σουνίου, ὡς Νικόλαος πέμπτῳ. Ἐκαλεῖτο δὲ πρότερον Μερόπη (1). Idem: Σκύρος νῆσος, περὶ ἧς Νικόλαος ἐν πέμπτῳ· | |
5 | «Σκύρον δὲ τὸ μὲν παλαιὸν ᾤκουν Πελασγοί τε καὶ Κᾶρες.» Idem: Ἀμοργός, νῆσος μία τῶν Κυκλάδων, ἔχουσα πόλεις τρεῖς, Ἀρκεσίνην, Μινώαν, Αἰγιάλην. Ἐκα‐ λεῖτο δὲ καὶ Παγκάλη καὶ Ψυχία ... Νικόλαος δ’ Ἀμόρ‐ | |
10 | γην αὐτὴν καλεῖ, ἥντινα Καρκήσιος, ἀνὴρ Νάξιος, ᾤκισε, καὶ Καρκησίαν ὠνόμασε. | |
48 | Idem: Ἀγαμήδη, τόπος περὶ Πύρραν τῆς Λέσβου ἀπὸ Ἀγαμήδης τῆς Μακαρίας τῆς καὶ Πύρρας ἐπικλη‐ | |
θείσης. Ἔστι καὶ κρήνη Ἀγαμήδης, ὡς Νικόλαος εʹ (1). Idem: Ὑπερδέξιον, χώριον Λέσβου, ἐν ᾧ Ζεὺς ὑπερ‐ | 379 | |
5 | δέξιος καὶ ὑπερδεξία Ἀθηνᾶ. Ἐθνικὸν Ὑπερδέξιος ... Νικόλαος δὲ πληθυντικῶς Ὑπερδεξίους φησίν. | |
t49-57 | [ΕΚ ΒΙΒΛ. Ϛʹ.] | |
49 | Exc. De ins.: Ὅτι Ἀδυάττεω τοῦ Λυδῶν βασιλέως παῖδες δίδυμοι, Καδὺς καὶ Ἄρδυς· τούτοις κατέλιπε τὴν ἀρχὴν, καὶ ὁμοῦ ἐβασίλευον ἀμφότεροι στέργοντες ἀλ‐ λήλους καὶ αὐτοὶ ὑπὸ τοῦ πλήθους στεργόμενοι. Καί πως | |
5 | ἡ τοῦ Καδύος (1) γυνὴ, Δαμοννὼ (2) λεγομένη, ὑπό τινος ἀνεψιοῦ τοῦ ἀνδρὸς, Σπέρμου (3) ὄνομα, μοιχευ‐ θεῖσα, σὺν ἐκείνῳ θάνατον ἐβουλεύετο τῷ ἀνδρί· δοῦσα δὲ αὐτῷ φάρμακον ἔκτεινε μὲν οὔ, εἰς νόσον δ’ ἐνέβαλεν. Θεραπευθεὶς δ’ ὑπὸ ἰατροῦ ὁ Καδὺς ῥᾷον ἔσχεν. Ἐκ | |
10 | τούτου τὸν ἰατρὸν ἀνελεῖν βουλομένη ἡ γυνὴ, φάρμακα μὲν αὐτῷ οὐκ ἔκρινε διδόναι διὰ τὴν τέχνην, βόθρον δ’ ἐν τῇ οἰκίᾳ ὀρύξασα καὶ ἐπιπολῆς αὐτὸν ἄδηλον ποιή‐ σασα (4), κλίνην καθύπερθεν ἔστρωσεν καὶ ἄλλας (5) ἐφεξῆς. Καλέσασα δ’ αὐτὸν ἐπὶ δεῖπνον, ἐλθόντα κατέ‐ | |
15 | κλινεν ἵναπερ ὁ βόθρος ἦν. Οἰχομένου δὲ κάτω, ἐπαμη‐ σαμένη τὴν γῆν ἄδηλον ἐποίησεν. Μετ’ οὐ πολὺ δὲ καὶ ὁ Καδὺς ἀπέθανεν· αὐτὴ δὲ σὺν τῷ μοιχῷ πρῶτον μὲν ἐξελαύνει τὸν ἐκείνου ἀδελφὸν Ἄρδυν, πολλοὺς Λυδῶν χρήμασι θεραπεύσασα (6), ἔπει‐ | |
20 | τα συνῴκησεν αὐτῷ καὶ βασιλέα ἀπέδειξεν. Ὁ δὲ Ἄρ‐ δυς ἐξαπιναίως (7)· φυγὼν ὁμοῦ γυναικί τε καὶ θυγα‐ τρὶ (8), οὕτω σφόδρα ἐπενήτευσεν, ὥστε ἐν Κύμῃ ἁμα‐ ξοπηγῶν (9) διέζη, ὕστερον δὲ πανδοκεύων. Φασὶ δ’ αὐτὸν τοὺς ἐγκαταγομένους (10) Λυδῶν φιλανθρω‐ | |
25 | πευόμενον, φίλους πάντας ἀποπέμπεσθαι. Τῷ δὲ μοιχῷ Σπέρμῳ οὐκ ἤρκεσε ταῦτα δράσαντι, ἀλλὰ καὶ ἐς Κύ‐ μην πέμψας τινὰ λῃστὴν, Κέρσην ὄνομα, κτεῖναι τὸν ἄνδρα παρεκελεύετο. Ὁ δὲ ὑπέστη τὸ ἔργον ἐπὶ τῷ γῆ‐ μαι τοῦ Σπέρμου τὴν θυγατέρα καὶ χιλίους στατῆρας | |
30 | λαβεῖν δωρεάν. Ἀφικόμενος δ’ ὁ Κέρσης εἰς Κύμην κατήγετο ἐν τῷ Ἄρδυος πανδοκείῳ· ὁ δὲ αὐτὸν ὁμοίως (11) ἐθεράπευε, καὶ τοῖς τε ἄλλοις ἠρέσκετο Κέρσης καὶ δὴ καὶ τῆς θυγα‐ τρὸς αὐτοῦ διακονούσης (12) ἠράσθη· καί πως αὐτὸν (13) | |
35 | εἰς γάμον αἰτεῖται τὴν κόρην ἐπὶ τῷ τὰ μέγιστα ὑπ’ αὐτοῦ εὖ πείσεσθαι. Ὁ δ’ ἄλλως οὐκ ἂν διδοὺς (14) διὰ τὴν φαυλότητα τἀνθρώπου, ἐπ’ εὐγενείᾳ μέγα φρο‐ νῶν, ὅμως διὰ τὴν ὑπόσχεσιν δώσειν ὡμολόγησεν. Ὡς δὲ ταῦτα συνέθεντο, πᾶσαν αὐτῷ κατεῖπεν ὁ Κέρσης | 380 |
40 | τὴν ἀλήθειαν, ὅτι οἴκοι ἀναπεισθεὶς ὑπὸ Σπέρμου ἐπὶ τῷ γάμῳ τῆς ἐκείνου θυγατρὸς ἀνελεῖν τὸν Ἄρδυν, ἕτοι‐ μος δὲ νῦν εἶναι τὴν (16) Σπέρμου κεφαλὴν κομίσας, ἐπὶ τούτοις τὴν Ἄρδυος γῆμαι θυγατέρα. Ὡς δὲ συνε‐ πένευσεν (17), ἐκέλευσεν αὐτὸν ἀποκείρασθαι τέως κο‐ | |
45 | μῶντα, κατασκευάσας δὲ ξυλίνην κεφαλὴν ἐοικυῖαν τῇ (18) Ἄρδυος, καὶ τὰς κόμας αὐτῇ προσπλάσας, ἴετο εἰς Λυδίαν. Ἀφικόμενος δὲ τῷ Σπέρμῳ πυνθανομένῳ περὶ ὧν αὐτὸν ἔπεμψεν, ἔφη· «Πάντα διαπέπρακται,» καταθεὶς πρότερον τὴν κεφαλὴν ἐν οἰκίσκῳ. Κελεύσαντος | |
49(50) | δὲ τοῦ Σπέρμου δεῖξαι τὴν κεφαλὴν ἣν ἐκόμισεν, ἔφη ἄτοπον εἶναι πολλῶν ὁρώντων (19) δεικνύναι, ἀλλὰ πα‐ ρελθόντα αὐτὸν ἐς τὸ οἴκημα ἐκέλευσεν ὁρᾶν μόνον μετὰ μόνου. Καὶ ὃς ἐπείσθη, καὶ (20) δείξαντος αὐτῷ χαμαὶ κειμένην, ἐπέκυπτεν ὡς καταμάθοι· ἐν τῷδε ξίφει αὐτὸν | |
55 | παίσας κατέβαλεν, καὶ τὴν κεφαλὴν ἀποτεμὼν διεξέ‐ πεσε διὰ τῆς θύρας, καὶ ἔξω πρὸς τὸν Ἄρδυν ἠπείγετο. Οἱ δὲ πρὸς ταῖς θύραις Λυδοὶ τέως μὲν, εἰσελθόντος τοῦ Σπέρμου, προσέμενον· ὡς δ’ οὐκ ἐξῄει πολλοῦ χρόνου διαγενομένου, εἰσελθόντες ὁρῶσι χαμαὶ νεκρὸν κείμε‐ | |
60 | νον, κεφαλὴν οὐκ ἔχοντα. Γνόντες δὴ τὸ γεγονὸς ἡσυ‐ χίαν ἦγον, ἐπιχαίροντες αὐτῷ· ἦν γὰρ δὴ κάκιστος, καὶ ἄλλως βασιλεύοντος αὐτοῦ ηὔχμησεν ἡ γῆ. Σπέρμος (21) μὲν οὕτως ἐτελεύτησεν βασιλεύσας ἔτη δύω· ἐν δὲ τοῖς βασιλείοις (22) οὐκ ἀναγράφεται. | |
65 | Κέρσης δὲ φεύγων εἴς τι καπηλεῖον ἀφίκετο· ἐγκα‐ ταχθεὶς δὲ, ἅτε περιχαρὴς τῷ ἔργῳ, εἰς μέθην ὥρμησε, καὶ τῷ καπήλῳ πάντα διηγήσατο, καὶ τὴν κεφαλὴν ἔδειξε τοῦ Σπέρμου. Ὁ δὲ συμφρονήσας ὅτι ἐκ τούτων Ἄρδυς βασιλεύσει, τὸν Κέρσην μεθύσας πολλῷ οἴνῳ | |
70 | ἀπέκτεινεν, καὶ τὴν κεφαλὴν αὐτοῦ τε καὶ τοῦ Σπέρμου λαβὼν, εἰς Κύμην ἦλθε παρὰ (23) τὸν Ἄρδυν. Ἐν φρον‐ τίδι δ’ αὐτῷ ὄντι περὶ τούτων ἔλεξεν ὅτι ἀγαθὰ μέγιστα ἥκοι κομίζων. Ὁ δὲ, «Πῶς; Σπέρμον (24) ἄρα τεθνηκέ‐ ναι καὶ Κέρσην οὐκ ἔσεσθαί μοι γαμβρόν; ἐμοὶ γὰρ ταῦτα | |
75 | μέγιστά ἐστιν.» Ἀποκρίνεται Θυεσσὸς (25), τοῦτο γὰρ ἦν ὄνομα τῷ καπήλῳ, «Ἀλλὰ ταῦτα δὴ ταῦτα φέρω·» καὶ ἅμα δείκνυσιν ἀμφοτέρας τὰς κεφαλάς. Ὁ δὲ ἡσθεὶς (26) ἐκέλευεν αἰτεῖν αὐτὸν ὅ τι θέλοι ἀντὶ τούτων. Θυεσ‐ σὸς δ’ εἶπεν· «Οὔτι (27) σὲ οὔτε τὴν θυγατέρα οὔτε | |
80 | χρυσὸν αἰτῶ, ἀλλά μοι τὸ καπηλεῖον τοὐμὸν ἀτελὲς ἔχειν δὸς, ὅταν βασιλεὺς γένῃ.» Καὶ ὃς ἔδωκεν αὐτῷ. | |
Καὶ Θυεσσὸς ἀνὰ χρόνον ἐκ τοῦ καπηλεύειν ἐπλούτη‐ σεν· καὶ ἀπὸ τούτου ἀγορὰν πλησίον αὐτοῦ καὶ Ἑρ‐ μαῖον εἵσατο (28), Θυεσσοῦ λεγόμενον. Λυδοὶ δὲ Ἄρδυν | 381 | |
85 | ἐπὶ βασιλείαν καλοῦσιν ἀγγέλους τε ἄλλους πέμψαντες καὶ τῶν Ἡρακλειδῶν τινάς. Κατελθὼν δὲ ὁ Ἄρδυς ἐβα‐ σίλευσε μετὰ Ἀλκίμιον (29) πάντων ἄριστα, καὶ σφόδρα γίνεται Λυδοῖς καταθύμιος καὶ φιλοδίκαιος. Συνηρί‐ θμησε δὲ καὶ τὸν Λύδιον στρατὸν ὁ Ἄρδυς· ἦν δ’ ἱππό‐ | |
90 | της ὁ πλεῖστος, καὶ εὗρεν, ὥς φασι, μυριάδας γʹ ἱπ‐ πέων. Ἄρδυϊ δὲ γηράσκοντι ἤδη προσφιλέστατος ἦν Δά‐ σκυλος Γύγεω γένος Μερμνάδης. Οὗτος ἅπασαν ὡς εἰπεῖν τὴν Λυδῶν ἀρχὴν διὰ χειρὸς εἶχε. Δείσας | |
95 | οὖν Ἀδυάττης ὁ Ἄρδυος, μὴ, τοῦ πατρὸς τελευτήσαντος, ἐκεῖνος (μὲν) πάνθ’ ὑφ’ ἑαυτῷ ποιήσαιτο, ἀποκτείνει (31) κρύφα τὸν Δάσκυλον. Ἡ δ’ ἐκείνου γυνὴ κύουσα ἔφυγεν εἰς Φρυγίαν, ὅθεν καὶ ἦν, δείσασα τοὺς φονέας τοῦ ἀν‐ δρός. Ὡς δὲ ταῦτα ᾔσθετο ὁ Ἄρδυς, σφόδρα ἠχθέσθη (32), | |
49(100) | καὶ Λυδοὺς ἐκάλεσεν εἰς ἐκκλησίαν· καὶ αὐτὸς εἰς τούτους κομισθεὶς (δεμνιοπετὴς (33) γὰρ ἦν ὑπὸ γήρως) κατηγόρει τῶν αἰτίων, οὐδὲν εἰδὼς οἵτινες ἦσαν, καὶ Λυδοὺς παρεκάλει ζητεῖν τὸν Δασκύλου φόνον, ἐπηρᾶ‐ τό τε (34) μυρία τοῖς φονεῦσι καὶ τέλος ἀνεῖπεν ἐξεῖναι | |
105 | τῷ χρῄζοντι κτείνειν αὐτοὺς εἰ ἀνεύροι. Ἄρδυς μὲν οὖν βασιλεύσας οʹ ἔτη (35) θνήσκει. Ἐπὶ Μήλεω (36) δὲ βασιλεύσαντος Λυδῶν σφόδρα ἐλίμηνε Λυδία· καὶ οἱ ἄνθρωποι ἐπὶ μαντείας ἐτρά‐ ποντο (37). Τοῖς δ’ ἐσήμαινε τὸ δαιμόνιον δίκας πράττε‐ | |
110 | σθαι τοῦ Δασκύλου φόνου παρὰ τῶν βασιλέων. Ταῦτα ἀκούσας παρὰ τῶν χρησμολόγων, καὶ ὅτι δεῖ φεύγοντα ἐπὶ γʹ ἔτη καθήρασθαι τὸν φόνον, ἔφυγεν ἐθελουσίως εἰς Βαβυλῶνα. Ἔπεμψε δὲ καὶ εἰς Φρυγίαν παρὰ τὸν Δασκύλου παῖδα, Δάσκυλον καὶ αὐτὸν ὄνομα, ὅντινα | |
115 | ἡ μήτηρ ἐν γαστρὶ ἔχουσα ἔφυγε, κελεύων εἰς Σάρδεις ἀφικνεῖσθαι καὶ δίκας δέχεσθαι τοῦ πατρῴου φόνου | |
παρ’ αὐτῶν· οὕτως γὰρ ἐθέσπιζον οἱ μάντεις. Ὁ δὲ οὐκ ἐπείσθη, λέγων μὴ ἑωρακέναι τὸν πατέρα· κυεῖσθαι γὰρ ἔτι ὅτε ἀνῄρητο· οὔκουν προσήκειν αὐτῷ ταῦτα | 382 | |
120 | πολυπραγμονεῖν. Μήλης δὲ φεύγων τὴν ἀρχὴν ἐπίστευσε Σαδυάττῃ τῷ Κάδυος, γένος ὄντι τὸ ἀνέκαθεν ἀπὸ Τύ‐ λωνος, ὅστις (38) φεύγοντα ἐπετρόπευσε, καὶ κατιόντα ἐκ Βαβυλῶνος ἐδέξατο μετὰ τρία ἔτη, καὶ τὴν βασι‐ λείαν οἱ ἀπέδωκε πιστῶς. | |
125 | Βασιλεύοντος δὲ (39) Μύρσου (40), Δάσκυλος ὁ Δα‐ σκύλου τοῦ σφαγέντος ὑπὸ Σαδυάττεω (41), μὴ τὴν ἐπιβουλὴν εἰς ἑαυτὸν ἐπισπάσηται ὑπὸ τῶν Ἡρακλει‐ δῶν φοβηθεὶς, ἐκ Φρυγίας φεύγων ᾤχετο εἰς Σύρους τοὺς ἐν τῷ Πόντῳ ὑπὲρ Σινώπης οἰκοῦντας· ἐκεῖ δὲ | |
130 | καταμείνας γυναῖκα τῶν ἐγχωρίων ἔγημε Σύραν, ἐξ ἧς αὐτῷ γίνεται Γύγης. Ὅτι Σαδυάττης (42) ὁ ἔσχατος βασιλεὺς Λυδῶν κατελύθη τρόπῳ τοιούτῳ. Ἦν τις ἐν Σάρδεσι Δασκύ‐ λου θεῖος τοῦ εἰς Πόντον ἀποχωρήσαντος, Ἄρδυς ὄνομα, | |
135 | Γύγεω παῖς· οὗτος Σαδυάττῃ τῷ βασιλεῖ ἐνέτυχεν (43) ἀχθόμενος ἀτεκνίᾳ δοῦναί οἱ μεταπεμψαμένῳ Δά‐ σκυλον ἐκ τοῦ Πόντου θέσθαι παῖδα, ὡς μὴ ἔρημος αὐτοῖς ὁ οἶκος γένοιτο, αὐτοῦ μὲν ὄντος ἄπαιδος, ἐκεί‐ νων δὲ οἰχομένων· ἐπιεικὲς δὲ ἤδη εἶναι σπένδεσθαι | |
140 | τοῖς Δασκυλίοις· καὶ γὰρ τοὺς τοῦ βασιλέως προπάτο‐ ρας (44) ἔφη καλεῖν αὐτοὺς εἰς Λυδίαν ἀπὸ τῆς φυγῆς. Ταῦτα δεομένῳ τῷ Ἄρδυϊ δίδωσιν ὁ βασιλεὺς, καὶ ὃς ἐπὶ Δάσκυλον πέμψας, εἰς Λυδίαν αὐτὸν ἐκάλει. Ὁ δὲ φιλοχωρῶν οὐχ ὑπήκουσε· τὸν μέντοι παῖδα Γύγην | |
145 | ἔπεμψε, περὶ ιηʹ ἔτη γεγονότα. Τοῦτον ἐλθόντα δέχε‐ ται ὁ Ἄρδυς καὶ παῖδα ἀπέδειξεν. Ἦν δὲ ὁ Γύγης κάλ‐ λει τε καὶ μεγέθει διαφέρων, τά τε πολέμια γενναῖος, καὶ τῶν ἡλίκων μακρῷ τὰ πάντα ἄριστος, ἵππων τε καὶ ὅπλων χρῆσιν ἤσκει. Καί τις ὑπὲρ αὐτοῦ λόγος | |
49(150) | ἐφοίτησεν πρὸς βασιλέα, οἷος εἴη κατά τε ἔργα καὶ ἰδέαν (45), εἴτε καὶ ὄντως ἐπαινοῦντος τοῦ λέγοντος, εἴτε καὶ ὑπὸ φθόνου, ὡς ἂν αὐτῷ κακόν τι γένοιτο. Βασιλεὺς δὲ ἡσθεὶς μετεπέμψατο τὸν Γύγην, καὶ θεασάμενος ἠγά‐ σθη τό τε εἶδος καὶ τὸ μέγεθος, ἐκέλευσέ τε μετὰ τῶν | |
155 | δορυφόρων εἶναι. Ὀλίγου δὲ χρόνου καὶ αὐτὸς, ὥς φασιν, ὑποτοπήσας τὸ γενναῖον τοῦ νεανίσκου, ἐκ μὲν τοῦ φανεροῦ διαφθείρειν αὐτὸν οὐκ ἐβούλετο, μηδεμιᾶς ὑπούσης αἰτίας, ἑτέρῳ μέντοι τρόπῳ, πόνους προστάτ‐ των χαλεπούς τε καὶ μεγάλους, ἐπί τε κάπρους καὶ | 383 |
160 | ἄλλα θηρία στέλλων. Ἅπαντα δὲ Γύγης ῥώμῃ κατειρ‐ γάζετο· κἄπειτα ὑπ’ αὐτῶν τούτων μεταβαλὼν (46) ὁ Σαδυάττης (47) ἔστεργεν αὐτὸν, θαυμάζων τὸ δρα‐ στήριον, καὶ τῆς πρόσθεν ὑποψίας λήξας γῆν αὐτῷ πολλὴν ἐνεχείρισεν. Ἐν ᾧ ἄριστα ἔπραξεν ὁ Γύγης. | |
165 | Ἐπεὶ δὲ αὐτὸν σφόδρα ἔστεργε καὶ πάντων μάλιστα προὐτίμα, πολλοὶ δὴ (48) διὰ φθόνον ἤχθοντό οἱ καὶ ἐμέμφοντο τῷ βασιλεῖ, ὧν καὶ Λίξος τοῦ Τυλωνίου γέ‐ νους (49). Οὗτος τὸν Σαδυάττην ᾐτιᾶτο, ὅτι τὸν Γύγην ἐχθρὸν πατέρων ὄντα μεγάλως ἀσπάζεται καὶ πάν‐ | |
170 | τως (50) ἡγεμόνα ἀποδείξει. Ὁ δ’ οὐ προσεῖχε τὸν νοῦν, ἀλλ’ ὑπὸ φθόνου ᾤετο ταῦτα λέγειν. Ἐπεὶ δὲ πολλάκις ταῦτα λέγων ὁ Λίξος οὐκ ἔπειθε, μαίνεσθαι προσποιη‐ θεὶς, διὰ τοῦ Σάρδεων ἄστεος φοιτῶν (51) ἐβόα, ὅτι Σαδυάττην (52) τὸν βασιλέα κτείνειν μέλλοι Γύγης | |
175 | ὁ Δασκύλου. Ἐκ τούτων [γαμεῖν] ἔμελλε (53) Σαδυάτ‐ της τὴν Ἀρνώσσου θυγατέρα ὄνομα Τουδὼ τοῦ Μυ‐ σῶν (54) βασιλέως, ὅστις πόλιν Ἀρδύνιον (55) ἔκτισεν ἐν Θήβης πεδίῳ. Ἐπεὶ δὲ καιρὸς ἦν μετιέναι τὴν γυναῖκα, ἅρμα ζεύξας καὶ Γύγην ἐπιβιβάσας ἐπ’ αὐτὸ, ἐξέπεμψε | |
180 | παρὰ τὸν πενθερὸν, ὡς ἂν κομίσειε τὴν νύμφην. Φασὶ δὲ τέρας (56) αὐτοῖς τοιόνδε συνενεχθῆναι· ἀετοὺς βʹ ὑπερμεγέθεις, ἡνίκ’ ἔμελλον ἐξορμᾶν, ἐφίζεσθαι ἐπὶ τὸν θάλαμον ἔνθα ἦν, τοὺς δὲ μάντες εἰπεῖν, ὅτι δυοῖν βασιλέων ἡ παῖς γυνὴ ἔσοιτο ἐν τῇ πρώτῃ νυκτί. | |
185 | Μετ’ οὐ πολὺ δὲ Γύγης παρῆν, καὶ τοῦ πατρὸς δόντος τὴν νύμφην ἀπεκόμιζεν· ὀχούμενος δ’ ἐπὶ τοῦ ἅρματος ὁ Γύγης εἰς ἔρωτα ἐνέπεσε, καὶ καρτερεῖν οὐ δυνάμε‐ νος, ἐπειρᾶτο αὐτὴν καί τι καὶ προσεφιλοφρονεῖτο. Ἡ δὲ μάλα καρτερῶς ἀναινομένη ἐξεπικραίνετό τε καὶ | |
190 | ἠπείλει αὐτῷ πολλὰ καὶ δεινά. Ὡς δὲ ἀφίκετο παρὰ τὸν βασιλέα, πάντ’ ἐφρασεν ὅσα ὁ Γύγης ἐποίει, καὶ ὡς μιγῆναί οἱ ἤθελεν. Ὁ δὲ ὀργισθεὶς ὤμοσε τῇ ὑστε‐ ραίᾳ Γύγην κτείνειν. Ταῦτα ἤκουσε θεράπαινα παροῦσα | |
ἐν τῷ δωματίῳ, στέργουσα σφόδρα τὸν Γύγην. Ἡ δὲ | 384 | |
195 | πάντ’ ἐκείνῳ παραχρῆμα ἤγγειλεν. Ὁ δὲ νυκτὸς ἔτι οὔσης περιδραμὼν τοὺς φίλους, κοινοῦται τὸν λόγον καὶ ἀξιοῖ (57) βοηθεῖν ὁρμῶντι κτείνειν τὸν βασιλέα. Προσανεμίμνησκε δὲ καὶ τῆς Ἄρδυος ἀρᾶς, ὅτι ἐπη‐ ράσατο τοῖς Δασκύλου φονεῦσι. Κρίνων δ’ οὖν ἐκ τῶν | |
49(200) | παρόντων ἀνελεῖν Σαδυάττην μᾶλλόν περ ἢ αὐτὸς ἀπο‐ θανεῖν ὑπ’ αὐτοῦ, ἐπεὶ τοὺς πιστοτάτους τῶν φίλων ηὐτρεπίσατο, ἵεται σὺν ξίφει ἐπ’ αὐτὸν, τῆς δὲ θεραπαί‐ νης τὰς θύρας τοῦ δωματίου διοιξάσης, ἐπεισελθὼν κτείνει καθεύδοντα Σαδυάττην (58) βασιλεύσαντα ἔτη | |
205 | γʹ (59). Ἕωθεν δὲ καθ’ ἡσυχίαν μετεπέμπετο ἕκαστον τῶν φίλων καὶ τῶν ἐχθρῶν, ὡς τοῦ βασιλέως αὐτοὺς καλοῦν‐ τος, καὶ τοὺς μὲν ἀνῄρει οὓς ᾤετο ἐναντίους ἔσεσθαι, τοῖς δὲ δῶρα διδοὺς ἐπικούρους ἐποιεῖτο. Ἐπεὶ δὲ αὐτῷ | |
210 | πολλοὶ συνηλίσθησαν, ἐπιβατεύων τῆς ἀρχῆς πασσυ‐ δεὶ (60) ἐξοπλίζεται, καὶ ἐξέρχεται εἰς τὴν ἀγορὰν καὶ συγκαλεῖ Λυδοὺς εἰς ἐκκλησίαν. Οἱ δὲ τὸ μὲν πρῶτον ἐταράχθησαν, δυσανασχετοῦντες τὸ ἔργον, καὶ ἐπὶ Γύ‐ γην ὡρμῶντο· πραΰνοντος δ’ αὐτοὺς ἐκείνου καὶ λόγον | |
215 | αἰτουμένου, ὡς ἂν διδάξῃ τὸ πλῆθος περὶ ὧν ἠγνόει μάλιστα, τοῦ θορύβου ἔληξαν, τὰ μὲν ἀκοῦσαί τι σαφὲς ἐπιποθοῦντες, τὰ δὲ καὶ φοβούμενοι τοὺς ὁπλίτας, καὶ ἐσιώπησαν. Καὶ ἔπεμψαν εἰς Δελφοὺς πευσόμενοι εἰ Γύ‐ γην στήσαιντο ἑαυτῶν βασιλέα. Θεὸς δ’ ἐκέλευσε τοσόνδε | |
220 | προειπὼν, ὅτι τοῖς Ἡρακλείδαις εἰς πέμπτην γενεὰν ἥκοι τίσις παρὰ τῶν Μερμναδῶν (61). Τοὐντεῦθεν Γύ‐ γης ὁ Δασκύλου Λυδῶν βασιλεύει, καὶ γαμεῖ τὴν Μυ‐ σὴν γυναῖκα, ἥντινα Σαδυάττης (62) ἠγάγετο, οὐδὲν μνησικακήσας ὧν αὐτοῦ κατεῖπε πρὸς ἐκεῖνον. Λίξον | |
225 | δὲ προεῖπεν εἰς ὄψιν μὴ ἀφικνεῖσθαι ἐπομόσας, ἦ μὴν κατορύξειν αὐτὸν ἐν ᾧ ἂν ἴδοι χωρίῳ πρῶτον. Ὁ δ’ ἐξε‐ τρέπετο τὸν πάντα χρόνον καθ’ ἑτέρας ὁδοὺς φοιτῶν, εἰργόμενος τῶν βασιλείων. Συλλαβεῖν δ’ οὖν αὐτὸν ἐπιθυμῶν Γύγης, ὅμως οὐκ ἐβούλετο παρὰ τὴν ῥήτραν. | |
230 | Καί τις αὐτῷ τῶν φίλων ὑπέθετο, εἰ κατὰ τὰ συγκεί‐ μενα λαβεῖν αὐτὸν ἐθέλοι, τρέπεσθαι κατὰ τὰς ὁδοὺς ἃς ἔθος ἦν ἐκείνῳ διεξιέναι· αὐτὸς δ’ ἔφη ταύτας γινώ‐ σκειν. Ὁ δὲ Γύγης ἐκέλευε τὸν ἄνθρωπον ἡγεῖσθαι· καὶ αὐτὸς ἐκείνῃ τὸ ἅρμα κατήλαυνε (63). Καί πως | |
235 | αὐτῷ κατὰ δαίμονα συντυγχάνει Γύγης ἐν ἐπικάμψει τῆς ὁδοῦ. Στενῆς δ’ οὔσης, οὐκ ἔχων ὅπη τράπηται ἐξ ὀφθαλμῶν τοῦ βασιλέως ὁ Λίξος, ὑποδύεται ὑπὸ τὸ | |
ἅρμα καὶ κρύπτεται. Γύγης (64) δὲ προνοήσας ἐκσπᾶν αὐτὸν ἐκέλευε, καὶ ἐπεὶ ἐξείλκυσαν οἱ θεράποντες καὶ | 385 | |
240 | ἐναντίον ἔστησαν τοῦ ἅρματος, εἶπεν ὁ Γύγης· «Ἐν‐ ταῦθα δή σε χρὴ, ὦ Λίξε, κατορύξαι· τοῦτο γὰρ ἡμῖν συγκείμενον.» Καὶ ὃς (65) οὐδὲν ὑποθωπεύσας· «Σὲ μὲν οὖν, ἔφη, ταῦτα παθεῖν δικαιότερον, ὃς ἐμὲ διώκων ἐκτρεπόμενον ὁδοὺς ἦλθες οὐ πρεπούσας βασιλεῖ.» Οἱ | |
245 | δὲ φίλοι τὸν Γύγην, ἐπὶ συννοίας γενόμενον πολὺν χρό‐ νον, ἔπεισαν ἀφεῖναι Λίξον (66) τοῦ θανάτου. Καὶ ὃς ἔφη ὀμωμοκέναι κατορύξαι αὐτὸν ἔνθα ἂν τύχοι πρῶ‐ τον· οἱ δ’ ἔφασαν· «Ἐπειδὰν· τελευτήσῃ, τοιγαροῦν ἐνταῦθα κατόρυξον, καὶ εὔορκά σοι ἔσται.» Ὁ δὲ ἐπεί‐ | |
49(250) | σθη τε καὶ διὰ ταῦτα ἀφῆκε Λίξον. Μετὰ δὲ ταῦτα ἐπὶ δεῖπνον ἐκάλεσε, χαμαί τε ἀνέκλινε καὶ τὰ ὀστᾶ παρετίθει φαῦλά τε σιτία, πίνειν τε ὄξος ἐνέχει· καί πως δειπνοῦντα ἤρετο (67), πῶς γε δειπνοίη. Ὁ δ’ εἶπεν «Ὡς εἰκὸς παρὰ ἀνδρὶ ἐχθρῷ.» Ὁ δὲ γελάσας εὖ μάλα, | |
255 | τῶν αὑτῷ παρακειμένων ἐπεδαψιλεύετό τε (68) καὶ εὐ‐ μενέστερος ἐγένετο. Χρόνου δὲ προϊόντος, διαλλαγεὶς φίλον ἐποιήσατο καὶ οὐδὲν ἔτι εἶχεν ἐν γνώμῃ τῶν πάλαι. | |
50 | Exc. De ins.: Ὅτι ἐν Ἀθήναις Δημοφῶν ἐβασίλευ‐ σεν, ἐφ’ οὗ Ὀρέστης μητροκτονήσας εἰς Ἀθήνας ἧκε (1), μετὰ δὲ τοῦτον Ὀξύντης, μετὰ δὲ ἐκεῖνον Θυμοί‐ της, ὃς, τοῦ πατρὸς τελευτήσαντος, εἰδὼς τὴν βασιλείαν | |
5 | τῷ γνησίῳ ἀδελφῷ προσήκουσαν, δολοφονήσας αὐτὸν κατέσχε τὴν ἀρχήν (2). | |
51 | Exc. De virt.: Ὅτι Ἱππομένης, ὁ Ἀθηναίων ἄρ‐ χων, ἐξέπεσε τῆς ἀρχῆς δι’ αἰτίαν τοιάνδε. Ἦν αὐτῷ | |
θυγάτηρ, ἥντινα τῶν ἀστῶν (1) τινος λάθρα αἰσχύναν‐ τος (2), ὑπ’ ὀργῆς (3) καθεῖρξεν εἰς οἴκημα δήσας σὺν | 386 | |
5 | ἵππῳ, καὶ τροφὴν οὐδετέρῳ (4) εἰσέπεμπε. Πιεσθεὶς οὖν λιμῷ ὁ ἵππος, ἐφορμήσας τῇ παιδὶ, ἀναλώσας τε αὐτὴν, καὶ αὐτὸς ὕστερον ἀπέθανε. Μετὰ ταῦτα ἐπι‐ σκαφείσης αὐτοῖς τῆς οἰκήσεως, ἀπ’ ἐκείνου ὁ χῶρος ἐκαλεῖτο Ἵππου καὶ Κόρης. | |
52 | Exc. De insid.: Ὅτι Κυρηναίοις (1) οἱ Βάττου παῖδες Ἀρκεσίλαος ** πρὸς ἀλλήλους στασιάσαντες μά‐ χην ἤγειραν Λίβυας ἐπ’ αὐτοὺς ἐνεγκόντες. Καὶ ἡττῶν‐ ται Κυρηναῖοι· ἑπτακισχίλιοι γὰρ ἀπέθανον ἐν τῷ | |
5 | πολέμῳ. Ἀρκεσίλαος δ’ ἐπὶ τούτοις φάρμακον πίνει· δυσθνητοῦντα δ’ αὐτὸν ὁ ἀδελφὸς ἦξε (2) Λέαρχος. Τὸν δὲ Λέαρχον ἡ τοῦ Ἀρκεσίλεω γυνὴ κτείνει Ἐρυ‐ ξώ (3). Τὴν δὲ ἀρχὴν ὁ τοῦ Ἀρκεσίλεω παῖς ἐκδέχεται Βάττος χωλὸς ὤν. | |
53 | Ibid.: Ὅτι Ἴωνες ἐν τῷ πρὸς Ὀρχομενίους πολέμῳ καταδραμόντες (1) αὐτῶν τὰς κώμας, γυναῖκας αἰχμα‐ λώτους πολλὰς ἠγάγοντο· καταπαλλακεύοντες δ’ αὐτὰς, παῖδας ἐξεγέννησαν. Ὑποτραφείσης δὲ τῶν νόθων | |
5 | νεότητος οὐκ ὀλίγης, δείσαντες οἱ γνήσιοι ἐκ τῆς χώρας αὐτοὺς ἐξανέστησαν. Οἱ δ’ εἰς Θορικὸν τῆς Ἀττικῆς ἀποχωρήσαντες, ἡγεμόνας αὑτῶν προστησάμενοι, ὁμοῦ τοῖς Ἴωσιν ἐξέπλευσαν (2). Συνῄεσαν δὲ αὐτοῖς πολλοὶ Πελοποννήσιοι· σχόντες δὲ πρὸς τῷ Ἕρμῳ ταῖς ναυσὶ | |
10 | καί τινα νησῖδα καταλαβόμενοι οὐχ ἑκὰς τῆς ἠπείρου, πολλῶν αὐτοῖς βαρβάρων ἐπιόντων, ἀντεῖχον κρατοῦν‐ τες, καὶ ἐπί τινα λόφον τῆς ἠπείρου περάσαντες τὸ [δὲ] μεταξὺ πᾶν χωννύναι διενοοῦντο. Κἀνταῦθα τειχοδο‐ μεῖν κωλύοντος αὐτοὺς Μέννεω τοῦ Κύμης τυράννου, | |
15 | ὃς τότε τῶν ταύτῃ χωρίων ἐκράτει, Οὐατίας, ἀδελφὸς αὐτοῦ, φιλίαν καὶ ἐπιγαμίαν συντίθεται πρὸς αὐτοὺς | |
ἐπὶ τῷ κεῖνον καταλῦσαι, καὶ αὐτοῖς χώραν δοῦναι αὐτάρκη. Οἱ δὲ ὡμολόγησαν ἐκείνοις τε καὶ τῶν Κυμαίων ὅσους (3) ἐδύναντο [ἐπηγάγοντο] (3), καὶ ἐπεξῆλθον ἐπὶ | 387 | |
20 | τὸν Μέννην. Ταχὺ δὲ καὶ τοῦ δήμου προσθεμένου αὐτῷ, νικήσας μάχῃ παραδίδωσι τοῖς Κυμαίοις τὸν ἀδελφόν· οἱ δ’ ἐκ χειρὸς βαλόντες αὐτὸν κατέλευσαν, καὶ τὸν Οὐατίαν ἐστήσαντο βασιλέα. Ὁ δ’ εὐθέως τὰς πρὸς Φωκαέας (4) συνθήκας ἠξίου ἐμπεδοῦν, ἃς ὑπὲρ τῆς ἐκείνων ἐλευθε‐ | |
25 | ρίας συνέθετο· οἱ δ’ ἐπείσθησαν καὶ τῆς γῆς ἔδοσαν. | |
54 | Ibid.: Ὅτι Λεωδάμας ἐβασίλευσε Μιλησίων, καὶ ἐν τοῖς μάλιστα ἐπῃνεῖτο, δίκαιός τε ὢν καὶ τῇ πόλει καταθύμιος, εἰς ὃ φόνον αὐτῷ βουλεύσας Ἀμφιτρὴς ἐν ἑορτῇ Ἀπόλλωνος ἄγοντα ἑκατόμβην τῷ θεῷ Λεωδά‐ | |
5 | μαντα (1) κατὰ τὴν ὁδὸν ἀπέκτεινεν, αὐτὸς δὲ μετὰ τῶν αὐτοῦ στασιωτῶν τὴν πόλιν κατελάβετο, καὶ τύραννος ἐγένετο, ἰσχύϊ προὔχων Μιλησίων. Οἱ δὲ Λεωδάμαν‐ τος παῖδες καὶ φίλοι νυκτὸς ἀπεχώρησαν εἰς Ἀσση‐ σὸν (2), ὑποδεχομένου αὐτοὺς προθύμως τοῦ ἐνόντος ἄρ‐ | |
10 | χοντος, ὅντινα Λεωδάμας πρότερον κατέστησεν. Μετ’ οὐ πολὺ δὲ Ἀμφιτρὴς ἐπ’ αὐτοὺς σὺν στρατῷ ἦλθε, καὶ προσκαθίσας ἐπολιόρκει. Οἱ δὲ μέχρι μέν τινος ταλαι‐ πωρούμενοι ἀντεῖχον· μετὰ δὲ ταῦτα εἰς μαντεῖον πέμψαντες ἐχρηστηριάζοντο περὶ τοῦ πολέμου. Θεὸς | |
15 | δ’ ἔφη, ἐκ Φρυγίας αὐτοῖς (3) ἥξειν βοηθοὺς, οἳ τίσιν τε πράξονται τοῦ Λεωδάμαντος φόνου, κἀκείνους τε καὶ Μιλησίους κακῶν ἀπαλλάξουσιν. Χρονιζομένης δὲ τῆς πολιορκίας, ἀφικνοῦνται νεανίσκοι, Τόττης καὶ Ὄννης, ἐκ Φρυγίας, ἱερὰ ἔχοντες Καβείρων ἐν κίστει κεκαλυμ‐ | |
20 | μένα· ἐχόμενοι δὲ τῆς κίστεως ἀμφότεροι, ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν, νυκτὸς ἔτι οὔσης προῆλθον εἰς τὸ τεῖχος, καὶ ἐκέλευον σφὰς δέχεσθαι. Βαρυνόμενοι δὲ ὑπὸ τῶν φυλάκων καὶ ἐρωτώμενοι τίνες εἶεν, ἔφασαν ὅτι κατὰ πρόσταξιν θεοῦ ἱερὰ ἐκ Φρυγίας κομίζοιεν ἐπὶ τῷ Μιλησίων τε καὶ | |
25 | Ἀσσησίων ἀγαθῷ. Οἱ δ’ εἰς νοῦν βαλόμενοι τὸν χρη‐ σμὸν δέχονται τοὺς νεανίσκους. Ἕωθεν δ’ εἰς ἐκκλη‐ σίαν συνῆλθον οἵ τε τοῦ Λεωδάμαντος παῖδες καὶ οἱ ἄλλοι ἅπαντες, καὶ τοὺς Φρύγας ἤροντο, οἵτινές τε εἶεν καὶ ἐφ’ ὅτῳ ἥκοιεν. Οἱ δ’ ἔφασαν, θεὸν (4) αὐτοῖς | |
30 | κελεῦσαι σὺν τοῖς ἱεροῖς εἰς Ἀσσησὸν ἐλθεῖν, τιμωροὺς ἐσομένους τοῦ Λεωδάμαντος φόνου, ὅστις αὐτοῖς εἴη ὁ Λεωδάμας· αὐτοὶ γὰρ οὐ γινώσκειν· καὶ κακῶν ῥύε‐ σθαι Μιλησίους καὶ Ἀσσησίους. Δεῖν οὖν, ὅπως ἂν ταῦτα γένοιτο (5) ἐπιτελῆ, θῦσαι τὰ νομιζόμενα αὐτοῖς. | |
35 | Οἱ δὲ ταῦτα ἀκούοντες ὁ πᾶς δῆμος ἐν χαρᾷ ἦσαν· τοῖς γὰρ λογίοις σύνδρομα ἐφαίνετο. Ὑπέσχοντό τε τὰ | |
ἱερὰ ἱδρύσειν (6) παρὰ σφίσι καὶ τιμήσειν, εἰ ταῦτα γένοιτο. Ἐκ τούτου μετὰ τὰς ἱερουργίας ἐκέλευον αὐ‐ τοὺς οἱ Φρύγες ὁπλισαμένους πανστρατιᾷ χωρεῖν ἐπὶ | 388 | |
40 | τοὺς πολεμίους, ἡγουμένων τῶν ἱερῶν πρὸ τῆς φάλαγ‐ γος. Καὶ ἐποίησαν ταῦτα. Οἱ δὲ περὶ Ἀμφιτρὴν (7) ὑπαντιάσαντες, ὡς ἤδη πλησίον ἐγένοντο, εἰς φυγὴν ἐτράποντο, δείματος θείου ἐμπεσόντος· οἱ δ’ ἑπόμενοι τοὺς μὲν ἔσφαττον, τοὺς δ’ ἐδίωκον (8), Ἀμφιτρὴν | |
45 | δ’ οἱ Λεωδάμαντος παῖδες κτείνουσι, καὶ ὁ πόλεμος καὶ ἡ τυραννὶς ἐπέπαυτο Μιλησίοις. Ὅτι Ἐπιμένης μετὰ ταῦτα αἰσυμνήτης (9) ὑπὸ τοῦ δήμου χειροτονεῖται, λαβὼν ἐξουσίαν κτείνειν οὓς βούλε‐ ται· καὶ ὃς τῶν μὲν παίδων Ἀμφιτρῆτος οὐδενὸς οἷός τ’ ἦν | |
54(50) | ἐγκρατὴς γενέσθαι· ὑπεξῆλθον γὰρ παραχρῆμα δείσαν‐ τες· τὰ δὲ ὄντα αὐτοῖς ἐδήμευσε, καὶ ἀργύριον ἐκήρυ‐ ξεν, εἴ τις αὐτοὺς κτείνειεν· τῶν δὲ κοινωνῶν τοῦ φόνου τρεῖς ἀπέκτεινε, τοῖς δὲ ἄλλοις φυγὴν προεῖπεν· οἱ δὲ ᾤχοντο. Οἱ μὲν δὴ Νηλεῖδαι κατελύθησαν ὧδε. | |
55 | Ibid.: Ὅτι μετὰ τὸ ἀγαγεῖν τὸ νάκος τοὺς Ἀργο‐ ναύτας τῷ Πελίᾳ, Ἰάσων εὐθὺς ἐλθὼν Πελίᾳ φόνον ἐβούλευε τῆς ἀρχῆς πέρι, Μήδεια δ’ αὐτῷ ὑπέστη ἀνιδρωτὶ τοῦτο πράξειν. Ταχὺ δὲ ταῖς ἐκείνου θυγατρά‐ | |
5 | σιν ἐν ὁμιλίᾳ γενομένη ἔπειθεν, ὅτι αὐταῖς τὸν πατέρα γηραιὸν ὄντα ἀνηβῆσαι ποιήσειε διὰ φαρμάκων, εἴ μιν κατακόψασαι εἰς λέβητα ζέοντα ἐμβάλοιεν· εἰς δὲ πίστιν τοῦ λόγου, ὥς φασι, παλαί’ ἄττα κατακόψασα πρόβατα, νέα ἐκ παλαιῶν ἐποίει. Αἱ δὲ διὰ τοῦτο μάλιστα πει‐ | |
10 | σθεῖσαι τὸν πατέρα ἔκτειναν· καὶ ὡς οὐδὲν ἐγίνετο ὧν προσεδόκων, ἐν πένθει μεγάλῳ ἦσαν. Οἱ δὲ Ἰωλκοὶ ἐπὶ τῷ ἔργῳ ἤχθηραν Μήδειάν τε καὶ Ἰάσονα, καὶ τοὺς μὲν φυγῇ ἐζημίωσαν· οἱ δ’ εἰς Κόρινθον ἀπεχώρη‐ σαν· ταῖς δὲ παισὶ συνέγνωσαν ὑπὸ ἀκακίας ἐξαπατη‐ | |
15 | θείσαις· θανάτου γὰρ ῥυόμεναι τὸν πατέρα ἐκ γήρως, ἄκουσαι ἀπέκτειναν. Ἐπὶ δὲ τῷ Πελίου τάφῳ ἆθλα ἐτέθη μέγιστα καὶ τὰς θυγατέρας αὐτοῦ ἠγάγοντο, ὡς ἂν καθαρὰς φόνου, οἱ ἄριστοι. Ἐκ Πελοπείας (2) δὲ Κύ‐ κνος ἐγένετο, ᾧ Ἡρακλῆς ἐμαχέσατο ἐν Ἰτώνῳ τῆς | |
20 | Ἀχαΐας· Ἄκαστος δ’ ὁ Πελίου ἐν Ἰωλκῷ ἐβασίλευεν, τοῦ πατρὸς τελευτήσαντος, Ἰάσονος φυγόντος εἰς Κό‐ ρινθον σὺν Μηδείᾳ. | |
56 | Exc. De virt.: Ὅτι ἡ Ἀκάστου γυνὴ Πηλέως ἐρασθεῖσα, λόγους ὑπὲρ μίξεως εἰσφέρει· ἀναινομένου δὲ, δείσασα μή μιν κατείποι (1) πρὸς τὸν ἄνδρα, ὑπο‐ | |
φθάσασα αὐτὸν προδιαβάλλει (2) πρὸς τὸν ἄνδρα, ὡς | 389 | |
5 | εὐνηθῆναί (3) οἱ θέλοντα. Ὁ δὲ λόχον ὑφείσας ἐπεβού‐ λευσε Πηλεῖ. Καὶ ὃς αἰσθόμενος, εἰς πόλεμον κατέστη πρὸς αὐτὸν, ἐπικαλεσάμενος βοηθοὺς τούς τε Τυνδαρί‐ δας καὶ Ἰάσονα, ἐχθρὸν ὄντα ἐκείνῳ (4), φίλος αὐτὸς ὢν διὰ τὸ σύμπλους ἐν τῇ Ἀργοῖ γεγονέναι· καὶ τήν | |
10 | τε Ἰωλκὸν αἱρεῖ καὶ τὴν Ἀκάστου γυναῖκα σφάττει. | |
57 | Ibid.: Ὅτι Λυκούργῳ τοιάδε ἡ τελευτὴ τοῦ βίου ἐγένετο. Βουλόμενος, ὥς φασι, τὸν (1) θεὸν ἐρέσθαι περί τινων ὑπολοίπων νόμων, ὥρκωσε Λακεδαιμονίους ἄχρις ἐπάνεισι μηδένα λῦσαι τῶν κειμένων. Ὀμοσάν‐ | |
5 | των δ’, ἐπεὶ χρηστηριαζόμενος ἤκουσε παρὰ τοῦ θεοῦ, ὡς εὐδαίμων ἡ πόλις ἔσοιτο, εἰ τοῖς ἐκείνου νόμοις ἐμμένοι, ἔγνω μηκέτι ἐπανελθεῖν, τὸ βέβαιον τῆς φυ‐ λακῆς ἐκ τοῦ ὅρκου ποιησάμενος. Καταβὰς δὲ εἰς Κρί‐ σαν αὑτὸν διεργάζεται (2). Λακεδαιμόνιοι δὲ αἰσθόμε‐ | |
10 | νοι, διά τε τὴν προτέραν ἀρετὴν καὶ τὴν τότε κριθεῖσαν περὶ τὸν θάνατον, ναόν τε αὐτῷ ἐτεμένισαν, καὶ βωμὸν ἱδρυσάμενοι θύουσιν ὡς ἥρωι ἀνὰ πᾶν ἔτος (3). Περιφα‐ νῶς γὰρ δὴ (4) Σπαρτιάταις αἴτιος μόνος ἐγένετο τῆς εἰς ἅπαν ἀρετῆς τε καὶ ἡγεμονίας, οὐδὲν ἄμεινον τῶν | |
15 | ἄλλων πάλαι διακειμένοις· οὐ μόνον ὅτι αὐτοῖς νόμους ἔθετο ἀρίστους, ἀλλὰ καὶ ὅτι ἄκοντας προὐτρέψατο χρῆσθαι αὐτοῖς τρόπῳ τοιῷδε. Δύο σκύλακας λαβὼν (5) ἀπὸ τῆς αὐτῆς μητρὸς ἔτρεφε, χωρὶς δὲ ἀλλήλων ἀνο‐ μοίοις ἤθεσι, τὸν μὲν κατ’ οἶκον, ὄψα τε διδοὺς καὶ | |
20 | τὴν ἄλλην λιχνείαν, τὸν δὲ ἐν κυνηγεσίοις θηρᾶν ἀναγ‐ κάζων καὶ στιβεύειν (6) ἐν ὄρεσιν. Ὡς δ’ ἑκάτερος αὐ‐ τῶν ὅμοιος ἐγένετο τῇ τροφῇ, Σπαρτιάταις ἐκκλησιά‐ ζουσι πρὸς τοὺς περιοίκους πολέμου πέρι, καὶ ἀμηχα‐ νοῦσι, παραγαγὼν ἀμφοτέρους εἰς μέσον, καὶ σὺν | |
25 | αὐτοῖς δόρκους τε καὶ ζωμοὺς (7) καὶ ὄψα ἐσκευασμένα, ἔλεξεν· «Ἀλλ’ ὅτι μὲν, ὦ Σπαρτιᾶται, τοῦ εὖ τε καὶ κακῶς πράττειν οὐκ ἄλλο ἐστὶν αἴτιον πλὴν τὸ ἔθεσι χρῆσθαι φαύλοις ἢ σώφροσι, πάρεστιν ὑμῖν ὁρᾶν. Οἵδε γέ τοι (8) (τοὺς σκύλακας δείξας) τῆς αὐτῆς μητρὸς | |
30 | ὄντες, ἐναντίως δὲ ἀλλήλοις τεθραμμένοι, παρ’ αὐτὸ τοῦτο ἀνόμοιοι ἐκβεβήκασιν. Ὁ μὲν γὰρ θηρᾶν μαθὼν, ὁ δὲ λιχνεύειν, οὐδὲν ἂν (9) ἀντὶ τοῦδε, εἰ παρείκοι, ποιήσειε.» Καὶ ἅμα προσέταξε τῷ κυνουλκῷ μεθεῖναι | |
ἐπὶ ἀμφοτέρους τὰ ἡτοιμασμένα. Τῶν δ’ ὁ μὲν κατοικί‐ | 390 | |
35 | διος ἐπὶ τοὖψον ὥρμησεν, ὁ δὲ θηράτωρ ἐπὶ τὸν δόρκον, καὶ καταλαβὼν (10) ἐσπάραττε. Καὶ Λυκοῦργος πάλιν, «Ταῦτα, ἔφη, νομίσατε, ὦ Σπαρτιᾶται, καὶ εἰς ὑμᾶς τείνειν καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους· ὁποίοις γὰρ ἂν ἔθεσι καὶ νόμοις χρῆσθε, τοιούτους ἀποβαίνειν ἀνάγκη | |
40 | πρός τε πόνους καὶ τρυφήν· πάντα γὰρ ἀνθρώποις μα‐ θητὰ οἱ θεοὶ ἔδοσαν. Ἕπεται δὲ τῷ μὲν πονεῖν ἐθέλειν τὸ ἐλευθέρους εἶναι, καὶ τὸ εὖ (11) πράττειν καὶ κρα‐ τεῖν πάντων· τῷ δὲ ἡδυπαθεῖν τό τε δουλεύειν καὶ κα‐ κουργεῖν (12) καὶ μηδενὸς ἀξίους εἶναι.» Ὁ μὲν τοιαῦτα | |
45 | λέγων προὐτρέπετο τοὺς Σπαρτιάτας μεταβαλεῖν τε τὸν καθεστῶτα τρόπον τοῦ βίου, καὶ βελτίοσι νόμοις ἐθισθῆναι. Οἱ δὲ πεισθέντες οὐ τῶν περιοίκων μόνον, ἀλλὰ καὶ πάντων Ἑλλήνων διαφανῶς ἄριστοι ἐγένοντο, ἡγεμόνες τε συνεχῶς, ἐξ ὅτου παρεδέξαντο τοὺς νόμους, | |
57(50) | ἐπὶ ἔτη πεντακόσια (13), καὶ οὐ πολλοῦ χρόνου ἐπὶ μέγα ἐχώρησαν δυνάμεως. Τέλος τοῦ ἕκτου λόγου Νικολάου Δαμασκηνοῦ. | |
t58-70 | [ΕΚ ΒΙΒΛ. Ζʹ.] | |
58 | Exc. De ins.: Ὅτι Κύψελος Βακχιάδης καὶ αὐτὸς ὢν ἐκ κήδους γυναικείου (1), πρῶτος κτείνας τὸν τε‐ λευταῖον Ἱπποκλείδην (2) ἐβασίλευσεν ἀντ’ αὐτοῦ τρόπῳ τοιῷδε. Λόγιον ἦν (3) τοῖς Βακχιάδαις ὑπὸ τοῦ | |
5 | Κυψέλου τοῦ Ἀετίωνος καταλυθεῖσιν (4) τὴν ἀρχὴν ἀφαιρεθῆναι. Γενόμενον οὖν αὐτὸν καὶ ἐν σπαργάνοις ἔτι ὄντα ὑποπέμψαντες τῶν ὑπασπιστῶν τινὰς ἐκέλευον κτεῖναι. Τῶν δὲ ἐπὶ τούτῳ ἐλθόντων ἐπὶ τὴν οἰκίαν καὶ μελλόντων ἀναιρεῖν, ὀρέγον τὰς χεῖρας τὸ παιδάριον | |
10 | προσεμειδία τοῖς ἀνθρώποις· τοὺς δὲ οἶκτος εἰσῆλθε, καὶ ἔγνωσαν μηκέτι ἀναιρεῖν, ἀλλὰ φράσαντες τῷ πατρὶ τὰς ἀληθείας ἐκποδὼν ἀπιέναι. Δόξαν δὲ οἱ μὲν εἶπαν, ὁ δὲ Ἀετίων εἰς Ὀλυμπίαν αὐτὸ ὑπεκτίθεται καὶ ἔτρε‐ φεν, ὡς ἂν ἱκέτην τοῦ θεοῦ. Μετὰ δὲ ταῦτα θαρσήσας | |
15 | εἰς Κλεωνὰς ἤγαγε, μειράκιον ἔτι ὄντα καὶ πολλῶν διαφέροντα τὴν ἰδέαν καὶ τὴν ἀρετήν. Ἀνὰ δὲ χρόνον | |
ὁ Κύψελος βουλόμενος κατελθεῖν εἰς Κόρινθον, ἐχρηστη‐ ριάζετο (5) ἐν Δελφοῖς. Συμφέρουσαν δὲ δεξάμενος φήμην οὐδὲν μελλήσας ἧκεν εἰς Κόρινθον, καὶ ταχὺ τῶν ἀστῶν | 391 | |
20 | ἐν τοῖς μάλιστα ἀγαστὸς ἦν, ἀνδρεῖός τε καὶ σώφρων καὶ δημωφελὴς δοκῶν εἶναι παρὰ τοὺς ἄλλους Βακχιά‐ δας ὑβριστάς τε ὄντας καὶ βιαίους. Πολεμαρχήσας δ’ ἔτι μᾶλλον ἐστέρχθη, τῶν πώποτε ταύτην ἀρξάντων τὴν ἀρχὴν μακρῷ ἄριστος γενόμενος· τἄλλα τε γὰρ ὀρθῶς | |
25 | ἔπραξε καὶ τόδε· νόμος καθεστήκει Κορινθίοις τοὺς ἐν δι‐ καστηρίῳ ἁλισκομένους ἀπάγεσθαι πρὸς τὸν πολέμαρχον, καὶ καθείργνυσθαι τῶν ἐπιτιμίων ἕνεκα, ὧν καὶ αὐτῷ μέρος τι ἦν. Ὁ δὲ οὔτε καθεῖρξέ τινα πολίτην, οὔτε ἔδησεν, ἀλλὰ τοὺς μὲν ἀπέλυε δεχόμενος (6) ἐγγυητὰς, | |
30 | τῶν δὲ καὶ αὐτὸς ἐγίνετο, πᾶσι δὲ ἠφίει τὸ αὐτοῦ μέ‐ ρος· ἐξ ὧν μάλιστα ἐν τῷ πλήθει ἐστέργετο. Ὁρῶν δὲ τοὺς Κορινθίους ἐχθρωδῶς πρὸς Βακχιάδας διακειμέ‐ νους, προστάτην δ’ οὐκ ἔχοντας, ᾧ χρησάμενοι κατα‐ λύσειαν αὐτοὺς, ἐπέδωκεν αὑτὸν, καὶ ἐδημαγώγει τὸ | |
35 | πλῆθος, τόν τε χρησμὸν λέγων, ὅτι ὑπ’ αὐτοῦ πέπρω‐ ται καταλυθῆναι αὐτοὺς, ἀνθ’ ὅτου καὶ πάλαι γενόμενον αὐτὸν ὁρμήσειαν ἀνελεῖν, καὶ νῦν ἐπιβουλεύειν, ἀλλ’ οὐ δεδυνῆσθαι παρατρέψαι [τὰ] μοιρίδια. Οἱ δ’ ἀσμένως προσίεντο τοὺς λόγους, τοῖς μὲν δυσμενεῖς ὄντες, τῷ δὲ | |
40 | εὖνοι, καὶ τὸ βέβαιον τοῦ κατορθώσειν τὸ ἔργον ἐκ τῆς περὶ αὐτὸν ἀνδρείας ἔχοντες. Τέλος δὲ συστήσας ἑται‐ ρικὸν κτείνει βασιλεύοντα Πατροκλείδην, παράνομον ὄντα καὶ ἐπαχθῆ. Ταχὺ δὲ ἀντ’ ἐκείνου ὁ δῆμος αὐτὸν βασιλέα κατέστησεν. Ὁ δὲ τούς τε φυγάδας κατάγει, | |
45 | καὶ τοὺς ἀτίμους ὑπὸ τῶν Βακχιαδῶν γενομένους ἐπι‐ τίμους πάλιν ἐποίησε· καὶ διὰ τοῦτο ἐχρῆτο εἰς ὅ τι βού‐ λοιτο αὐτοῖς· εἴς τε ἀποικίαν ἐξῆγε τοὺς μὴ φίλους, ὅπως ἂν ῥᾷον ἄρχοι τῶν λοιπῶν· ἔπεμψε δὲ εἴς τε Λευ‐ κάδα (7) καὶ Ἀνακτόριον, οἰκιστὰς αὐτῶν Πυλάδην καὶ | |
58(50) | Ἐχιάδην τάξας, παῖδας αὐτοῦ νόθους· τοὺς δὲ Βακχιά‐ δας φυγαδεύσας ἐδήμευσε τὰς οὐσίας αὐτῶν. Οἱ δὲ εἰς Κέρκυραν ἀπεχώρησαν. Κύψελος δὲ Κορίνθου πράως | |
ἦρχεν, οὔτε δορυφόρους ἔχων, οὔτ’ ἀποθύμιος ὢν (8) Κο‐ ρινθίοις. Βασιλεύσας δὲ ἔτη λʹ (9) ἐτελεύτησε τέσσα‐ | 392 | |
55 | ρας υἱοὺς καταλιπὼν, ὧν γνήσιος μὲν ἦν Περίανδρος, οἱ δὲ λοιποὶ νόθοι. | |
59 | Exc. De virt.: Ὅτι Περίανδρος ὁ Κυψέλου υἱὸς, τοῦ βασιλέως Κορινθίων, τὴν βασιλείαν παρὰ τοῦ πα‐ τρὸς κατὰ πρεσβεῖον παραλαμβάνει, καὶ ὑπὸ ὠμότητος καὶ βίας ἐξέτρεψεν αὐτὴν εἰς τυραννίδα, καὶ δορυφόρους | |
5 | εἶχε τριακοσίους. Ἐκώλυέ τε τοὺς πολίτας δούλους κτᾶσθαι, καὶ σχολὴν ἄγειν, ἀεί τινα αὐτοῖς ἔργα ἐξευ‐ ρίσκων. Εἰ δέ τις ἐπὶ τῆς ἀγορᾶς καθέζοιτο (1) ἐζημίου, δεδιὼς μή τι βουλεύοιντο κατ’ αὐτοῦ. Λέγεται καὶ ἄλλο αὐτὸν ἔργον ἄνομον ἐργάσασθαι, νεκρᾷ τῇ ἑαυ‐ | |
10 | τοῦ γυναικὶ μιγέντα ὑπ’ ἔρωτος. Ἐστρατεύετο δὲ συν‐ εχῶς, καὶ ἦν πολεμικός· τριήρεις τε ναυπηγησάμενος ἀμφοτέραις ἐχρῆτο ταῖς θαλάσσαις. Φασὶ δέ τινες αὐ‐ τὸν καὶ τῶν ἑπτὰ σοφῶν γεγονέναι· τὸ δὲ οὐκ ἦν. | |
60 | Exc. De insid.: Ὅτι Περιάνδρῳ τῷ τυράννῳ Κο‐ ρινθίων γηραιῷ ἤδη ὄντι πάντες οἱ υἱεῖς (1) ἐτελεύτη‐ σαν, ὧν Εὐαγόρας μὲν ἀποικίαν εἰς Ποτίδαιαν ἐξαγα‐ γὼν, Λυκόφρων δὲ τυραννίδα κατασκευαζόμενος παρὰ | |
5 | τοῖς περιοίκοις, Γόργος δὲ ἅρμα ἡνιοχῶν καὶ πεσὼν ἐπὶ τράχηλον, Νικόλαος δὲ, ὅσπερ ἐδόκει μετριώτατος εἶναι, ὑπὸ Κερκυραίων δολοφονηθεὶς τρόπῳ τοιῷδε. Περίανδρος βουλόμενος, τελευτήσαντος αὐτοῦ, μένειν τοῖς ἐκγόνοις τὴν ἀρχὴν καὶ λογιζόμενος ὅτι αὐτῷ μὲν ἐπι‐ | |
10 | θοῖντο Κορίνθιοι (2), Νικόλαον δὲ βασιλεύοντα ἀνάσχοιν‐ το διὰ τὴν ἐπιείκειαν, ἔγνω ἀποχωρήσας αὐτὸς εἰς Κέρ‐ κυραν Νικολάῳ παραδοῦναι τὴν Κόρινθον. Αἰσθόμενοι δὲ (ταῦτα) Κερκυραίων τινὲς τὴν Περιάνδρου γνώμην, καὶ ἐλευθεροῦν τὴν μητρόπολιν θέλοντες, τόν τε Πε‐ | |
15 | ρίανδρον εἰ ἀφίκοιτο ὀρρωδοῦντες, συστάντες κτείνουσι τὸν Νικόλαον διαιτώμενον παρὰ σφίσιν. Ὁ δὲ Περίαν‐ δρος ἀθροίσας στράτευμα, ἐνέβαλεν εἰς Κέρκυραν, καὶ τὴν πόλιν ἑλὼν νʹ τοὺς αἰτίους τοῦ φόνου ἀπέκτει‐ | |
νε, τοὺς δὲ τούτων (3) υἱέας πλείστους ὄντας ἔπεμψε | 393 | |
20 | πρὸς Ἀλυάττην τὸν Λυδῶν βασιλέα ἐπ’ ἐκτομῇ. Οἱ δὲ προσσχόντες (4) Σάμῳ ἱκέται τῆς Ἥρας ἐγένοντο, καὶ αὐτοὺς Σάμιοι αἰσθόμενοι τὸ σύμπαν ἐρρύσαντο (5). Πε‐ ρίανδρος δὲ Ψαμμητίχῳ Κέρκυραν παραδοὺς, ὅστις ἦν Γόργου (6) μὲν υἱὸς, ἀδελφιδοὺς δὲ ἑαυτῷ, ἐπανῆλθεν | |
25 | εἰς Κόρινθον. Ὅτι ἐκδέκτορα τῆς βασιλείας κατέλιπε (7) Περίαν‐ δρος Κύψελον (8) τὸν Γόργου παῖδα, τοῦ σφετέρου ἀδελφοῦ, ὃς ἐκ Κερκύρας ἀφικόμενος ἐτυράννευσε Κορίνθου ἄχρι αὐτὸν συστάντες τινὲς τῶν Κορινθίων | |
30 | ἔκτειναν, βραχὺν χρόνον κατασχόντα τὴν τυραννίδα, καὶ τὴν πόλιν ἠλευθέρωσαν. Ὁ δὲ δῆμος τάς τε οἰκίας τῶν τυράννων κατέσκαψε, καὶ τὰς οὐσίας ἐδήμευσεν, ἄτα‐ φόν τε ἐξώρισε τὸν Κύψελον, καὶ τῶν προγόνων τοὺς τάφους ἀνορύξας, τὰ ὀστᾶ ἐξέρριψεν· αὐτὸς δὲ παρα‐ | |
35 | χρῆμα κατεστήσατο (9) πολιτείαν τοιάνδε· μίαν μὲν ὀκτάδα (10) προβούλων ἐποίησεν, ἐκ δὲ τῶν λοιπῶν βου‐ λὴν κατέλεξεν ἀνδρῶν θʹ. Ζήτει ἐν τῷ Περὶ πο‐ λιτικῶν. | |
61 | Ibid.: Ὅτι Μύρων ὁ Σικυωνίων βασιλεὺς, ἀπὸ Ὀρθαγόρου κατάγων τὸ γένος, ἦν περί τε τὰ ἄλλα καὶ περὶ τὰς γυναῖκας ἀκόλαστος· [ἅς] οὐ (1) λάθρα μόνον, ἀλλὰ καὶ φανερῶς βιασάμενος ᾔσχυνεν· τελευτῶν δὲ καὶ τοῦ | |
5 | Ἰσοδήμου τοῦ ἀδελφοῦ γυναῖκα ἐμοίχευσεν. Ὁ δὲ ᾐσθη‐ μένος, πρότερον μὲν ἡσύχαζεν, ἐλθόντι δὲ ἐκ Λιβύης (2) τῷ ἑτέρῳ ἀδελφῷ ἔφρασεν ἀδημονῶν. Ἦν δ’, ὥς φασιν, αὐτὸς μὲν ἁπλοῦς τὸ ἦθος καὶ ἄκακος, ὁ δὲ Κλεισθένης (3) δόλιος. Καί ποτε πυνθανομένου τί χρὴ | |
10 | ποιεῖν, αὐτὸς μὲν εἶπεν οὐδ’ ἂν μίαν ἡμέραν ἀνασχέ‐ σθαι τοιαῦτα παθὼν, ἀλλὰ δι’ αὐτοχειρίας αὐτὸν τὸν (4) δράσαντα τιμωρήσασθαι. Ἔλεγε δὲ ταῦτα καὶ παρώ‐ | |
ξυνε τὸν Ἰσόδημον ἐπὶ τὸν Μύρωνα, ἐπιβουλεύων τῇ τυραννίδι, τοῦ μὲν ἀποθανόντος, τοῦ δὲ θύειν τοῖς θεοῖς | 394 | |
15 | οὐκ ἂν (5) ἔτι δυναμένου διὰ τὸ αἷμα τοῦ ἀδελφοῦ. Ὅπερ ἐδήλωσεν. Ὡς γὰρ ὁ Ἰσόδημος ἔκτεινε τὸν Μύ‐ ρωνα ζʹ ἔτη τυραννεύσαντα, εὑρὼν ἐπὶ τῇ γυναικὶ, καὶ πρὸς τὸν Κλεισθένη ἔφρασε μέγα στενάξας, ἐκεῖνος συν‐ άχθεσθαι ἀμφοτέροις ἔφη, τῷ μὲν θανόντι, ὅτι ὑπὸ τἀ‐ | |
20 | δελφοῦ πάθοι ταῦτα, ἐκείνῳ δ’ αὖ, ὅτι τὸν ἀδελφὸν κτείνας, οὐκ ἂν ἔτι δύναιτο (6) τοῖς θεοῖς θύειν, ἀλλὰ δεῖν ἕτερον τοῦτο ποιεῖν. Ὁ δ’ ἵνα μὴ τῆς ἀρχῆς διὰ τοῦτ’ ἐκπέσοι, πεισθεὶς ἀληθῆ λέγειν αὐτὸν, ἐνιαυτὸν διαλιπὼν προσείλετο κοινωνόν. Καὶ ὁ μὲν τοῦθ’ ὅπερ | |
25 | ἐτέχναζεν κατειργάσατο διὰ τὴν εὐήθειαν ἐκείνου, καὶ ἀμφότεροι Σικυῶνος ἦρχον. Πολὺ μέντοι μᾶλλον Κλει‐ σθένει προσεῖχον οἱ ἄνθρωποι, ἅτε φοβερῷ ὄντι καὶ δραστηρίῳ, καὶ οἱ ἐκείνου φίλοι τούτῳ προσεχώρουν. Τελευτῶν δὲ καὶ τῆς ἀρχῆς τὸν Ἰσόδημον ἀπεστέρησε | |
30 | τοιόνδε τι τεχνάσας. Ἦν τις Χαιρέδημος, ἀνὴρ τῶν ἀστῶν Ἰσοδήμου φίλος. Οὗτος ὁρῶν τὸν Κλεισθένη ἐρ‐ γασιμώτερον, προσιὼν περὶ φιλίας διελέγετο. Πολλὰ δὲ ὑπισχνουμένου, Κλεισθένης ἐκέλευσεν αὐτὸν εἰς πίστιν ὧν (7) ἔφη παρελθόντα Ἰσοδήμῳ παραινεῖν ἀπενιαυτί‐ | |
35 | σαι διὰ τὸν φόνον, ὅπερ ἔθος ἦν ποιεῖν, ὡς καὶ θύειν αὐτῷ (καὶ) τὰ ἱερὰ ἐξέσται κεκαθαρμένῳ (8), καὶ τοῖς ἐκείνου παισὶν ἄρχειν· εἰ δὲ μὴ, ἔνοχον ὄντα χαλεπῶς μὲν αὐτὸν ἐμμενεῖν τῇ τυραννίδι, χαλεπῶς δὲ ἐγ‐ γόνοις λείψειν. Ταῦτα λέγοντα ὁ Χαρίδημος ἐδέξατο, | |
40 | καὶ τῷ Ἰσοδήμῳ συνεβούλευε, μεταστῆναι ἐπ’ ἐνιαυ‐ τόν. Ὁ δὲ οἷα ἀνὴρ ἄκακος, πεισθεὶς ἐπ’ εὐνοίᾳ λέγειν αὐτὸν, ἀπεχώρησεν εἰς Κόρινθον, παραδοὺς Κλεισθένει τὴν τυραννίδα. Ὁ δὲ παραχρῆμα ἐξελθόντος διέβαλ‐ λεν ὡς μετὰ τῶν Κυψελιδῶν οἱ ἐπιβουλεύοντα, ὅπως | |
45 | ἂν μόνος ἄρχοι. Καὶ διὰ τοῦτο στράτευμα ὁπλίσας ἐξεῖργε κατιόντα, καὶ αὐτὸς ἐτυράννει, βιαιότατος ὢν τῶν πρὸ αὐτοῦ καὶ ὠμότατος, καὶ βοηθείας πολλοῖς ἐκπέμπων, ὡς ἂν ἔχοι συμμάχους. Κατασχὼν δὲ τὴν ἀρχὴν ἓν καὶ λʹ ἔτη (9) ἐτελεύτησεν. | |
62 | Exc. De virt.: Ὅτι Μάγνης ἦν ἀνὴρ Σμυρναῖος, καλὸς τὴν ἰδέαν εἴ τις καὶ ἄλλος, ποιήσει τε καὶ μου‐ σικῇ δόκιμος. Ἤσκητο δὲ καὶ τὸ σῶμα διαπρεπεῖ κόσμῳ, ἁλουργῆ (1) ἀμπεχόμενος, καὶ κόμην τρέφων χρυσῷ | |
5 | στροφίῳ (2) κεκορυμβωμένην· περιῄει τε τὰς πόλεις ἐπιδεικνύμενος τὴν ποίησιν. Τούτου δὲ πολλοὶ μὲν καὶ ἄλλοι ἤρων, Γύγης δὲ μᾶλλόν τι ἐφλέγετο, καὶ αὐτὸν εἶχε παιδικά. Γυναῖκάς γε μὴν πάσας ἐξέμηνεν, ἔνθα ἐγένετο ὁ Μάγνης (3), μάλιστα δὲ τὰς Μαγνήτων, καὶ | |
10 | συνῆν αὐταῖς. Οἱ δὲ τούτων (4) συγγενεῖς, ἀχθόμενοι ἐπὶ τῇ αἰσχύνῃ, πρόφασιν ποιησάμενοι, ὅτι ἐν τοῖς ἔπεσιν ᾖσεν ὁ Μάγνης Λυδῶν ἀριστείαν ἐν ἱππομαχίᾳ πρὸς Ἀμαζόνας, αὐτῶν δὲ οὐδὲν ἐμνήσθη, ἐπαΐξαντες περικατέρρηξάν τε τὴν ἐσθῆτα, καὶ τὰς κόμας ἐξέκει‐ | 395 |
15 | ραν, καὶ πᾶσαν λώβην προσέθεσαν. Ἐφ’ οἷς ἤλγησε μάλιστα Γύγης, καὶ πολλάκις μὲν (5) εἰς τὴν Μαγνήτων γῆν ἐνέβαλε, τέλος δὲ καὶ (6) χειροῦται τὴν πόλιν (7), ἐπανελθὼν δὲ εἰς Σάρδεις, πανηγύρεις ἐποιήσατο με‐ γαλοπρεπεῖς. | |
63 | Ibid.: Ὅτι Σαδυάττης ὁ Λυδῶν βασιλεὺς, Ἀλυάττεω παῖς (1), ἦν μὲν τὰ πολέμια γενναῖος, ἄλλως δὲ ἀκόλα‐ στος. Καὶ γάρ ποτε τὴν ἑαυτοῦ ἀδελφὴν, γυναῖκα Μι‐ λήτου, ἀνδρὸς δοκίμου, καλέσας ἐφ’ ἱερὰ, βίᾳ ᾔσχυνε, | |
5 | καὶ τὸ λοιπὸν αὐτὴν ἴσχει γυναῖκα. Ὁ δὲ Μίλητος ἦν Μέλανος τοῦ Γύγου γαμβροῦ ἀπόγονος. Δυσανασχετῶν δ’ ἐπὶ τούτοις, φεύγων ᾤχετο εἰς Δασκύλιον. Σαδυάτ‐ της δὲ κἀκεῖθεν αὐτὸν ἐξέωσεν. Ὁ δὲ ἀπεχώρησεν εἰς Προκόννησον (2). Σαδυάττης δὲ ὀλίγον ὕστερον ἔγημεν | |
10 | ἑτέρας δύο γυναῖκας ἀλλήλαις ἀδελφὰς, καὶ ἴσχει παῖ‐ δας, ἐκ μὲν τῆς Ἀττάλην, ἐκ δὲ τῆς Ἄδραμυν νόθους (3), ἐκ δὲ τῆς αὐτοῦ ἀδελφῆς γνήσιον Ἀλυάττην. | |
64 | Ibid.: Ὅτι Ἀλυάττης ὁ Σαδυάττεω υἱὸς, βασιλεὺς | |
Λυδῶν, ἕως μὲν νέος ἦν, ὑβριστὴς ἦν καὶ ἀκόλαστος. ἐκβὰς δὲ εἰς ἄνδρα (1), σωφρονέστατος καὶ δικαιότατος. Ἐπολέμησε δὲ Σμυρναίοις, καὶ εἷλεν αὐτῶν τὸ ἄστυ. | 396 | |
65 | Ibid.: Ὅτι Ἀλυάττης ὁ Κροίσου πατὴρ, τοῦ Λυ‐ δῶν βασιλέως, ἐπὶ Καρίαν στρατεύων, περιήγγειλε (1) τοῖς ἑαυτοῦ στρατὸν ἄγειν εἰς Σάρδεις ἐν ἡμέρᾳ τακτῇ, ἐν οἷς καὶ Κροίσῳ, ὅστις ἦν αὐτοῦ πρεσβύ‐ | |
5 | τατος τῶν παίδων, ἄρχων (2) ἀποδεδειγμένος Ἀδρα‐ μυττίου τε καὶ Θήβης πεδίου. Ὁ δὲ, ὥς φασιν, ὑπὸ ἀκολασίας οὐχ οἷός τε ἦν, καί πως διεβέβλητο πρὸς τὸν πατέρα. Βουλόμενος δὲ ἐν τῷδε τῷ ἔργῳ ἀπολύσασθαι τὰς αἰτίας, καὶ ἀπορῶν ὁπόθεν μισθώσαιτο ἐπικούρους | |
10 | (μισθωτοῖς γὰρ ἐχρῶντο), ἦλθεν ἐπὶ Σαδυάττην τὸν ἔμπο‐ ρον (3), πλουσιώτατον Λυδῶν ὄντα, δανείζεσθαι βου‐ λόμενος. Ὁ δὲ αὐτὸν πρῶτον μὲν (4) ἀναμένειν ἐκέλευσε πρὸ τῶν θυρῶν, ἄχρι λούσηται· μετὰ δὲ, ἐντυγχάνοντι ἀποκρίνεται, ὅτι πολλοὶ παῖδες εἶεν Ἀλυάττῃ, οἷς πᾶσιν | |
15 | εἰ δεήσοι αὐτὸν ἀργύριον διδόναι, οὐκ ἐξαρκέσει· οὔκουν δοῦναι δεομένῳ. Κροῖσον δὲ, ἀποτυχόντα τἀνθρώπου, εἰς Ἔφεσον ἀφικέσθαι κατὰ ζήτησιν ἀργυρίου. Καὶ τότε μὲν εὔξασθαι τῇ Ἀρτέμιδι, εἰ βασιλεύσειε, τὸν οἶκον ἅπαντα καθιερώσειν τοῦ ἐμπόρου. Ἦν δέ τις | |
20 | Κροίσῳ φίλος, ἀνὴρ Ἴων, ὄνομα Παμφάης (5), υἱὸς Θεοχαρίδου εὖ μάλα εὐπόρου. Οὗτος ὁρῶν τὴν Κροίσου σπουδὴν, ἐδεήθη τοῦ πατρὸς χιλίους στατῆρας δοῦναί οἱ πάσῃ μηχανῇ· τυχὼν δὲ παρ’ αὐτοῦ, δίδωσι Κροίσῳ. Ἀνθ’ ὧν μέγαν τε αὐτὸν Κροῖσος ὕστερον ἐποίησε, βα‐ | |
25 | σιλεὺς γενόμενος, καὶ εἰς τὴν ἀκρόπολιν εἰσαγαγὼν ἅμαξαν αὐτῷ ἔδωκε μεστὴν χρυσίου· τὸν δὲ τοῦ ἐμ‐ πόρου οἶκον Ἀρτέμιδι καθιέρωσε, καὶ αὐτὰ τὰ θεμέλια ἀποδόμενος διὰ τὴν εὐχὴν, ὡς μηδὲν λείποιτο. Ὁ δὲ Κροῖσος τοὺς χιλίους λαβὼν χρυσοῦς, στράτευμά τε | |
30 | ἤγειρε, καὶ πρῶτος εἰς τὴν κυρίαν ἡμέραν ἄγων ἔδειξε τῷ πατρὶ, καὶ συνεισέβαλεν εἰς τὴν Καρίαν. Κρείττων δὲ (6) ἐξ ἐκείνου τοῦ ἔργου τῶν αὐτὸν διαβαλλόντων γίνεται. | |
66 | Περὶ Κύρου βασιλέως Περσῶν, καὶ περὶ μεταστάσεως τῆς τῶν Μήδων βασιλείας εἰς Πέρσας. Ὅτι ἐν τῇ Ἀσίᾳ τελευτήσαντος τοῦ Μήδων βασι‐ | |
5 | λέως, ἐκδέχεται τὴν ἀρχὴν Ἀστυάγης ὁ παῖς, ὅντινα μετὰ Ἀρβάκην λόγος ἔχει γενναιότατον γεγονέναι. Ἐπὶ τούτου βασιλεύοντος ἡ μεγάλη γίνεται μεταβολὴ, καθ’ ἣν εἰς Πέρσας ἐκ Μήδων περιῆλθεν ἡ ἀρχὴ, δι’ αἰτίαν τοιάνδε. Νόμος ἐγένετο ἐν Μήδοις, ὅστις πένης τροφῆς | 397 |
10 | ἕνεκα προσίῃ (1) ἀνδρὶ εὐπόρῳ, ἑαυτὸν διδοὺς ὅπως τρέ‐ φοιτό τε καὶ ἀμπέχοιτο, ἴσα καὶ δοῦλον (2) νομίζεσθαι ἐκείνου· ἢν (3) δὲ μὴ παρέχῃ ταῦτα ὁ λαβὼν, ἐξεῖναι παρ’ ἄλλον ἀποχωρεῖν. Προσέρχεται δή τις μειρακίσκος, ὄνομα Κῦρος, Μάρδος γένος, θεράποντι βασιλείῳ, ὃς | |
15 | ἦν ἐπὶ τοῖς καλλύνουσι τὰ βασίλεια. Ἦν δὲ ὁ Κῦρος Τοσατραδάτου (4) παῖς, ὅστις ἐλῄστευεν ὑπὸ πενίας. Ἡ δὲ γυνὴ αὐτοῦ, Ἀργόστη (5) ὄνομα, ἡ Κύρου μήτηρ, αἰπολοῦσα ἔζη. Ἐκδίδωσιν οὖν αὑτὸν (6) ὁ Κῦρος ἐπὶ τὸ τρέφεσθαι τῷ ἀνδρὶ, καὶ ἐκάλλυνε τὰ βασίλεια (7), | |
20 | καὶ ἦν ἐπιμελής. Βελτίω οὖν αὐτῷ στολὴν ὁ ἐπιστά‐ της δίδωσι, καὶ ἐκ τῶν ἔξω εἰσήγαγεν εἰς τοὺς ἔσω καλ‐ λύνοντας παρὰ βασιλεῖ, καὶ τῷ τούτων ἐπιστάτῃ συν‐ ίστησι. Χαλεπὸς δ’ ἦν οὗτος καὶ ἐμαστίγου πολλάκις Κῦρον· καὶ ὃς ἀφίσταται παρὰ τὸν λυχνοφόρον· κἀ‐ | |
25 | κεῖνος αὐτὸν ἀγαπᾷ (8), καὶ προσάγεται πλησίον βασι‐ λέως, ἵν’ ἐν τοῖς λυχνοφοροῦσιν αὐτῷ εἴη. Εὐδοκιμῶν δὲ καὶ ἐν τούτοις μετῆλθε παρὰ Ἀρτεμβάρην (9), ὅστις τῶν οἰνοχόων ἐπεστάτει, καὶ αὐτὸς βασιλεῖ ὤρεγε πιεῖν τὴν φιάλην. Ὁ δὲ αὐτὸν προθύμως δέχεται, καὶ οἰνο‐ | |
30 | χοεῖν κελεύει τοῖς ὁμοτραπέζοις βασιλέως. Οὐ πολλοῦ δὲ χρόνου ἐπεὶ ἑώρα αὐτὸν Ἀρτεμβάρης (10) εὖ καὶ ἐπιστρεφῶς διακονοῦντα καὶ τὴν φιάλην εὐσχημόνως ἐπιδιδόντα, πυνθάνεται βασιλεὺς Ἀρτεμβάρεω ὁπόθεν εἴη ὁ νεανίσκος. «Ὡς καλῶς οἰνοχοεῖ.» Ὁ δ’ εἶπεν· | |
35 | «Ὦ δέσποτα, σὸς δοῦλος, Πέρσης γένος, ἐκ τῶν Μάρ‐ δων, τροφῆς δὲ χάριν ἑαυτὸν δεδωκώς μοι.» Ἦν δὲ ὁ Ἀρτεμβάρης πρεσβύτης· καί ποτε δεῖται βασιλέως, ἐπεὶ ἐπύρεξε, μεθεῖναι αὐτὸν εἰς οἶκον ἔστ’ ἂν ὑγιάνῃ. «Ἀντὶ δ’ ἐμαυτοῦ, ἔφη, ὁ νεανίσκος ὅδε (Κῦρον λέγων), | |
40 | ὃν σὺ ἐπαινεῖς, οἰνοχοήσει· υἱὸν δ’ αὐτὸν κἀγὼ ποιή‐ σομαι, εὐνοῦχος ὢν, εἴ σοι τῷ δεσπότῃ οἰνοχοῶν κατα‐ θύμιος γένοιτο.» Ταῦτα ἐπῄνει ὁ Ἀστυάγης· καὶ ὁ μὲν ἀπελύετο, πολλὰ ἐντειλάμενος Κύρῳ, καὶ φιλο‐ φρονησάμενος ὡς ἂν υἱῷ. Ὁ δὲ παρεστὼς βασιλεῖ τήν τε | |
45 | φιάλην ἐδίδου καὶ ᾠνοχόει νύκτα καὶ ἡμέραν, ὑπέφαινέ τε πολλὴν σωφροσύνην καὶ ἀνδρείαν. Ὁ δ’ Ἀρτεμ‐ βάρης ἐκ τῆς νόσου ταύτης θνήσκει υἱοποιησάμενος τὸν Κῦρον. Δίδωσιν οὖν αὐτῷ ὁ Ἀστυάγης, ὡς ἂν υἱεῖ (11), τὸν σύμπαντα βίον Ἀρτεμβάρεω καὶ ἄλλα | |
66(50) | πολλὰ δῶρα· μέγας τε ἦν καὶ ὄνομα αὐτοῦ πάντη διε‐ | |
φέρετο. Ἦν δὲ Ἀστυάγῃ θυγάτηρ πάνυ γε γενναία καὶ εὐει‐ δὴς, ἥντινα Σπιτάμᾳ (12) δίδωσι τῷ Μήδῳ ἐπὶ προικὶ πάσῃ Μηδίᾳ. Κῦρος δὲ μεταπέμπεται τόν τε πατέρα | 398 | |
55 | Ἀτραδάτην καὶ Ἀργόστην τὴν μητέρα ἐκ Μάρδων. Οἱ δὲ ἧκον ἐπ’ αὐτῷ μεγάλῳ ὄντι (13). Ἐξηγήσατο δ’ αὐτῷ καὶ ἡ μήτηρ ὄνειρον, ὡς κύουσα αὐτὸν δόξαι κοι‐ μηθεῖσα ἐν τῷ ἱερῷ, ἡνίκα ἐν Μάρδοις ἦν αἰπολοῦσα (14). —«Ἔδοξα γὰρ, ἔφη, οὐρῆσαι τοσοῦτον κύουσα, ὦ Κῦρε, | |
60 | σὲ, ὥστε ποταμοῦ μεγάλου ῥεύματα ὅμοιον γενέσθαι τὸ πλῆθος τοῦ οὔρου, καὶ κατακλύσαι πᾶσαν τὴν Ἀσίαν· ῥυῆναι δὲ αὐτὸ ἄχρι θαλάττης.» Καὶ ὁ πατὴρ ἀκούσας κελεύει τοῖς ἐν Βαβυλῶνι Χαλδαίοις ὑπερθεῖναι. Κῦρος δὲ τὸν λογιώτατον αὐτῶν καλέσας ἐξηγήσατο· καὶ ὃς | |
65 | ἀποκρίνεται μέγα τε εἶναι τὸ προφαινόμενον ἀγαθὸν καὶ τὴν πρώτην αὐτῷ τιμὴν φέρον ἐν Ἀσίᾳ· δεῖν δὲ κρύπτειν, ὡς μὴ Ἀστυάγης ἀκούσῃ· «κάκιστα γὰρ σέ τε ἀποκτενεῖ, κἀμὲ τὸν κριτῆρα αὐτοῦ.» Ὤμοσαν δὲ ἀλ‐ λήλοις μηδενὶ κατερεῖν τὴν ὄψιν μεγάλην τε οὖσαν καὶ | |
70 | οἵαν οὐκ ἄλλην. Ἐκ τούτου πολὺ μείζων (15) ὁ Κῦρος γενόμενος σατράπην τὸν αὐτοῦ πατέρα Περσῶν ἐποίη‐ σε, καὶ τὴν μητέρα πλούτῳ τε καὶ δυνάμει Περσίδων πρώτην. Καδούσιοι δὲ τότε πολέμιοι ἦσαν βασιλεῖ, ἄρχοντα | |
75 | ἔχοντες Ὀναφέρνην (16), ὅστις προδιδοὺς τὸ ἔθνος τὰ βασιλέως ἐφρόνει, καὶ πέμψας ἄγγελον παρὰ Ἀστυάγην ᾐτεῖτο ἄνδρα πιστὸν, ὡς σὺν αὐτῷ βουλεύσειε τὰ περὶ τῆς προδοσίας. Καὶ ὃς ἐκπέμπει Κῦρον, ὡς ἂν πάντα συμπράξειεν· ἡμέρᾳ δὲ τεσσαρακοστῇ ὥρισεν αὐτῷ παρ’ | |
80 | αὐτὸν εἰς Ἐκβάτανα ἀνελθεῖν. Καὶ ὁ τοῦ ὀνείρου κρι‐ τὴς παρεθάρρυνεν αὐτὸν εἰς Καδουσίους ἀπελθεῖν, καὶ φρονήματος ἐνεπίμπλα. Εἰσῄει δὲ Κῦρον, ἅτε φύσει γενναῖον καὶ μεγαλόφρονα, ὡς χρὴ, θεοῦ συλλαμβανο‐ μένου, Πέρσας ἀποστῆσαι, καὶ Ἀστυάγην πειρᾶσθαι | |
85 | τῆς ἀρχῆς παύειν, πιστεύειν τε τῷ Βαβυλωνίῳ τὰ θεῖα κάλλιστα ἐξεπισταμένῳ. Ἐθάρρυνον (17) δὲ ἀλλήλους· ὁ μὲν Βαβυλώνιος Κῦρον ὅτι εἱμαρμένον εἴη αὐτὸν κα‐ ταλῦσαι Ἀστυάγην καὶ τὴν ἐκείνου βασιλείαν ἑλεῖν, καὶ τοῦτ’ αὐτὸς ἄριστα γινώσκειν· ὁ δ’ αὖ Κῦρος τὸν Βα‐ | |
90 | βυλώνιον, ὅτι μεγάλων αὐτὸν καταξιώσει, γενομένων τούτων, ἐὰν αὐτὸς βασιλεὺς γένηται. Ἐνεθυμεῖτο δὲ ὡς καὶ Ἀρβάκης παύσας Σαρδανάπαλλον πρότερον τὴν ἐκείνου τιμὴν ἀφέλοιτο. «Καίτοι οὔτε Μῆδοι κρείσσους Περσῶν, οἷς ἐκεῖνος ἐπίστευσεν, οὔτε Ἀρβάκης φρονιμώ‐ | |
95 | τερος ἐμοῦ· τύχη δὲ καὶ μοῖρα κἀμοὶ προδείκνυσι (18), ὥσπερ ἄρα κἀκείνῳ.» Ταῦτα ἐνθυμουμένῳ ὑπήν‐ τησε μεμαστιγωμένος ἀνὴρ κόπρον ἐν κοφίνῳ ἐκφέρων, ἐπειδὴ ἐν τοῖς ὅροις γίνεται Καδουσίων· οἰωνισάμε‐ νος (19) καθυπερτίθεται τῷ Βαβυλωνίῳ. Ὁ δὲ ἐκέλευσε | 399 |
66(100) | πυθέσθαι, τίς τε εἴη ὁ ἀνὴρ, καὶ ποδαπὸς γένος. Πυ‐ θομένῳ δὲ Κύρῳ ἀποκρίνεται ἐκεῖνος, ὅτι Πέρσης εἴη, Οἰβάρας (20) ὄνομα. Καὶ ὃς ἥσθη πάνυ· ὁ γὰρ Οἰβάρας δύναται Ἑλλάδι γλώσσῃ ἀγαθάγγελος. Ἔφη δ’ ὁ Βα‐ βυλώνιος πρὸς Κῦρον, καὶ τἄλλα σύμβολα εἶναι ἄρι‐ | |
105 | στα, ὅτι τε Πέρσης ἐστί σοι πολίτης καὶ ὅτι κόπρον ἱππίαν φέρει, ἥτις πλοῦτον καὶ δύναμιν προσημαίνει, ὥσπερ καὶ τοὔνομα λέγει. Ταχὺ δὲ τὸν ἄνθρωπον ὁ Κῦ‐ ρος παραλαμβάνει, συνεῖναί τε ἐκέλευεν αὐτῷ· ὁ δὲ πείθεται. | |
110 | Ἐκ τούτου παρὰ Ὀναφέρνην (21) εἰς Καδουσίους ἧκε, καὶ πίστεις λαμβάνει τε καὶ δίδωσι περὶ τῆς προδοσίας· ἐπανῄει τε εἰς Μηδίαν· τὸν δὲ Οἰβάραν (22) ἵππῳ τε καὶ στολῇ Περσίδι καὶ θεραπείᾳ ἐτίμησεν, εἶχέ τε πέ‐ λας, τὴν γνώμην ὁρῶν ἀγαθὸν, καὶ ἅμα τοῦ Βαβυλωνίου | |
115 | κελεύοντος διαλέγεσθαι αὐτῷ. Ἐκ δὲ τοῦ κατ’ ὀλίγον ἑταιριζόμενος ἐποιεῖτο καὶ σύμβουλον καί ποτ’ εἰς λό‐ γους ἦλθε τοιούτους, ὡς ἄχθος τὸ ὁρᾶν (23) Πέρσας ὑπὸ Μήδων κακουμένους, καὶ ταῦτα οὐδὲν χείρους ὄντας τὰς φύσεις. Καὶ ὁ Οἰβάρας εἶπεν· «Ὦ Κῦρε, οὐ γάρ ἐστιν | |
120 | ἀνὴρ τὰ νῦν μεγαλόφρων τε καὶ μεγαλογνώμων, ὃς παῦσαι Μήδους ἐθελήσει τῶν κρειττόνων ἄρχειν ἀξιοῦν‐ τας.» Καὶ Κῦρος ἔφη· «Πῶς οὐκ ἔστιν, ὦ Οἰβάρα;» —«Ἔστιν μὲν ἴσως, ἀλλὰ πολλῇ καὶ κακῇ ἀτολμίᾳ χρῆται, δι’ ἣν οὐδὲν δρᾷ δυνάμενος.» Καὶ ὁ Κῦρος, | |
125 | ἐκπειρώμενος· «Εἰ δὲ φανείη τολμητὴς ἀνὴρ πῶς ἂν δύναιτο τοῦτο κατεργάζεσθαι;» Ὁ δὲ ἀποκρίνεται· «Πρῶτον μὲν Καδουσίους προσαγαγόμενος ἐθέλοντας· Πέρσας μὲν φιλοῦσι, Μήδους δὲ πάνυ μισοῦσι· ἔπειτα δὲ καὶ Πέρσας θαρρύνας τε καὶ ὁπλίσας περὶ μʹ ὄντας | |
130 | μυριάδας, καὶ ἀσμένως ἂν ἐθελήσαντας δι’ ἃ πάσχου‐ σιν (25) ὑπὸ Μήδων· ἐπιτηδειοτάτη δ’ αὐτοῖς πρὸς τοῦτο καὶ ἡ χώρα πετρώδης τε καὶ ὀρεινὴ (26) οὖσα, ἐφ’ ἣν εἰ στρατεύειν Μῆδοι θέλοιεν, κακῶς ἀπαλλάξουσι.» Κῦ‐ ρος δὲ ἠρώτα· «Εἰ ἀνὴρ φανείη ταῦτα δρῶν, συνανα‐ | |
135 | κινδυνεύσεις αὐτῷ;» Καὶ ὅς· «Εἰ γὰρ, ὦ Ζεῦ, ἔφη, | |
μάλιστα μὲν σὺ εἴης ὁ τοῖς (27) ἐγχειρῶν, ἐπειδὴ καὶ ὁ σὸς πατὴρ ἄρχει Περσῶν, καὶ σὺ ἐνασυλώτατος (28) εἶ καὶ δυνατώτατος· εἰ δὲ μὴ, ὅστις οὖν ἂν εἴη (29).» Ἐκ τούτου τὸ ὅλον βούλευμα ἐκκαλύπτει τε αὐτῷ | 400 | |
140 | ὁ Κῦρος, καὶ συμβούλῳ χρῆται, ὁρῶν ἄνδρα φρόνιμον καὶ ἀνδρεῖον, καὶ ἐν αὐτῷ πάσας ἔχοντα τὰς ἐλπίδας. Καὶ ὃς συνεπῄνει τε καὶ συνεξώτρυνε, γνώμας τε ἀγα‐ θὰς ὑφηγεῖτο, καὶ ὡς χρὴ πέμψαντα παρὰ Ἀτραδάτην τὸν πατέρα κελεύειν ὁπλίζειν Πέρσας, τῷ λόγῳ μὲν, ὡς | |
145 | ἕτοιμοι εἶεν βασιλεῖ ἐπὶ Καδουσίους, τῷ ἔργῳ δ’ εἰς ἀπόστασιν· ἔπειτα ὡς χρὴ παρὰ Ἀστυάγου αἰτησάμενον ἡμέρας ἐλθεῖν αὐτὸν εἰς τὴν Περσίδα, ὡς ἱερὰ εὐκταῖα θύσειεν ὑπὲρ βασιλέως καὶ τῆς ἐκείνου σωτηρίας, ἅμα δὲ καὶ τοῦ πατρὸς, ἐπειδὴ φαύλως ἔχει (30) ὑπὸ νόσου. «Εἰ | |
66(150) | δὲ ταῦτα πράξει, ἐγχειρητέον ἔσται τῷ σύμπαντι ἀν‐ δρείως. Οὔ τοι (31) δεινὸν, ὦ Κῦρε, καὶ ἀποκινδυνεύειν τῇ ψυχῇ μεγάλοις ἐγχειροῦντα ἔργοις, καὶ παθεῖν, εἰ δέοι, τοῦτο ὃ καὶ μηδὲν δρῶντας ἀναμένει παθεῖν.» Ἥσθη τε οὖν ὁ Κῦρος ἐπὶ τῇ γενναιότητι τοῦ ἀνδρὸς, | |
155 | καὶ ἅμα θαρρύνων αὐτὸν καὶ τὸν ὄνειρον ἐξηγήσατο τῆς μητρὸς καὶ τὴν τοῦ Βαβυλωνίου γνώμην, ἣν εἶπε περὶ αὐτοῦ. Καὶ ὁ Οἰβάρας ἅτε ἀγχίνους πολὺ μᾶλλον αὐτὸν ἐξώτρυνε, καὶ διεκελεύσατο φυλάττειν τὸν Βαβυ‐ λώνιον, ὡς μὴ ἐξάγγελος εἴη βασιλεῖ τοῦ ὀνείρου, «εἰ | |
160 | ἄρα κτείνειν αὐτὸν οὐχ ὑπομένοις, ὅπερ ἦν ἄριστον.» Καὶ ὁ Κῦρος· «Ἀποτρόπαιον [ἂν] εἴη τοῦτό γ’,» εἶπεν. Συνεσιτοῦντο δὴ καὶ συνῄεσαν Κύρῳ τὸ ἀπὸ τοῦδε ὅ τε Οἰβάρας καὶ ὁ Βαβυλώνιος. Ἐν δέει δὲ ὢν ὁ Πέρσης, μὴ κατείποι πρὸς Ἀστυάγην ὁ Βαβυλώνιος περὶ τοῦ | |
165 | ὀνείρου, προσεποιήσατο ἱερὰ πάτρια νύκτωρ ἐπιτελεῖν τῇ σελήνῃ, καὶ τὸν Κῦρον ᾔτησε θύματά τε καὶ οἶνον καὶ οἰκέτας καὶ στρώματα καὶ τἄλλα ὧν ἔδει. Ἠξίου δὲ Κῦρον προστάξαι τοῖς θεραπεύουσι πείθεσθαι αὐτῷ. Καὶ ὃς προσέταξέ τε καὶ τῆς θυσίας οὐ μετεῖχεν, Οἰβάρα | |
170 | τεχνήσαντος, [ὃς] παρασκευάζεται (32) τά τε ἄλλα νύκτα καὶ στιβάδας βαθείας, ἐφ’ ὧν εὐωχήσονται, καὶ βόθρον ὤρυξεν ἐν τῇ αὐτοῦ σκηνῇ (33) βαθύτατον. Ἐπεὶ δὲ πάντα ἔπραξε, καὶ εὐώχησε τὸν Βαβυλώνιον καὶ ἐμέ‐ θυσεν, ὑπέρ τε τὸν βόθρον αὐτῷ κοίτην στορέσας, ὡς | |
175 | κατακλίνει ἐς ταύτην, ὦσεν αὐτὸν εἰς τὸν βόθρον κάτω. Συνενέβαλε δ’ αὐτῷ καὶ τὸν οἰκέτην. Καὶ ἅμα ὄρθρῳ Κύρου ἀπάραντος συνωδοιπόρει. Οὐ πολὺ δὲ προελθόντα ἐπεζήτει τὸν ἄνθρωπον ὁ Κῦρος· ὁ δὲ τὸ μὲν πρῶτον ἔφη καταλελοιπέναι αὐτὸν ἔτι καθεύδοντα ὑπὸ μέθης. | |
180 | Ἀγανακτοῦντος δὲ τοῦ Κύρου, τελευταῖον ἐξέφηνε τἀ‐ ληθὲς, ὅτι αὐτὸν κτείνειεν, ἐπειδὴ μόνην σωτηρίαν ταύ‐ την ἑώρα Κύρῳ τε καὶ τοῖς Κύρου παισὶν οὖσαν. Λυ‐ πηθεὶς δὲ πάνυ ἐπὶ τοῖς πραχθεῖσι καὶ ἔτι μᾶλλον ὀργι‐ σθεὶς, ὥστε μηκέτι προσίεσθαι τὸν Οἰβάραν, αὖθις | |
185 | μετέγνω καὶ προσίετο αὐτὸν, συμβούλῳ τε ἐχρῆτο περὶ | |
τῶν αὐτῶν. Τῇ δὲ τοῦ Βαβυλωνίου γυναικὶ πυνθανομένῃ περὶ τοῦ ἀνδρὸς εἶπεν, ὅτι ὑπὸ λῃστῶν ἀποθάνοι καὶ ταφείη (34) ὑπ’ αὐτοῦ. Μετὰ ταῦτα παρὰ βασιλέα Κῦρον ἀφικόμενον ὁ Οἰ‐ | 401 | |
190 | βάρας ἀνεδίδασκε καὶ ἐξώτρυνε τὰ βεβουλευμένα σφίσι δρᾶν καὶ πέμπειν τε εἰς Πέρσας καὶ ὁπλίζειν τοὺς ἐν ἥβῃ καὶ Ἀστυάγην αἰτεῖσθαι δοῦναί οἱ ἡμέρας ὥς τε τὰ ἱερὰ θύσειε καὶ τὸν πατέρα νοσηλεύσειε φαύλως ἔχοντα. Καὶ ὃς ἐπείσθη, τά τε ἄλλα ὅπλα ἤδη ἦν ἕτοιμα, καὶ | |
195 | ὁ Κῦρος ᾐτήσατο βασιλέα τὴν εἰς Πέρσας πορείαν, ὡς ἂν θύσειεν ὑπὲρ αὐτοῦ καὶ ἅμα τὸν πατέρα ἴδοι κακῶς διακείμενον. Ὁ δ’ οὐ δίδωσιν αὐτῷ, ὑπ’ εὐνοίας συνεῖ‐ ναι θέλων· καὶ ὁ Κῦρος ἐν ἀθυμίᾳ (35) ἦν Οἰβάρᾳ δηλώσας ὡς ἀποτύχοι. Καὶ ὃς ἐθαρρύνετο αὐτὸν, καὶ | |
66(200) | αὖθις ἐκέλευε διαλιπόντα ἡμέρας δεῖσθαι αὐτοῦ περὶ τῶν αὐτῶν, καὶ τεύξεσθαι· δεῖν δὲ αὐτὸν θεραπεύειν προθύμως ἔτι μᾶλλον ἢ πρότερον· καὶ ἐπειδὰν δέηται, δι’ ἑτέρου τοῦτο ποιεῖν καὶ μὴ δι’ αὑτοῦ. Καὶ ὁ μὲν ᾤχετο παρὰ βασιλέα, καὶ τοῦ πιστοτάτου τῶν εὐνούχων | |
205 | ἔχρῃζεν, ὅταν ᾖ καιρὸς, αἰτήσασθαι αὐτῷ τὴν ἄφοδον παρὰ βασιλέως. Ἐπεὶ οὖν ποτὲ ἑώρα βασιλέα ἐν πολλῇ ὄντα παιδιᾷ τε καὶ μέθῃ, νεύει τῷ εὐνούχῳ λέγειν βα‐ σιλεῖ, ὅτι Κῦρος ὁ σὸς δοῦλος αἰτεῖται δοῦναι αὐτῷ ἅ ποτε εὔξατο ἱερὰ ὑπὲρ σοῦ, ὅπως ἂν αὐτῷ εὐμενὴς | |
210 | εἴης, θῦσαι, καὶ ἅμα τὸν αὐτοῦ πατέρα ἀσθενῶς ἔχοντα θεραπεῦσαι. Καὶ ὁ Ἀστυάγης καλέσας Κῦρον καὶ μειδιῶν (36) δίδωσιν αὐτῷ εʹ μῆνας ὁρίσας, τῷ δὲ ἕκτῳ ὅπως ἐπανίοι διεκελεύσατο. Προσκυνήσας [δὲ] καθίστησιν ἀνθ’ ἑαυτοῦ Τιριδάτην (37) οἰνοχόον βασιλεῖ, | |
215 | ἄχρι αὐτὸς ἐπανίῃ. Καὶ ἐπὶ Οἰβάραν ἦλθε γεγηθώς. Ὁ δ’ αὐτὸν ἐκέλευσε παραχρῆμα τοὺς οἰκέτας συλλα‐ βόντα ἀπαίρειν· καὶ, ἦν γὰρ αὐτὸς ἐπιμελητὴς, νύ‐ κτωρ πάντα εὐτρεπίζει, καὶ ἕωθεν (38) εἰς Πέρσας ὁδοι‐ πόρουν. | |
220 | Ἡ δὲ τοῦ Βαβυλωνίου γυνὴ, ὃς τὸν ὄνειρον ἔφρασε Κύρῳ, προακηκουῗα ἄρα παρὰ τοῦ ἑαυτῆς ἀνδρὸς, ἡνίκα ἔζη, τὴν (39) ὄψιν, ἥντινα ἔφρασεν αὐτῷ ὁ Κῦρος, τε‐ λευτήσαντος αὐτῇ τοῦ ἀνδρὸς, συνοικοῦσα τῷ ἐκείνου ἀδελφῷ, ἐκείνης τῆς νυκτὸς συναναπαυομένη ἤκουσε | |
225 | παρ’ αὐτοῦ, ὅτι μέγας γενόμενος οἴχοιτο εἰς Πέρσας. Ἡ δὲ αὐτῷ διηγεῖτο τὸν ὄνειρον καὶ τὴν τούτου κρίσιν, ὥσπερ ἤκουσε παρὰ τοῦ ἀνδρὸς, ὅτι βασιλεύσει Περ‐ σῶν. Ἕωθεν δὲ ὁ ἀνὴρ ἀτρέμας ἧκε παρὰ Ἀστυάγην, καὶ δι’ εὐνούχου ἐρόμενος τὴν εἴσοδον, πάντα ἀπήγγει‐ | |
230 | λεν, ὡς ἀκούσειε παρὰ τῆς ἑαυτοῦ γυναικὸς, ὅτι Κύρῳ ἐφράσθη ὑπὸ τοῦ ἀποθανόντος ἀνδρὸς θεολόγου πρὸς τὴν γενομένην ὄψιν βασιλεῦσαι, καὶ τοῦδ’ ἕνεκα (40) ἄρα οἴχοιτο νῦν εἰς Πέρσας· οὐ πάλαι δὲ καὶ αὐτὸς ταῦτα ἀκηκοέναι παρὰ τῆς γυναικός· ἕκαστά τε σαφῶς διηγή‐ | |
235 | σατο τοῦ τε ὀνείρου καὶ τῆς κρίσεως (41). Ἐν πολλῇ δὲ συννοίᾳ γενόμενος Ἀστυάγης πυνθάνεται τοῦ Βαβυ‐ | |
λωνίου, τί οὖν χρὴ ποιεῖν. Καὶ ὃς ἔφη· κτείνειν αὐτὸν ἐπανελθόντα ὡς τάχιστα· μόνη γὰρ (42) αὕτη ἀσφάλεια ἂν εἴη. Καὶ ὁ Ἀστυάγης ἀποπεμψάμενος τὸν Βαβυλώ‐ | 402 | |
240 | νιον μᾶλλόν τι ἐνεθυμεῖτο τοὺς λόγους αὐτοῦ. Εἰς ἑσπέ‐ ραν δὲ πίνων ἐκάλεσε τὰς παλλακίδας ὀρχηστρίδας οὔ‐ σας καὶ κιθαριστρίδας. Καί τις αὐτῶν ᾄδουσα τοιαῦτ’ ἔλεγεν· «Ὁ λέων (43) τὸν κάπρον ὑποχείριον ἔχων μεθῆκεν εἰς τὰς λόχμας τὰς ἑαυτοῦ, ἐν αἷς κρείττων | |
245 | γενόμενος πολὺν πόνον αὐτῷ παρέξει, καὶ τελευτῶν ἀσθενέστερος ὢν τὸν ἰσχυρότερον χειρώσεται.» Ταῦτα ᾀδούσης ἐνθύμια ποιεῖται Ἀστυάγης ὡς τείνοντα εἰς αὐ‐ τόν. Παραχρῆμα δὴ πέμπει τʹ ἱππεῖς ἐπὶ Κῦρον, οἷς ἐκέλευσεν αὐτὸν καλεῖν ὀπίσω· ἐὰν δὲ μὴ ἕπηται, τὴν | |
66(250) | κεφαλὴν ἀποτεμόντας φέρειν. Οἱ δὲ ᾤχοντο, καὶ ἐπεὶ ἧκον παρὰ Κῦρον, ἔφρασαν τὰ παρ’ Ἀστυάγους. Κἀ‐ κεῖνος, οἷα ἀγχίνους, εἴτε καὶ Οἰβάρα παραινοῦντος, εἶπε· «Πῶς δ’ οὐ μέλλω ἰέναι, καλοῦντός με τοῦ δε‐ σπότου; ἀλλὰ νῦν δειπνήσατε, πρωῒ δὲ χωρῶμεν παρ’ | |
255 | αὐτόν.» Οἱ δὲ ταῦτ’ ἐπῄνουν. Ὁ δὲ Περσικῶς ὀπτὰ κα‐ τακόψας ἱερεῖα πολλὰ καὶ βοῦς, εἱστία τε τοὺς ἱππέας καὶ μεθύσκει· προαπέσταλτο δ’ αὐτῷ ἄγγελος ἐπὶ τὸν πατέρα χιλίους ἱππεῖς κελεύων καὶ πεντακισχιλίους πεζοὺς ἐπὶ Ὕρβαν ἑτέραν (44) πόλιν πέμπειν πρὸ | |
260 | ὁδοῦ κειμένην, τοὺς δὲ ἄλλους Πέρσας ὁπλίζειν αὐτὸν τάχιστα, ὡς βασιλέως προστάττοντος· οὐ γὰρ ἐδήλωσε τὸν ὄντα λόγον. Μετὰ δὲ τὴν ἑστίασιν εἰς ὕπνον τετραμ‐ μένων τῶν ἱππέων, αὐτός τε καὶ Οἰβάρας ὡς εἶχον ἀναβάντες ἐπὶ τοὺς ἵππους, ἀπελαύνουσι, καὶ ἧκον ἐπὶ | |
265 | τὴν Ὕρβαν ἔτι νυκτὸς οὔσης, καὶ ὁπλίζει ὁ Κῦρος τοὺς ἀνθρώπους· καὶ συντάττει τοὺς παρὰ τοῦ πατρὸς ἥκον‐ τας ὡς εἰς μάχην· καὶ αὐτὸς μὲν ἐν τῷ δεξιῷ ἵστα‐ ται, καὶ Οἰβάρας ἐν τῷ εὐωνύμῳ. Καὶ ὁ οἶνος ἀνῆκε τοὺς παρὰ Ἀστυάγους πρωὶ οἰχομένους, καὶ γνόντες | |
270 | Κῦρον διώκουσι. Καὶ ἧκον ἐπὶ τὴν Ὕρβαν, καὶ εὑρόν‐ τες ἐκτεταγμένον συμβάλλουσιν ὡς εἰς μάχην. Ἔνθα δὴ πρῶτον πολλὴν ἀνδρείαν (45) Κῦρος ἀποδειξάμενος σὺν τρισὶ Πέρσαις κτείνει περὶ ςʹ καὶ νʹ ἱππεῖς· οἱ λοι‐ ποὶ δὲ φεύγουσι παρὰ βασιλέα καὶ ταῦτ’ ἀπήγγειλαν. | |
275 | Καὶ ὃς παίσας τὸν μηρὸν εἶπεν· «Οἴ μοι ὡς πολλάκις (46) γνοὺς ὅτι οὐ χρὴ κακοὺς εὖ ποιεῖν, ὅμως ἁλίσκομαι χρη‐ στοῖς λόγοις, ὃς καὶ Κῦρον παραλαβὼν πολλῶν κα‐ κῶν (47), Μάρδον γένος, ὄλεθρον τηλικοῦτον ἐποίησα κατ’ ἐμαυτοῦ (48)· ἀλλὰ καὶ νῦν οὐ χαιρήσει οἷς θέλει (49).» | |
280 | Καὶ παραχρῆμα καλέσας τοὺς στρατηγοὺς ἀθροί‐ ζειν τὴν δύναμιν κελεύει. Ὡς δὲ ἠθροίσθη εἰς ρʹ μὲν πεζῶν μυριάδας, εἴκοσι δὲ ἱππέων, τρισχίλια δὲ ἅρματα, ἐλαύνει δὴ (50) ἐπὶ Πέρσας. Ἤδη δὲ ὥπλιστο κἀκεῖ ἡ στρατιὰ ὑπὸ Ἀτραδάτα πάντα εἰδότος (51)· καὶ ἦσαν | |
285 | λʹ μὲν μυριάδες πελταστῶν, εʹ δὲ ἱππέων (52), ρʹ δὲ δρεπανηφόρα. Ὡς δ’ εἰς ἓν συνῆλθε Κύρῳ ἡ δύναμις, παρῄνεσε τούτους. Ζήτει ἐν τῷ Περὶ δημηγο‐ ριῶν. Ἐκ τούτου αὐτός τε καὶ ὁ πατὴρ συνέταττον τὴν | 403 |
290 | στρατιὰν, καὶ Οἰβάραν ἀποφαίνουσι στρατηγὸν, ἄνδρα εὔβουλον καὶ δραστήριον, ὃς προκαταλαμβάνει μὲν τὰς στενοτόρους ὁδοὺς φυλακαῖς, καὶ τὰ ὑψηλότατα (53) ὄρη, τὸν δὲ ὄχλον ἐκ τῶν ἀτειχίστων πόλεων εἰς τὰς εὐερκεῖς μετάγει, φρούρια δ’ ἔνθα καιρὸς ἦν ἐντειχίζεται. Καὶ | |
295 | μετ’ οὐ πολὺ Ἀστυάγης ἧκε σὺν τῷ στρατῷ καὶ τὰς ἐρήμους πόλεις κατέκαε· πρός τε Κῦρον καὶ Ἀτραδά‐ ταν τὸν τούτου πατέρα πέμψας ἀγγέλους πολλά τε ἠπεί‐ λει καὶ ὠνείδιζε τὴν πρόσθεν πτωχείαν, ἐκέλευσέ τε ὀπίσω παρ’ αὐτὸν ἰέναι, δήσειν γὰρ αὐτοὺς μόνον πα‐ | |
66(300) | χείαις πέδαις· «Εἰ δ’ ἁλώσεσθε, ἔφη, κακοὶ κακῶς ἀπολεῖσθε (54).» Κῦρος δὲ ἀποκρίνεται· «Οὐκ ἄρα σύγε, ὦ Ἀστυάγη, θεῶν δύναμιν ᾔδεις, ὃς οὐκ οἶσθα (55) ὑπ’ ἐκείνων τοὺς αἰπόλους ἐποτρυνθέντας ἐπὶ τάδε τὰ (56) πράγματα, οἷς ἑπόμεθα καὶ εἰς τέλος. Καὶ σοὶ πα‐ | |
305 | ραινοῦμεν, ὅτι ἡμᾶς καὶ αὐτὸς εὖ ἐποίεις, θεῶν σοι ἐπὶ νοῦν ἀγόντων, ἀπάγειν τὴν δύναμιν καὶ Πέρσας ἐλευ‐ θέρους ἐᾶν (57) κρείττους ὄντας Μήδων, ὡς μὴ τούτους δουλούμενος καὶ τῶν ἄλλων ἀποστερηθῇς.» Ταῦτα μὲν ὁ ἄγγελος ἀπήγγειλεν Ἀστυάγῃ. Ὁ δὲ ὑπ’ ὀργῆς ἐξά‐ | |
310 | γει τὴν στρατιὰν (58) εἰς μάχην καὶ ἐκτάττει· αὐτὸς δὲ προεκάθητο ἀναβὰς δισμυρίους ἔχων δορυφόρους περὶ αὑτόν. Ἀντεπῄει δὲ Κῦρος, Ἀτρατάδην μὲν ἐν τῷ δε‐ ξιῷ κέρατι στήσας, Οἰβάραν δὲ ἐπὶ τῷ εὐωνύμῳ· αὐτὸς δὲ (59) μετὰ τῶν ἀρίστων Περσῶν ἐν μέσοις ἦν. Ἔνθα δὴ | |
315 | δεινὴ μάχη γίνεται· καὶ πλείστους ἔκτεινε Κῦρός τε καὶ οἱ λοιποὶ Πέρσαι. Σχετλιάζων δὲ ὁ Ἀστυάγης ἐπὶ τοῦ θρόνου εἶπεν· «Οἴ μοι τοὺς τερμινθοφάγους Πέρσας· οἷα ἀριστεύουσι.» Καὶ πέμψας ἠπείλει τοῖς ἑαυτοῦ στρατηγοῖς, εἰ μὴ νικήσουσι τοὺς ἀντίους, οἷα πείσον‐ | |
320 | ται. Κάμνοντες δὲ οἱ Πέρσαι ὑπὸ πλήθους πολεμίων, ἄλλων ἐπ’ ἄλλοις ἐπιόντων, κλιθέντες ἀναχωροῦσιν εἰς τὴν πόλιν, πρὸ ἧς ἐμάχοντο. Εἰσεληλυθότας (60) δὲ θαρρύνει Κῦρος καὶ Οἰβάρας, ὅτι πλείους αὐτοὶ πολε‐ μίων ἔκτειναν, καὶ παραινοῦσι παῖδας μὲν καὶ γυναῖ‐ | |
325 | κας εἰς Πασαργάδας τὸ ὑψηλότατον ὄρος ἀποπέμψαι, αὐτοὶ δὲ εἰς αὔριον ἐπεξελθόντες τέλος ἐπιθεῖναι τῇ νί‐ κῃ. «Πρόκειται γὰρ ἀποθανεῖν πᾶσιν, ἢν ἡττηθῶσι (61)· βέλτιον οὖν μετὰ τοῦ νικᾶν, εἰ δέοι παθεῖν τοῦτο, ἐλευθερώσαντας τὴν πατρίδα.» Ταῦτα εἰπόντος, ὀργὴ | |
330 | καὶ μῖσος (62) παρίσταται πᾶσιν ἐπὶ Μήδους, καὶ ἕωθεν ἀναπετάσαντες τὰς πύλας ἐπεξίασιν, ἡγουμένου Κύρου καὶ Οἰβάρα. Ὁ δ’ Ἀτραδάτης μετὰ τῶν γερόν‐ των ἐρρύετο τὸ τεῖχος. Ἀντεπίασι δ’ αὐτοῖς παμπληθεῖς | |
Ἀστυάγου φάλαγγες σὺν ὁπλίταις τε καὶ ἱππεῦσι. Τῶν | 404 | |
335 | δὲ μαχομένων, ιʹ μυριάδες ἐκπεριελθοῦσαι, καθότι ἔτα‐ ξεν Ἀστυάγης, αἱροῦσι τὴν πόλιν, καὶ Ἀτραδάτην πολλὰ τραύματα ἔχοντα ἀναπέμπουσιν ἐπὶ βασιλέα (62). Γεν‐ ναίως δὲ καὶ οἱ Κύρου ἀγωνισάμενοι φεύγουσιν εἰς Πα‐ σαργάδας, ἔνθ’ αὐτοῖς [τὰ] τέκνα καὶ γύναια ἦν. Ἀστυά‐ | |
340 | γης δ’ ἐπεὶ αὐτῷ ἤχθη ὁ Κύρου πατὴρ, ἔφη· «Οὗτος σὺ δή μοι ἀγαθὸς σατράπης, ὃν ἐγὼ ἐτίμησα, τοιαύτας χάριτας σὺν τῷ υἱεῖ ἀπεδώκατε.» Καὶ ὁ γέρων ἐκπνέων ἤδη· «Οὐκ οἶδ’, ἔφη, ὦ δέσποτα, ὅστις θεῶν τήνδε τὴν μανίαν ἐφώρμησε τῷ ἐμῷ παιδί· σὺ δὲ μή με αἰκίζου· | |
345 | ταχὺ γὰρ ὧδ’ ἔχων ἀποπνεύσομαι.» Καὶ ὃς ᾤκτειρεν αὐτὸν καὶ εἶπε· «Τοιγαροῦν σὲ ἐγὼ οὐδὲν αἰκίζομαι· οἶδα γὰρ ὅτι, εἴ σοι ὁ υἱὸς ἐπείσθη, οὐκ ἂν ταῦτα ἔπρα‐ ξεν· ἀλλὰ καὶ θάπτειν σε κελεύω, οὐκ ὄντα ἐκείνῳ (63) ὁμογνώμονα τῆσδε τῆς μανίας.» Τοῦτον μὲν οὖν ταχὺ | |
66(350) | ἀποθανόντα (64) θάπτουσι καλῶς τε καὶ εὖ. Ἀστυ‐ άγης δ’ ἐπὶ Πασαργάδας ᾔει (65) διὰ στενῶν ὁδῶν. Ἔνθεν δὲ καὶ ἔνθεν (66) λισσάδες πέτραι καὶ [τὸ] ὄρος διερρωγὸς [καὶ] ὑψηλὸν ἦν· διὰ μέσου δὲ διεξιέναι τὰς ἐμβολὰς Οἰβάρας ἐφύλαττε μυρίοις ὁπλίταις· καὶ ἦν | |
355 | ἀνέλπιστον διελθεῖν. Ἃ δὴ γνοὺς Ἀστυάγης ἐκπεριελθεῖν ἐκέλευσε τὸ ὄρος δέκα μυριάσι ἐν κύκλῳ, εἰς ὃ εὑρόντες ἄνοδον ἀνέρπουσι καὶ τῶν ἄκρων κρατοῦσιν. Οἰβάρας δὲ καὶ Κῦρος σὺν τῷ πλήθει παντὶ νύκτωρ φεύγουσιν εἰς ἄλλο ὄρος χθαμαλώτερον τοῦ προτέρου. Εἵπετο δ’ ἡ | |
360 | Ἀστυάγεω (67) στρατιὰ κατ’ ἴχνος διώκουσα ἤδη μεταξὺ τῶν ὀρῶν· ἐπῄει δὴ τοὐντεῦθεν ἡ Ἀστυάγου στρατιὰ καὶ ἐμάχετο πρὸς τὸ ὄρος ἀνιοῦσα μάλα εὐψύχως. Κρημνοὶ δὲ πάντη καὶ δρυμῶνες ἀγριέλαιοί τε (68) συνεχεῖς ἦσαν. Γενναιότερον δ’ ἔτι οἱ Πέρσαι ἐμάχοντο, ἔνθεν Κύρου | |
365 | ἐξορμῶντος, ἔνθεν Οἰβάρα, ὃς αὐτοὺς ἀνεμίμνησκε παί‐ δων τε καὶ γυναικῶν καὶ πατέρων γερόντων καὶ μητέ‐ ρων, οὓς αἰσχρὸν εἶναι προεῖσθαι Μήδοις κατατέμνειν τε καὶ αἰκίζεσθαι. Ὧν ἀκούοντες ἐρρώσθησαν, καὶ σὺν ἀλαλαγμῷ κατιόντες χερμάσι τε ἀπλέτοις βάλλοντες, | |
370 | ἀπορίᾳ βελῶν, καταράσσουσιν ἐκ τοῦ ὄρους τοὺς πολε‐ μίους. Καί πως Κῦρος ἧκεν ἐπὶ τὸ πατρῷον οἴκημα αὐτοῦ, ἔνθα αἰπολῶν, ὅτε μικρὸς ἦν, ηὐλίζετο. Καὶ ἐν αὐτῷ ἔθυσεν ἄλευρα εὑρὼν (69) καὶ κυπαρίττου ὕλην δάφνην τε ὑποθεὶς καὶ πῦρ ἐκτρίψας, ὡς ἂν κεκμηκώς τε καὶ | |
375 | ἀπόρως ἔχων. Εὐθὺς δ’ ἐκ δεξιᾶς ἤστραψέ τε καὶ ἐβρόν‐ τησε. Κῦρος δὲ προσεκύνησεν, οἰωνοί τε αἴσιοι ἐπὶ τῷ οἰκήματι αὐτῷ ἑζόμενοι προὔφαινον ὡς (70) εἰς Πα‐ σαργάδας ἀφίκοιτο. Ἐκ τούτου δειπνοποιησάμενοι ἐκοιμήθησαν ἐν τῷ ὄρει· καὶ τῇ ὑστεραίᾳ τοῖς οἰωνοῖς | |
380 | πίσυνοι ἐπικαταβαίνουσιν ἐπὶ τοὺς πολεμίους ἀνέρπον‐ τας ἤδη εἰς τὸ ὄρος· καὶ ἐπιπολὺ ἐμάχοντο ἀνδρείως. Ἀστυάγης δὲ πεντακισμυρίους ἐπὶ τὸ ὄρος ἔστησε, καὶ ἐκέλευσε (71) τοὺς κατορρωδοῦντας τὴν ἀνάβασιν ἢ φεύ‐ | |
γοντας κάτω παρὰ σφὰς ἀποκτείνειν. Ἀνάγκῃ οὖν ἐχό‐ | 405 | |
385 | μενοι Μῆδοί τε καὶ οἱ σύμμαχοι ἀνῄεσαν ἐπὶ τοὺς Πέρ‐ σας. Ἔνθα δὴ καμόντες (72) ὑπὸ τοῦ πλήθους οἱ Πέρσαι ἔφευγον ἐπὶ ἄκρον τὸ ὄρος, ἵνα αὐτοῖς αἱ γυναῖκες ἦσαν. Αἱ δὲ ἀνασυράμεναι ἐβόων· «Ποῖ φέρεσθε, ὦ κάκιστοι; ἢ ἄχρι ἂν εἰσδύητε ἔνθεν γεγένησθε;» Διὰ | |
390 | τοῦτο ὁ Περσῶν βασιλεὺς, ἐπειδὰν εἰς Πασαργάδας ἀφίκηται, χρυσὸν δωρεῖται ταῖς Περσίσι γυναιξί· καὶ διανέμει ἑκάστῃ εἰς λόγον δραχμῶν εἴκοσιν Ἀττικῶν. Οἱ δὲ Πέρσαι, καταισχυνθέντες ἐφ’ οἷς εἶδον καὶ ἤκου‐ σαν, ἐπιστρέφουσιν ἐπὶ τοὺς πολεμίους, καὶ μιᾷ ὁρμῇ | |
395 | ἐπιδραμόντες ἐξωθοῦσιν αὐτοὺς ἐκ τοῦ ὄρους, καὶ κτεί‐ νουσιν οὐκ ἐλάττους ἑξακισμυρίων. Οὐ μὴν Ἀστυάγης ἀφίστατο τῆς πολιορκίας. Ζήτει ἐν τῷ Περὶ ἀν‐ δραγαθημάτων καὶ στρατηγημάτων. Πολλῶν δὲ ἀναμεταξὺ γενομένων, Κῦρος εἰς τὴν | |
66(400) | σκηνὴν παρελθὼν καθίζει εἰς τὸν τοῦ Ἀστυάγου θρόνον, καὶ τὸ σκῆπτρον αὐτοῦ λαμβάνει. Ἐπευφήμησαν δὲ Πέρσαι· καὶ Οἰβάρας (73) αὐτῷ τὴν κίδαριν ἐπιτίθησιν, εἰπών· «Ἀξιώτερος σύγε εἶ Ἀστυάγου φορεῖν, θεοῦ σοι διδόντος δι’ ἀρετὴν, καὶ Πέρσας Μήδων βασιλεύειν.» Τά | |
405 | τε χρήματα πάντα εἰς Πασαργάδας ἀπεκόμιζον, ἐφεστῶ‐ τος Οἰβάρα καὶ ἐπιμελητὰς καταστήσαντος. Ἄπλετα δ’ ἦν καὶ ἃ οἱ Πέρσαι κατὰ σκηνὰς τρεπόμενοι τὰς ἰδιω‐ τικὰς ὠφελοῦντο. Καὶ μετ’ οὐ πολὺ [ἡ] φήμη πάντη διήγ‐ γελλε τὴν Ἀστυάγου φυγήν τε καὶ ἧτταν, ὥς τε ὑπὸ θεῶν | |
410 | του ἀφῄρηται τὸ κράτος. Καὶ οἱ ἄνθρωποι ἀφίσταντο καὶ τὰ ἔθνη. Πρῶτος δ’ [ὁ] Ὑρκανῶν ἄρχων Ἀρτασύρας ἧκε εʹ μυριάδας ἄγων στρατιᾶς Κύρῳ, καὶ προσεκύνησεν, εἶπέ τε ἑτοίμην εἶναι καὶ ἄλλην πολὺ πλείω, ἐὰν κε‐ λεύῃ· μετὰ δὲ, ὅ τε Παρθυαῖος καὶ Σάκης καὶ Βάκτριος | |
415 | καὶ οἱ ἐφεξῆς ἅπαντες, ὥστε σπουδὴν εἶναι ἑκάστου τὸν ἕτερον φθῆναι θέλοντος· εἰς ὃ Ἀστυάγης μετ’ ὀλίγων ὑπο‐ λειφθεὶς, ἐπάξαντος μετ’ οὐ πολὺ Κύρου καὶ ἐκ τοῦ ῥᾴ‐ στου μάχῃ κρατήσαντος, αἰχμάλωτος ἐπ’ αὐτὸν ἄγεται. | |
67 | Exc. De virt.: Ὅτι Κῦρος ὁ Περσῶν βασιλεὺς ἦν φιλοσοφίας, εἰ καί τις ἄλλος, ἔμπειρος, ἥντινα παρὰ τοῖς μάγοις ἐπαιδεύθη. Δικαιοσύνην τε καὶ ἀλήθειαν ἐδιδάχθη κατὰ δή τινας πατρίους νόμους καθεστῶτας | |
5 | Περσῶν τοῖς ἀρίστοις· ὃς καὶ μετεπέμψατο Σίβυλλαν ἐξ Ἐφέσου τὴν Ἡροφίλαν καλουμένην χρησμῳδόν. | |
68 | Ibid.: Ὅτι ὁ Κῦρος ᾤκτειρε Κροῖσον τὸν Λυδῶν βασιλέα διὰ τὴν οἰκείαν (1) ἀρετήν. Καὶ οἱ Πέρσαι μεγάλην ἔνησαν πυρὰν Κροίσῳ ὑπό τινα ὑψηλὸν τόπον, ἀφ’ οὗ ἔμελλον θεάσασθαι τὰ γινόμενα. Καὶ | 406 |
5 | μετὰ ταῦτα Κῦρος ἐξήλαυνεν ἐκ τῶν βασιλείων, καὶ ἡ δύναμις παρῆν ἅπασα, πολύς τε ὅμιλος καὶ ἀστῶν καὶ ξένων. Ὀλίγον δ’ ὕστερον θεράποντες ἦγον Κροῖσον δεσμώτην, καὶ Λυδῶν δὶς ἑπτά (2). Ὡς δὲ ἐθεάσαντο Λυδοὶ, πάντες οἰμωγῇ καὶ στόνῳ ἀνέκλαυσαν, καὶ | |
10 | ἔπληξαν τὰς κεφαλάς. Τοσοῦτος δ’ ἐκ τοῦ ὁμίλου κωκυ‐ τὸς ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν μετὰ δακρύων καὶ βοῆς ἐξερράγη, ὁπόσος οὐδὲ ἁλισκομένης τῆς πόλεως. Τότε δή τις ἂν καὶ τὴν τύχην ᾤκτειρε, καὶ Κροῖσον ἐθαύ‐ μασε τῆς πρὸς τῶν ἀρχομένων (3) φιλίας. Ὥσπερ γὰρ | |
15 | πατέρα ἑωρακότες, οἱ μὲν τὰς ἐσθῆτας κατερρήγνυντο, οἱ δὲ τὰς κόμας ἔτιλλον· γυναικῶν δὲ ἡγεῖτο πληθὺς μυρία μετὰ κομμοῦ καὶ ὀλολυγῆς. Αὐτὸς δὲ ἄδακρυς προσῄει καὶ σκυθρωπός. Ὁ δὲ Κῦρος, ταῦθ’ ὁρῶν γι‐ νόμενα, οὐκ ἐκώλυε, βουλόμενος καὶ τοὺς Πέρσας οἶ‐ | |
20 | κτόν τινα λαβεῖν αὐτοῦ. Ὡς δὲ προϊὼν κατ’ αὐτὸν γίνε‐ ται ὁ Κροῖσος, ἐφθέγξατο μεγάλῃ τῇ φωνῇ, δεόμενος τὸν υἱὸν ἀχθῆναί οἱ, ὃς (4) οὐκέτι ἐπεπήρωτο τὴν φωνὴν, ἐξ ὅτου τὸ πρῶτον ἐφθέγξατο· ἦν δὲ καὶ τἄλλα ἔμφρων. Καὶ ὁ Κῦρος ἄγειν ἐκέλευσε τὸν νεανίσκον. Καὶ μετ’ | |
25 | οὐ πολὺ ἤγετο ἑπομένων αὐτῷ πολλῶν ἡλίκων. Θεασά‐ μενος δὲ αὐτὸν ὁ Κροῖσος οὐκέθ’ ὁ αὐτὸς ἦν, ἀλλὰ τότε πρῶτον ἐδάκρυσεν. Ὁ δὲ μετὰ κλαυθμοῦ καὶ βοῆς προσπεσὼν πρὸς τὸν Κροῖσον, «Οἴμοι, πάτερ, ἔφη, ἡ σὴ εὐσέβεια (5). Πότε δ’ ἡμῖν οἱ θεοὶ βοηθήσουσιν (6);» | |
30 | Ἀποβλέψας δὲ εἰς τοὺς Πέρσας, «Ἄγεθ’, ἱκετεύω, κἀμὲ, ἔφη, καὶ συνεμπρήσατε· κἀγὼ γὰρ ὑμῶν πολέ‐ μιος εἰμὶ οὐχ ἧττον ἢ ὁ πατήρ.» Καὶ ὁ Κροῖσος, «Οὐκ ὀρθῶς λέγεις, ἔφη, μόνος γὰρ ἐγὼ τὸν πόλεμον ἐξήνεγκα, ὑμῶν δὲ καὶ τῶν ἄλλων Λυδῶν οὐδείς· ἐμὲ χρὴ καὶ | |
35 | τὴν τιμωρίαν ὑποσχεῖν.» Ἐμφυεὶς δὲ τῷ πατρὶ ὁ νεα‐ νίσκος οὐκέτ’ ἀφίστατο· ἀλλ’ ὀδυρόμενος οἴκτου πάντα ἐνέπλησεν (7), ἀφιεὶς (8) καὶ ἑαυτὸν ἄγειν ἐπὶ τὴν πυράν. «Οὐ γὰρ, ἔφη, λελείψομαι τῆς σῆς μοίρας, ὦ πάτερ. Εἰ δὲ νῦν με οὐκ ἐάσουσιν, ἀλλὰ προσδέχου | |
40 | με (9) ταχύ. Τίς ἔτι μοι τοῦ βίου ἐλπίς; ὃς ἐξ ὅτουπερ | |
ἔφυν, ἀεὶ μὲν σοὶ λυπηρὸς ἦν, ἀεὶ δ’ ἐμαυτῷ· εὐτυ‐ χοῦντα μὲν ἐκτρεπόμενος ὑπ’ αἰδοῦς διὰ τὴν τότε μοι προσοῦσαν ἀφωνίαν τε καὶ λώβην· ἐπεὶ δ’ ἠρξάμεθα δυστυχεῖν, τότε πρῶτον φωνὴν ἀφῆκα, καί μ’ εἰς τοῦτο | 407 | |
45 | μόνον ἤρθρωσαν οἱ θεοὶ, ὅπως ἂν ὀδύρωμαι τὰς ἡμετέ‐ ρας τύχας.» Ὁ δὲ πατὴρ ἔφη, «Μὴ παντάπασιν, ὦ παῖ, σεαυτὸν ἀπογνῷς, νέος ὢν, καὶ πολλοῦ σοι ἔτι ὄντος τοῦ λοιποῦ βίου, ὅπου γε κἀμοὶ λείπεταί τις ἐλπὶς ὅμως, καὶ οὔπω τἀκ θεοῦ ἀπέγνων.» Ἅμα δὲ ταῦτα | |
68(50) | λέγοντι προσῄεσαν πολλαὶ δή τινες θεράπαιναι, κομί‐ ζουσαι ἐσθῆτας πολυτελεῖς καὶ ἄλλον παμπληθῆ κόσμον, ὃν ἔπεμψαν συγκατακαησόμενον αἱ τῶν Λυδῶν γυναῖκες. Ὁ δὲ, τὸν υἱὸν ἀσπασάμενος καὶ τοὺς ἐν κύκλῳ Λυ‐ δοὺς, ἐπὶ τὴν πυρὰν ᾔει. Καὶ ὁ παῖς, εἰς τὸν οὐρανὸν | |
55 | τὰς χεῖρας ἀνασχὼν, «Ὦναξ Ἄπολλον καὶ θεοὶ πάντες, εἶπεν, οὕστινας ὁ πατὴρ ἐτίμησεν, ἔλθετε νῦν γε ἡμῖν βοηθοὶ, καὶ μὴ συναπόλλυται (10) Κροίσῳ πᾶσα ἀνθρώ‐ πων εὐσέβεια.» Ταῦτα εἰπόντα μόλις ἀπῆγον οἱ φίλοι, βιαζόμενον εἰς τὴν πυρὰν αὑτὸν συνεμβαλεῖν (11). Κροί‐ | |
60 | σου δ’ ἐπιβαίνοντος αὐτῇ, ἡ Σίβυλλα ὤφθη ἀπό τινος ὑψηλοῦ χωρίου καταβαίνουσα, ἵνα καὶ αὐτὴ (12) ἴδῃ τὰ γινόμενα. Ταχὺ δὲ θροῦς διῆλθε (13) διὰ τοῦ ὁμίλου, ὅτι ἡ χρησμῳδὸς ἥκει, καὶ ἐν προσδοκίᾳ πάντες ἐγέ‐ νοντο, εἴ τι πρὸς τὰ παρόντα θειάσειε. Καὶ μετ’ οὐ | |
65 | πολὺ ἔντονόν τι φθεγξαμένη βοᾷ· Ὦ μέλεοι, τί σπεύδεθ’ ἃ μὴ θέμις; οὐ γὰρ ἐάσει Ζεὺς ὕπατος Φοῖβός τε καὶ ὁ κλυτὸς Ἀμφιάραος· Ἀλλά γ’ ἐμῶν ἐπέων πείθεσθ’ ἀψευδέσι χρησμοῖς, Μὴ κακὸν οἶτον ὄλοισθε παρὲκ θεοῦ ἀφραίνοντες (14). | |
70 | Κῦρος δ’ ἀκούσας ἐκέλευσε τὸν χρησμὸν διεξενεγκεῖν (15) τοῖς Πέρσαις, ὡς ἐξευλαβηθεῖεν ἁμαρτάνειν. Οἱ δὲ δι’ ὑποψίας γίνονται, ὡς κατεσκευασμένης, ἵνα σώ‐ ζοιτο Κροῖσος. Ὁ δ’ ἤδη ἐπὶ τῆς πυρᾶς καθῆστο, καὶ σὺν αὐτῷ δὶς ἑπτὰ Λυδῶν· ἐν κύκλῳ δὲ Πέρσαι δᾷδας | |
75 | ἔχοντες ἧπτον. Σιωπῆς δὲ γενομένης, στενάξας μέγα, εἰς τρὶς ἀνακαλεῖται πάλιν (16) Σόλωνα. Καὶ ὁ Κῦρος ἀκούσας ἐδάκρυσεν, ἐννοηθεὶς ὅτι νεμεσητὰ δρᾷ, βια‐ σθεὶς ὑπὸ Περσῶν, βασιλέα οὐδὲν ἐλάττονα αὐτοῦ τὴν τύχην ἐμπιπράς. Συνεκέχυντο δὲ ἤδη καὶ Πέρσαι τὰ | |
80 | μὲν ἐπὶ Κροίσῳ, τὰ δὲ ἐπὶ τῷ σφετέρῳ βασιλεῖ, ὁρῶν‐ τες ἀχθόμενον ἐπὶ τούτοις, καὶ ἐκέλευον σώζειν Κροῖ‐ σον. Ταχὺ δὲ Κῦρος πέμψας τοὺς ἀμφ’ (17) αὑτὸν ἐκέλευσε τὴν πυρὰν σβεννύναι. Ἡ δὲ ᾔθετο, καὶ οὐκέθ’ οἷόντ’ ἦν ἐξημμένην ἐν κύκλῳ προσιέναι τινά. Φασὶ | |
85 | δὴ Κροῖσον, ἐμβλέψαντα εἰς τὸν οὐρανὸν, εὔξασθαι τῷ Ἀπόλλωνι ἀρῆξαί οἱ, ὁπότε καὶ οἱ ἐχθροὶ σώζειν αὐτὸν ἐθέλοντες οὐ δύναιντο. Χειμὼν δ’ ἔτυχε τὴν ἡμέραν ἐκείνην ἐξ ἠοῦς (18), οὐ μὴν ὑετός γε. Κροίσου δ’ εὐξα‐ | |
μένου ζοφερὸς ἐξαίφνης ἀὴρ συνέδραμε νεφούμενος | 408 | |
90 | πάντοθεν (19), βρονταί τε γίνονται καὶ ἀστραπαὶ συνεχεῖς· τοσοῦτος δὲ κατερράγη ὑετὸς, ὥστε μὴ μόνον τὴν πυρὰν σβεσθῆναι, ἀλλὰ (20) καὶ τοὺς ἀνθρώπους μόλις ἀντέχειν. Κροίσῳ μὲν οὖν ταχὺ στέγασμα πορ‐ φυροῦν ὑπερέτεινον· τοῖς δὲ ἀνθρώποις τὰ μὲν ὑπὸ ζό‐ | |
95 | φου καὶ λαίλαπος ταραττομένοις, τὰ δὲ ὑπὸ (21) ἀστρα‐ πῶν, [καὶ] καταπατουμένοις ὑπὸ τῶν ἵππων, τραχυ‐ νομένων πρὸς τὸν ψόφον τῶν βροντῶν, δείματα δαιμό‐ νια ἐνέπιπτε, καὶ οἵ τε τῆς Σιβύλλης χρησμοὶ τά τε (22) Ζωροάστρου λόγια εἰσῄει. Κροῖσον μὲν οὖν ἐβόων | |
68(100) | ἔτι μᾶλλον ἢ πάλαι σώζειν· αὐτοὶ δὲ καταπίπτοντες εἰς γῆν προσεκύνουν, εὐμένειαν παρὰ τοῦ θεοῦ αἰτού‐ μενοι. Φασὶ δέ τινες Θαλῆν, προειδόμενον ἔκ τινων σημείων ὄμβρον γενησόμενον, καὶ (23) ἀναμένειν τὴν ὥραν ἐκείνην. Τόν γε μὴν Ζωροάστρην (24), Πέρσαι | |
105 | ἀπ’ ἐκείνου διεῖπαν, μήτε νεκροὺς καίειν, μήτ’ ἄλλως μιαίνειν πῦρ, καὶ πάλαι τοῦτο καθεστὼς τὸ νόμιμον τότε βεβαιωσάμενοι. Κῦρος δ’ εἰς τὰ βασίλεια Κροῖσον ἄγων παρεκάλει τε καὶ ἐφιλοφρονεῖτο, πειθόμενος εἶναι θεοσε‐ βέστατον· ἐκέλευέ τε, εἴ τι βούλεταί οἱ γενέσθαι, μὴ | |
110 | ὀκνεῖν, ἀλλ’ αἰτεῖσθαι. Ὁ δὲ εἶπεν· «Ὦ δέσποτα, ἐπεί μέ σοι θεοὶ ἔδοσαν, σύ τε χρηστὰ ἐπαγγέλλεις, αἰτοῦ‐ μαί σε δοῦναί μοι πέμψαι Πυθοῖδε (25) τὰς πέδας τάσδε, καὶ τὸν θεὸν ἐρέσθαι, τί παθὼν ἐξηπάτα με τοῖς χρησμοῖς ἐπάρας στρατεύειν ἐπὶ σὲ ὡς περιεσόμε‐ | |
115 | νον; ἐξ ὅτου αὐτῷ τάδε ἀκροθίνια πέμπω (δείξας τὰς πέδας)· καὶ τί δήποτε ἀμνημονοῦσι χάριτος οἱ τῶν Ἑλλήνων θεοί.» Κῦρος δὲ γελάσας καὶ τάδε ἔφη δώσειν, καὶ ἄλλων οὐκ ἀτυχήσειν αὐτὸν μειζόνων. Κῦρος δὲ ὀλίγου χρόνου φίλον ἐπεποίητο Κροῖσον, ἐξιών τε ἐκ | |
120 | Σάρδεων ἀπέδωκε παῖδας καὶ γυναῖκας, καὶ σὺν αὑτῷ ἐπήγετο (26). Φασὶ δέ τινες καὶ ἐπιτρέψαι ἂν αὐτῷ τὴν πόλιν, εἰ μὴ ᾤετο νεωτεριεῖν. | |
69 | Exc. De virt.: Ἐν ᾧ δὲ οὗτοι περὶ ταῦτα ἦσαν, ὁ Φαυστύλος ἀπάγεται πρὸς Ἀμόλιον (1). Δεδοικὼς γὰρ μὴ οὐ πιστὰ δόξῃ τῷ Νομέτορι λέγειν ὁ Φαυστύλος, ἄνευ σημείων ἐμφανῶν μεγάλου πράγματος μηνυτὴς | 409 |
5 | γενόμενος, τὸ γνώρισμα τῆς ἐκθέσεως τῶν βρεφῶν, τὴν σκάφην ἀναλαβὼν, ὀλίγον (2) ὕστερον ἐδίωκεν εἰς τὴν πόλιν. Διερχόμενον δ’ αὐτὸν τὰς πύλας ταραχωδῶς πάνυ, καὶ περὶ πολλοῦ ποιούμενον μηδενὶ ποιῆσαι κα‐ ταφανὲς τὸ φερόμενον (3), τῶν φυλάκων τις καταμαθὼν | |
10 | (ἦν δὲ πολεμίων ἐφόδου δέος, καὶ τὰς πύλας οἱ μάλιστα πεπιστευμένοι παρὰ τοῦ βασιλέως ἐφρούρουν), συλλαμ‐ βάνει δὴ (4), καὶ τὸ κρυπτὸν ὅ τι δήποτ’ ἦν καταμα‐ θεῖν ἀξιῶν ἀποκαλύπτει βίᾳ τὴν περιβολήν. Ὡς δὲ τὴν σκάφην ἐθεάσατο, καὶ τὸν ἄνθρωπον ἔμαθεν ἀπορού‐ | |
15 | μενον, ἠξίου λέγειν, τίς ἡ ταραχὴ, καὶ τί τὸ βούλημα τοῦ μὴ φανερῶς εἰσφέρειν (5) σκεῦος, οὐδὲν (6) δεόμενον ἀπορρήτου φορᾶς. Ἐν δὲ τούτῳ πλείους τῶν φυλάκων συνέρρεον· καί τις αὐτῶν γνωρίζει τὴν σκάφην, αὐτὸς ἐν ἐκείνῃ τὰ παιδία κομίσας (7) ἐπὶ τὸν ποταμὸν, καὶ φρά‐ | |
20 | ζει πρὸς τοὺς παρόντας. Οἱ δὲ συλλαβόντες τὸν Φαυ‐ στύλον (8) ἄγουσιν ἐπ’ αὐτὸν τὸν βασιλέα καὶ διηγοῦνται τὰ γενόμενα. Ἀμόλιος δὲ, ἀπειλῇ βασάνων καταπληξά‐ μενος τὸν ἄνθρωπον, εἰ μὴ λέξει τὰς (9) ἀληθείας ἑκὼν, πρῶτον μὲν, εἰ ζῶσιν οἱ παῖδες, ἤρετο (10)· ὡς δὲ ταῦτ’ | |
25 | ἔμαθε, τῆς σωτηρίας αὐτοῖς ὅστις ὁ τρόπος ἐγένετο. Διηγησαμένου δὲ αὐτοῦ πάντα ὡς ἐπράχθη, «Ἄγε δὴ, φησὶν ὁ βασιλεὺς, ἐπειδὴ ταῦτα ἀληθεύσας ἔχεις, φρά‐ σον, ὅπου νῦν ἂν (11) εὑρεθεῖεν· οὐ γὰρ ἔτι δίκαιοί εἰσιν ἐν βουκόλοις καὶ ἀδόξῳ βίῳ ζῆν, ἐμοίγε ὄντες συγγενεῖς, | |
30 | ἄλλως τε καὶ θεῶν προνοίᾳ σωζόμενοι.» Φαυστύλος δὲ τῆς ἀλοόγου πρᾳότητος ὑποψίᾳ κινηθεὶς, μὴ φρονεῖν αὐ‐ τὸν ὅμοια τοῖς λόγοις, ἀποκρίνεται ὧδε· «Οἱ μὲν παῖδές εἰσιν ἐν τοῖς ὄρεσι βουκολοῦντες, ὅσπερ ἐκείνων βίος, ἐγὼ δ’ ἐπέμφθην παρ’ αὐτῶν τῇ μητρὶ δηλώσων, ἐν αἷς | |
35 | εἰσὶ τύχαις. Ταύτην δὲ παρὰ σοὶ φυλάττεσθαι ἀκούων, δεήσεσθαι τῆς σῆς θυγατρὸς ἔμελλον, ἵνα με πρὸς αὐ‐ τὴν ἀγάγοι. Τὴν δὲ σκάφην ἔφερον, ἵν’ ἔχω δεικνύναι τε‐ κμήριον ἐμφανὲς ἅμα τοῖς λόγοις. Νῦν οὖν ἐπειδὴ δέ‐ δοκταί σοι (12) τοὺς νεανίσκους δεῦρο κομίσαι, χαίρω | |
40 | τε, καὶ πέμψον οὕστινας βούλει σὺν ἐμοί. Δείξω μὲν (13) | |
οὖν τοῖς ἐλθοῦσι τοὺς παῖδας, φράσουσι δ’ αὐτοῖς ἐκεῖνοι τὰ παρὰ σοῦ.» Ὁ μὲν δὴ ταῦτ’ ἔλεγεν, ἀναβολὴν εὑρέσθαι βουλόμενος τοῖς παισὶ τοῦ θανάτου, καὶ ἅμα αὐτὸς ἀποδράσεσθαι (14) τοὺς ἄγοντας, ἐπειδὰν ἐν τοῖς | 410 | |
45 | ὄρεσι γένηται, ἐλπίσας. Ἀμόλιος δὲ τοῖς πιστοτάτοις τῶν φίλων (15) ἐπιστείλας κρύφα, οὓς ἂν ὁ συφορβὸς (16) αὐτοῖς δείξῃ, συλλαβόντας ὡς αὐτὸν ἄγειν, ἀποστέλ‐ λει διὰ ταχέων. Ταῦτα δὲ (17) διαπραξάμενος αὐτίκα γνώμην ἐποιεῖτο, καλέσας τὸν ἀδελφὸν ἐν φυλακῇ ἀδέσμῳ | |
69(50) | ἔχειν, ἕως ἂν εὖ θῆται (18) τὰ παρόντα, καὶ αὐτὸν ὡς ἐπ’ ἄλλῳ δή τινι ἐκάλει. Ὁ δὲ ἀποσταλεὶς ἄγγελος, εὐ‐ νοίᾳ τε τοῦ κινδυνεύοντος, καὶ ἐλέῳ τῆς τύχης, ἐπιστρέ‐ ψας κατήγορος γίνεται Νομέτορι τῆς Ἀμολίου γνώμης. Ὁ δὲ, τοῖς παισὶ δηλώσας τὸν κατειληφότα κίνδυνον | |
55 | αὐτοὺς καὶ παρακελευσάμενος ἄνδρας ἀγαθοὺς γενέσθαι, παρῆν ἄγων ὡπλισμένους ἐπὶ τὰ βασίλεια, τῶν τε ἄλ‐ λων πελατῶν καὶ ἑταίρων, καὶ θεραπείας πιστῆς χεῖρα οὐκ ὀλίγην. Ἧκον δὲ καὶ οἱ ἐκ τῶν ἀγρῶν συνελθόντες εἰς τὴν πόλιν, ἐκλιπόντες τὴν ἀγορὰν, ἔχοντες ὑπὸ ταῖς | |
60 | περιβολαῖς (19) ξίφη κεκρυμμένα, στῖφος καρτερόν. Βια‐ σάμενοι δὲ τὴν εἴσοδον ἀθρόᾳ ὁρμῇ πάντες, οὐ πολλοῖς ὁπλίταις φρουρουμένην, ἀποσφάττουσιν εὐπετῶς Ἀμό‐ λιον, καὶ μετὰ τοῦτο τὴν ἄκραν καταλαμβάνουσι (20). Ταῦτα μὲν οὖν (21) εἴρηται τοῖς περὶ Φάβιον· ἕτεροι δὲ | |
65 | οὐδὲν τῶν μυθωδεστέρων ἀξιοῦντες ἱστορικῇ γραφῇ προσ‐ ήκειν, τήν γε ἀπόθεσιν τὴν τῶν βρεφῶν οὐχ, ὡς ἐκε‐ λεύσθη (22) τοῖς ὑπηρέταις, γενομένην, ἀπίθανον εἶναί φασι· καὶ τῆς λυκαίνης τὸ τιθασὸν (23), ἣ τοὺς μα‐ στοὺς ἐπεῖχε τοῖς παιδίοις, ὡς δραματικῆς μεστὸν ἀτο‐ | |
70 | πίας διασύρουσιν. Ἀντιδιαλλαττόμενοι δὲ πρὸς ταῦτα λέγουσιν, ὡς ὁ Νομέτωρ, ἐπειδὴ τὴν Ἰλουΐαν (24) ἔγνω κύουσαν, ἕτερα παρασκευασάμενος παιδία νεογνὰ, διηλ‐ λάξατο τεκούσης αὐτῆς τὰ βρέφη, καὶ τὰ μὲν ὀθνεῖα δέδωκε τοῖς φυλάττουσι τὰς ὠδῖνας ἀποφέρειν (25), εἴτε | |
75 | χρημάτων τὸ πιστὸν τῆς χρείας αὐτῶν (26) πριάμενος, εἴτε διὰ γυναικῶν τὴν ὑπαλλαγὴν ποιησάμενος (27)· καὶ αὐτὰ λαβὼν ὁ Ἀμόλιος ὅτῳ δὴ τρόπῳ ἀναιρεῖ (28), τὰ δὲ ἐκ τῆς Ἰλουΐας γενόμενα περὶ παντὸς ποιούμενος ὁ μητροπάτωρ διασώζεσθαι, δίδωσι τῷ Φαυστύλῳ. | |
70 | Exc. De virt.: Ὅτι τοῦ Ῥωμύλου, πληθυσμοῦ ἕνεκεν ἀνδρῶν, ἁρπαγὴν ποιησαμένου τῶν παρθένων, ὡς διεβοήθη τὰ περὶ τὴν ἁρπαγὴν τῶν παρθένων καὶ τὰ περὶ τοὺς γάμους εἰς τὰς πλησιοχώρους πόλεις, αἱ μὲν | |
5 | αὐτὸ τὸ πραχθὲν πρὸς ὀργὴν (1) ἐλάμβανον, αἱ δὲ ἀφ’ | |
ἧς ἐπράχθη διαθέσεως, καὶ εἰς ὃ τέλος (2) ἐχώρησεν, ἀναλογιζόμεναι, μετρίως αὐτὸ ἔφερον. Κατέσκηψε δ’ οὖν ἀνὰ χρόνον εἰς πολέμους, τοὺς μὲν ἄλλους εὐπετεῖς, ἕνα δὲ τὸν πρὸς Σαβίνους μέγαν καὶ χαλεπόν. Οἷς ἅπασι | 411 | |
10 | τέλος ἐπηκολούθησεν εὐτυχὲς (3), ὥσπερ αὐτῷ τὰ μαν‐ τεύματα προεθέσπισε, πρὶν ἐπιχειρῆσαι τῷ ἔργῳ, πό‐ νους μὲν καὶ κινδύνους μεγάλους προσημαίνοντα, τὰς δὲ τελευτὰς αὐτῷ (4) ἔσεσθαι καλάς. Ἦσαν δὲ (5) αἱ πρῶται πόλεις ἄρξασαι τοῦ πολέμου Καινίνη καὶ ἄλ‐ | |
15 | λαι (6), πρόφασιν μὲν ποιούμεναι τὴν ἁρπαγὴν τῶν παρθένων, καὶ τὸ [μὴ] (7) λαβεῖν ὑπὲρ αὐτῶν δίκας· ὡς δὲ τἀληθὲς εἶχεν, ἀχθόμεναι (8) τῇ κτίσει τε καὶ αὐξή‐ σει τῆς Ῥώμης, δι’ ὀλίγου πολλῇ γενομένῃ, καὶ οὐκ ἀξιοῦσαι περιιδεῖν κοινὸν ἐπὶ τοῖς περιοίκοις ἅπασι κα‐ | |
20 | κὸν φυόμενον. Τέως μὲν οὖν πρὸς τὸ Σαβίνων ἔθνος ἀποστέλλουσαι πρέσβεις, ἐκείνους ἠξίουν τὴν ἡγεμονίαν τοῦ πολέμου παραλαβεῖν, ἰσχύν τε μεγίστην ἔχοντας (9) καὶ χρήμασι πλείοσι δυναμένους, ἄρχειν τε ἀξιοῦντας τῶν πλησιοχώρων, καὶ οὐκ ἐλάχιστα περιυβρισμέ‐ | |
25 | νους (10) τῶν ἄλλων· τῶν γὰρ ἡρπασμένων αἱ πλείους ἦσαν ἐκείνων. Ἐπεὶ δ’ (11) οὐδὲν ἐπέραινον, ἀντικαθιστα‐ μένων αὐταῖς τῶν παρὰ τοῦ Ῥωμύλου πρεσβειῶν καὶ θεραπευουσῶν λόγοις τε καὶ ἔργοις τὸ ἔθνος, ἀχθόμεναι τῇ τριβῇ τοῦ χρόνου, μελλόντων ἀεὶ τῶν Σαβίνων καὶ | |
30 | ἀναβαλλομένων εἰς χρόνους μακροὺς τὴν περὶ τοῦ πο‐ λέμου βουλὴν, αὐταὶ καθ’ ἑαυτὰς ἔγνωσαν τοῖς Ῥω‐ μαίοις πολεμεῖν, ἀποχρῆν οἰόμεναι τὴν δύναμιν τὴν οἰκείαν (12), εἰ καθ’ ἓν αἱ τρεῖς γένοιντο, μίαν αἱρῆσαι πόλιν οὐ μεγάλην. Ἐβουλεύσαντο μὲν ταῦτα, συνελ‐ | |
35 | θεῖν δ’ οὐκ ἔφθασαν (13) εἰς ἓν ἅπασαι στρατόπεδον, προεξαναστάντων προχειρότερον τῶν ἐκ τῆς Καινί‐ νης (14), οἵπερ καὶ μάλιστα ἐδόκουν τὸν πόλεμον ἐνά‐ γειν. Ἐξεστρατευμένων (15) δὲ τούτων καὶ δῃούντων τὴν ὅμορον, ἐξαγαγὼν τὴν δύναμιν ὁ Ῥωμύλος (16), ἀφυ‐ | |
40 | λάκτοις οὖσιν ἔτι τοῖς πολεμίοις ἀπροσδοκήτως ἐπιτί‐ θεται καὶ τοῦ τε χάρακος (17) αὐτῶν ἀρτίως ἱδρυμένου γίνεται κύριος, τοῖς τε φεύγουσιν εἰς τὴν πόλιν ἐκ ποδὸς ἑπόμενος, οὐδέπω τῶν ἔνδον πεπυσμένων τὴν περὶ τοὺς σφετέρους συμφορὰν, τεῖχός τε ἀφύλακτον εὑρὼν καὶ | |
45 | πύλας ἀκλείστους, αἱρεῖ τὴν πόλιν ἐξ ἐφόδου, καὶ τὸν βασιλέα τῶν Καινινιτῶν (18), ὑπαντήσαντα σὺν καρτερᾷ χειρὶ, μαχόμενος (19) αὐτοχειρίᾳ κτείνει, καὶ τὰ ὅπλα ἀφαιρεῖται. Τοῦτον δὲ τὸν τρόπον ἁλούσης τῆς πόλεως, τὰ ὅπλα παραδοῦναι τοὺς ἁλόντας κελεύσας, καὶ παῖ‐ | |
70(50) | δας εἰς ὁμηρείαν οὓς ἐβούλετο λαβὼν, ἐπὶ τοὺς λοιποὺς (20) ἐχώρει. Γενόμενος (21) δὲ καὶ τῆς ἐκείνων δυνάμεως, | |
ἐσκεδασμένης ἔτι κατὰ τὰς προνομὰς, τῇ παρ’ ἐλπίδας ἐφόδῳ, καθάπερ καὶ τῆς προτέρας, ἐγκρατὴς, καὶ τὰ αὐτὰ τοὺς ἁλόντας διαθεὶς, ἀπῆγεν ἐπ’ οἴκου τὴν δύνα‐ | 412 | |
55 | μιν, ἄγων σκῦλά τε ἀπὸ τῶν ἀποίκων (22) κατὰ τὴν μάχην, καὶ ἀκροθίνια λαφύρων θεοῖς (23). Τέλος τοῦ ἑβδόμου λόγου τῆς Νικολάου Ἱστορίας. Ζήτει τὰ λείποντα περὶ Ἑλληνικῆς ἱστορίας | |
t71 | ΕΚ ΤΟΥ ΒΙΒΛ. ΤΟΥ ΙΗʹ (Ηʹ?). | |
71 | Constant. Porphyr. De them. I, 3: Τὸ δὲ νῦν καλούμενον Θρᾳκήσιον θέμα πάλαι μὲν καὶ κατ’ ἀρχὰς Ἀσία μικρὰ ὠνομάζετο ... Θρᾳκήσιοι δὲ ἐπεκλήθησαν ἀπὸ τῆς τοιαύτης αἰτίας. Ἐπὶ τῶν ἡμερῶν Ἀλυάττου | |
5 | τοῦ τῶν Λυδῶν βασιλέως, ἀνήρ τις μετὰ τῆς γυναικὸς καὶ τῶν αὑτοῦ τέκνων ἐκ Μυσίας τῆς τῶν Θρᾳκῶν χώ‐ ρας ὁρμώμενος, ἧς καὶ Ὅμηρος μνημονεύει λέγων οὕτως, Μυσῶν τ’ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν, | |
10 | διεπέρασεν εἰς τὰ μέρη τῆς Ἀσίας εἰς χώραν τὴν λεγο‐ μένην Λυδίαν, καὶ κατῴκησε πλησίον τῆς πόλεως Σάρ‐ δεων. Τοῦ οὖν βασιλέως πρὸς τῷ τῆς πόλεως τείχει καθεζομένου, διήρχετο ἡ γυνὴ τοῦ Θρᾳκὸς, ἐπὶ μὲν τῆς κεφαλῆς βαστάζουσα στάμνον, ἐπὶ δὲ τῶν χειρῶν ἠλα‐ | |
15 | κάτην καὶ ἄτρακτον, ὄπισθεν δὲ πρὸς τὴν ζώνην ἵππος τις προσεδέδετο. Καὶ ἐπὶ μὲν τῆς κορυφῆς ὁ στάμνος ἦν μεστὸς ὕδατος, ἐν δὲ ταῖς χερσὶν εἰργάζετο νήθουσα ἐκ τῆς ἠλακάτης τὸν ἄτρακτον, ὄπισθεν δὲ πρὸς τὴν ζώνην ἠκολούθει ὁ ἵππος ἀπὸ τῆς πηγῆς πεποτισμένος. | |
20 | Ταύτην ἰδὼν ὁ βασιλεὺς μεγάλως ἐθαύμασε, καὶ ἠρώ‐ τησε πόθεν καὶ τίς καὶ ποίας ἐστὶ πόλεως. Ἡ δὲ ἀπεκρί‐ νατο, Μυσὴ μὲν εἶναι τὸ γένος, Θρᾴκης δ’ ἔστιν αὕτη τὸ πολίχνιον. Λαβὼν οὖν ὁ βασιλεὺς ἀπὸ τῆς γυναικὸς ἀφορμὴν, πρεσβείαν πρὸς τὸν τῆς Θρᾴκης βασιλέα | |
25 | ποιησάμενος, Κότυν ὀνομαζόμενον, ἐκεῖθεν ἔλαβεν ἄν‐ δρας μετοίκους μετὰ γυναικῶν καὶ τέκνων, ὄχλον ἱκα‐ | |
νόν. [Ἐκ τούτου τοῦ γένους ὠνομάσθησαν οἱ τὴν μικρὰν Ἀσίαν οἰκοῦντες Θρᾳκήσιοι, διὰ τὸ εἶναι αὐτοὺς ἐργο‐ πόνους, ἐργώδεις τε καὶ χειρώνακτας] .... Ταύτην δὲ | 413 | |
30 | τὴν ἱστορίαν Νικόλαος ὁ Δαμασκηνὸς γράφει ἐν τῷ ιηʹ (l. ηʹ) αὐτοῦ βιβλίῳ, ὁ γεγονὼς ὑπογραφεὺς Ἡρώδου τοῦ βασιλέως. | |
t72-75 | ΕΚ ΒΙΒΛΙΩΝ ΑΔΗΛΩΝ. | |
72 | Athenaeus XIII: Μυρρίνην δὲ, τὴν Σαμίαν, ἑταίραν Δημήτριος εἶχεν ὁ βασιλεὺς, ὁ τῆς διαδοχῆς τελευταῖος, καὶ ἔξω τοῦ διαδήματος κοινωνὸν εἶχε τῆς βασιλείας, ὥς φησι Νικόλαος ὁ Δαμασκηνός. | |
73 | Josephus C. Apion. II, c. 7.: Quia vero Antiochus (Epiphanes) neque justam fecit templi depraedationem, sed egestate pecunia‐ rum ad hoc accessit, quum non esset hostis, et so‐ | |
5 | cios insuper nos suos et amicos aggressus est, nec aliquid dignum derisione illic invenit: multi et di‐ gni conscriptores super hoc quoque testantur, Poly‐ bius Megalopolitanus, Strabo Cappadox, Nicolaus Damascenus, Timagenes et Castor chronographus | |
10 | et Apollodorus: qui omnes dicunt pecuniis indigen‐ tem Antiochum transgressum foedera Judaeorum et spoliasse templum auro argentoque plenum. | |
74 | Josephus A. J. XIII, 8, 4: Ὑρκανὸς δὲ τὸν Δα‐ υΐδου τάφον ἀνοίξας, ὃς πλούτῳ τοὺς πώποτε βασιλεῖς ὑπερέβαλλε, τρισχίλια μὲν ἀργυρίου τάλαντα ἐξεκόμι‐ σεν, ὁρμώμενος δ’ ὑπὸ τούτων πρῶτος Ἰουδαίων ξενο‐ | |
5 | τροφεῖν ἤρξατο. Γίνεται δ’ αὐτῷ καὶ πρὸς Ἀντίοχον φιλία καὶ συμμαχία· καὶ δεξάμενος αὐτὸν εἰς τὴν πό‐ λιν, ἀφθόνως πάντα τῇ στρατιᾷ καὶ φιλοτίμως παρέσχε. Καὶ ποιουμένῳ τὴν ἐπὶ Πάρθους αὐτῷ στρατείαν συν‐ εξώρμησεν Ὑρκανός. Μάρτυς δὲ τούτων ἡμῖν ἐστι καὶ | |
10 | Νικόλαος ὁ Δαμασκηνὸς, οὕτως ἱστορῶν· «Τρόπαιον δὲ στήσας Ἀντίοχος ἐπὶ τῷ Λύκῳ ποταμῷ, νικήσας Ἰν‐ δάτην τὸν Πάρθων στρατηγὸν, αὐτόθι ἔμεινεν ἡμέρας δύο, δεηθέντος Ὑρκανοῦ τοῦ Ἰουδαίου διά τινα ἑορτὴν πάτριον, ἐν ᾗ τοῖς Ἰουδαίοις οὐκ ἦν νόμιμον ἐξοδεύειν.» | |
15 | Καὶ ταῦτα μὲν οὐ ψεύδεται λέγων. | |
75 | Idem ib. XIII, 12, 6: Πτολεμαῖος δὲ μετὰ τὴν νίκην προσκαταδραμὼν τὴν χώραν, ὀψίας ἐπιγενομένης | |
ἔν τισι κώμαις τῆς Ἰουδαίας κατέμεινεν· ἃς γυναικῶν εὑρὼν μεστὰς καὶ νηπίων, ἐκέλευσε τοὺς στρατιώτας | 414 | |
5 | ἀποσφάττοντας αὐτοὺς καὶ κρεουργοῦντας, ἔπειτα εἰς λέβητας ζέοντας ἐνιέντας τὰ μέλη ἀπάρχεσθαι. Τοῦτο δὲ προσέταξεν, ἵν’ οἱ διαφυγόντες ἐκ τῆς μάχης καὶ πρὸ αὐτοὺς ἐλθόντες σαρκοφάγους ὑπολάβωσιν εἶναι τοὺς πολεμίους, καὶ διὰ τοῦτο ἔτι μᾶλλον αὐτοὺς καταπλα‐ | |
10 | γῶσι ταῦτ’ ἰδόντας. Λέγει δὲ καὶ Στράβων καὶ Νικό‐ λαος ὅτι τοῦτον αὐτοῖς ἐχρήσαντο τὸν τρόπον, καθὼς κἀγὼ προείρηκα. | |
t76 | ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ ϙϛʹ. | |
76 | Idem ib. I, 3, 6: Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ ἐνενηκοστῇ καὶ ἕκτῃ βίβλῳ ἱστορεῖ περὶ αὐτῶν, λέγων οὕτως· «Ἔστιν ὑπὲρ τὴν Μινυάδα μέγα ὄρος κατὰ τὴν Ἀρμενίαν, Βᾶρις λεγόμενον· εἰς ὃ πολλοὺς συμφυγόντας | |
5 | ἐπὶ τοῦ κατακλυσμοῦ λόγος ἔχει περισωθῆναι, καί τινα ἐπὶ λάρνακος ὀχούμενον ἐπὶ τὴν ἀκρώρειαν ὀκεῖλαι, καὶ τὰ λείψανα τῶν ξύλων ἐπὶ πολὺ σωθῆναι. Γένοιτο δ’ ἂν οὗτος, ὅντινα καὶ Μωυσῆς ἀνέγραψεν ὁ Ἰουδαίων νο‐ μοθέτης.» | |
t77-79 | ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ ΡΓʹ. | |
77 | Athenaeus X: Νικόλαος δ’ ὁ Περιπα‐ τητικὸς ἐν τῇ τρίτῃ πρὸς ταῖς ἑκατὸν τῶν Ἱστοριῶν, Μι‐ θριδάτην φησὶ, τὸν Ποντικὸν βασιλέα, προθέντ’ ἀγῶνα πολυφαγίας καὶ πολυποσίας (ἦν δὲ τὸ ἆθλον τάλαντον | |
5 | ἀργυρίου), ἀμφότερα νικῆσαι. Τοῦ μέντοι ἄθλου ἐκστῆναι τῷ μετ’ αὐτὸν κριθέντι Καλαμόδρυϊ τῷ Κυ‐ ζικηνῷ ἀθλητῇ. | |
78 | Idem VI: Μιθριδάτου δ’ ἀναγράφει κόλακα Σωσίπατρον, ἄνθρωπον γόητα, Νικόλαος ὁ Πε‐ ριπατητικός. | |
79 | Idem VI: Νικόλαος δ’ ὁ Περιπατητι‐ τικὸς, καὶ Ποσειδώνιος ὁ Στωικὸς, ἐν ταῖς Ἱστορίαις, ἑκάτερος τοὺς Χίους φησὶν, ἐξανδραποδισθέντας ὑπὸ Μιθριδάτου τοῦ Καππάδοκος, παραδοθῆναι τοῖς ἰδίοις | 415 |
5 | δούλοις δεδεμένους, ἵν’ εἰς τὴν Κόλχων γῆν κατοικι‐ σθῶσιν. | |
t80 | ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ ΡΔʹ. | |
80 | Athen. VIII: Νικόλαος δ’ ὁ Δαμασκη‐ νὸς ἐν τῇ τετάρτῃ πρὸς ταῖς ἑκατὸν τῶν Ἱστοριῶν· «Περὶ Ἀπάμειαν, φησὶ, τὴν Φρυγιακὴν κατὰ τὰ Μιθριδατικὰ, σεισμῶν γενομένων, ἀνεφάνησαν περὶ τὴν χώραν αὐ‐ | |
5 | τῶν λίμναι τε αἱ πρότερον οὐκ οὖσαι καὶ ποταμοὶ καὶ ἄλλαι πηγαὶ ὑπὸ τῆς κινήσεως ἀνοιχθεῖσαι· πολλαὶ δὲ καὶ ἠφανίσθησαν. Τοσοῦτόν τε ἄλλο ἀνέβλυσεν αὐτῶν ἐν τῇ γῇ πικρόν τε καὶ γλαυκὸν ὕδωρ, πλεῖστον ὅσον ἀπε‐ χούσης τῶν τόπων τῆς θαλάσσης, ὥστε ὀστρέων πλη‐ | |
10 | σθῆναι τὸν πλησίον τόπον ἅπαντα καὶ ἰχθύων τῶν τε ἄλλων, ὅσα τρέφει ἡ θάλασσα.» | |
t81 | ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ ΡΖʹ. | |
81 | Idem V: Νικόλαος δ’ ἐν τῇ ἑβδόμῃ καὶ ἑκατοστῇ τῶν Ἱστοριῶν Σύλλαν φησὶ, τὸν Ῥωμαίων στρατηγὸν, οὕτω χαίρειν μίμοις καὶ γελωτοποιοῖς, φι‐ λόγελων γενόμενον, ὡς καὶ πολλὰ γῆς μέτρα αὐτοῖς χα‐ | |
5 | ρίζεσθαι τῆς δημοσίας. Ἐμφανίζουσι δ’ αὐτοῦ τὸ περὶ ταῦτα ἱλαρὸν αἱ ὑπ’ αὐτοῦ γραφεῖσαι σατυρικαὶ κωμῳ‐ δίαι τῇ πατρίῳ φωνῇ. | |
t82 | ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ ΡΗʹ. | |
82 | Idem XV: Νικόλαος δ’ ὁ Δαμασκηνὸς ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν πρὸς ταῖς ἑκατὸν περὶ τὰς Ἄλπεις λίμνην τινά φησιν εἶναι πολλῶν σταδίων οὖσαν, ἧς περὶ τὸν κύκλον πεφυκέναι δι’ ἔτους ἄνθη ἥδιστα καὶ | |
5 | εὐχρούστατα, ὅμοια ταῖς καλουμέναις κάλχαις. | |
t83 | ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ ΡΙʹ. | |
83 | Idem XII: Νικόλαος δ’ ὁ Περιπατητι‐ | |
κὸς ἐν τῇ δεκάτῃ καὶ ἑκατοστῇ τῶν Ἱστοριῶν Λεύκολλόν φησιν, ἀφικόμενον εἰς Ῥώμην, καὶ θριαμβεύσαντα, λόγον τε ἀποδόντα τοῦ πρὸς Μιθριδάτην πολέμου, ἐξο‐ | 416 | |
5 | κεῖλαι εἰς πολυτελῆ δίαιταν ἐκ τῆς παλαιᾶς σωφροσύ‐ νης, τρυφῆς τε πρῶτον εἰς ἅπαν Ῥωμαίοις ἡγεμόνα γενέσθαι, καρπωσάμενον δυοῖν βασιλέοιν πλοῦτον, Μι‐ θριδάτου καὶ Τιγράνου. | |
t84-87 | ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ ΡΙʹ. | |
84 | Idem IV: Νικόλαος δ’ ὁ Δαμασκηνὸς, εἷς τῶν ἀπὸ τοῦ περιπάτου φιλοσόφων, ἐν τῇ δεκάτῃ πρὸς ταῖς ἑκατὸν τῶν Ἱστοριῶν, Ῥωμαίους ἱστορεῖ παρὰ τὸ δεῖπνον συμβάλλειν μονομαχίας, γράφων οὕτως· «Τὰς | |
5 | τῶν μονομάχων θέας οὐ μόνον ἐν πανηγύρεσι καὶ θεά‐ τροις ἐποιοῦντο Ῥωμαῖοι, παρὰ Τυρρηνῶν παραλα‐ βόντες τὸ ἔθος, ἀλλὰ κἀν ταῖς ἑστιάσεσιν. Ἐκάλουν γοῦν τινες πολλάκις ἐπὶ δεῖπνον τοὺς φίλους ἐπί τε ἄλ‐ λοις, καὶ ὅπως ἂν δύο ἢ τρία ζεύγη ἴδοιεν μονομάχων, | |
10 | ὅτε καὶ κορεσθέντες δείπνου καὶ μέθης εἰσεκάλουν τοὺς μονομάχους, καὶ ὁ μὲν ἅμα ἐσφάττετο, αὐτοὶ δ’ ἐκρό‐ τουν ἐπὶ τούτῳ ἡδόμενοι. Ἤδη δέ τις κἀν ταῖς διαθή‐ καις γέγραφε γυναῖκας εὐπρεπεστάτας μονομαχῆσαι, ἃς ἐκέκτητο· ἕτερος δὲ παῖδας ἀνήβους ἐρωμένους ἑαυ‐ | |
15 | τοῦ. Ἀλλὰ γὰρ οὐκ ἠνέσχετο ὁ δῆμος τὴν παρανομίαν ταύτην, ἀλλ’ ἄκυρον τὴν διαθήκην ἐποίησεν.» | |
85 | Josephus A. J. XIV, 1, 3: Φίλος δέ τις Ὑρκανοῦ Ἰδουμαῖος, Ἀντίπατρος λεγόμενος, πολλῶν μὲν εὐπορῶν χρημάτων, δραστήριος δὲ τὴν φύσιν ὢν καὶ στασιαστὴς, ἀλλοτρίως εἶχε πρὸς τὸν Ἀριστόβουλον καὶ διαφόρως, | |
5 | διὰ τὴν πρὸς Ὑρκανὸν εὔνοιαν. Νικόλαος μέντοι φησὶν ὁ Δαμασκηνὸς τοῦτον εἶναι γένος ἐκ τῶν πρώτων Ἰου‐ δαίων τῶν ἐκ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν ἀφικομένων. Ταῦτα δὲ λέγει χαριζόμενος Ἡρώδῃ τῷ παιδὶ αὐτοῦ, βασιλεῖ τῶν Ἰουδαίων ἐκ τύχης τινὸς γενομένῳ· περὶ | |
10 | οὗ κατὰ καιρὸν δηλώσομεν. | |
86 | Idem ibid. XIV, 4, 3: Μάθοι δ’ ἄν τις ἐν‐ τεῦθεν τὴν ὑπερβολὴν ἧς ἔχομεν περὶ τὸν θεὸν εὐσεβείας καὶ τὴν φυλακὴν τῶν νόμων, μηδὲν ὑπὸ τῆς πολιορκίας | |
5 | διὰ φόβον ἐμποδιζομένων πρὸς τὰς ἱερουργίας, ἀλλὰ δὶς τῆς ἡμέρας, πρωΐ τε καὶ περὶ ἐνάτην ὥραν, ἱερουργούν‐ των ἐπὶ τοῦ βωμοῦ, καὶ μηδ’ εἴ τι περὶ τὰς προσβολὰς δύσκολον εἴη, τὰς θυσίας παριέντων. Καὶ γὰρ ἁλούσης τῆς πόλεως περὶ τρίτον μῆνα τῇ τῆς νηστείας ἡμέρᾳ, | |
10 | κατὰ τὴν ἐνάτην καὶ ἑβδομηκοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, ὑπατευόντων Γαΐου Ἀντωνίου καὶ Μάρ‐ κου Τυλλίου Κικέρωνος, οἱ πολέμιοι μὲν εἰσπεσόντες | |
ἔσφαττον τοὺς ἐν τῷ ἱερῷ, οἱ δὲ πρὸς ταῖς θυσίαις οὐδὲν ἧττον ἱερουργοῦντες διετέλουν, οὔτε ὑπὸ τοῦ φόβου τοῦ | 417 | |
15 | περὶ τῆς ψυχῆς οὔτε ὑπὸ τοῦ πλήθους τῶν ἤδη φονευο‐ μένων ἀναγκασθέντες ἀποδρᾶναι, πᾶν δ’ ὅ τι δέοι παθεῖν τοῦτο παρ’ αὐτοῖς ὑπομεῖναι τοῖς βωμοῖς κρεῖττον εἶναι νομίζοντες ἢ παρελθεῖν τι τῶν νομίμων. Ὅτι δὲ οὐ λό‐ γος ταῦτα μόνον ἐστὶν ἐγκώμιον ψευδοῦς εὐσεβείας ἐμ‐ | |
20 | φανίζων, ἀλλ’ ἀλήθεια, μαρτυροῦσι πάντες οἱ τὰς κατὰ Πομπήϊον πράξεις ἀναγράψαντες, ἐν οἷς καὶ Στράβων καὶ Νικόλαος καὶ πρὸς τούτοις Τίτος Λίβιος, ὁ τῆς Ῥω‐ μαϊκῆς ἱστορίας συγγραφεύς. | |
87 | Joseph. A. J. XIV, 6, 4: Περὶ δὲ τῆς Πομπηΐου καὶ Γαβινίου στρατείας ἐπὶ Ἰουδαίους γράφει Νικόλαος ὁ Δαμασκηνὸς καὶ Στράβων ὁ Καππάδοξ, οὐδὲν ἕτερος ἑτέρου καινότερον λέγων. | |
t88 | ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ ΡΙΔʹ. | |
88 | Athenaeus VI: Λικινίου δὲ Κράσσου, τοῦ ἐπὶ Πάρθους στρατεύσαντος, κόλακά φησι γενέσθαι Νικόλαος ἐν τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ταῖς ἑκατὸν Ἀνδρόμαχον τὸν Καρρηνὸν, ᾧ τὸν Κράσσον πάντα ἀνα‐ | |
5 | κοινούμενον προδοθῆναι Πάρθοις ὑπ’ αὐτοῦ, καὶ ἀπο‐ λέσθαι. Οὐκ ἀτιμώρητος δ’ ὑπὸ τοῦ δαιμονίου παρείθη ὁ Ἀνδρόμαχος. Μισθὸν γὰρ λαβὼν τῆς πράξεως τὸ τυ‐ ραννεῖν Καρρῶν τῆς πατρίδος, διὰ τὴν ὠμότητα καὶ βίαν ὑπὸ τῶν Καρρηνῶν πανοικίᾳ ἐνεπρήσθη. | |
t89-91 | ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ ΡΙϛʹ. | |
89 | Idem VI: Νικόλαος δ’ ὁ Δαμασκηνὸς (εἶς δ’ ἦν τῶν ἐκ τοῦ περιπάτου) ἐν τῇ πολυβίβλῳ Ἱστορίᾳ (ἑκατὸν γὰρ καὶ τεσσαράκοντά εἰσι πρὸς ταῖς τέσσαρσι), τῇ ἑκκαιδεκάτῃ καὶ ἑκατοστῇ φησιν, Ἀδιά‐ | |
5 | τομον, τὸν τῶν Σωτιατῶν βασιλέα (ἔθνος δὲ τοῦτο Κελτικὸν), ἑξακοσίους ἔχειν λογάδας περὶ αὑτὸν, οὓς καλεῖσθαι ὑπὸ Γαλατῶν τῇ πατρίῳ γλώττῃ σιλοδούρους· τοῦτο δ’ ἐστὶν Ἑλληνιστὶ εὐχωλιμαῖοι. Τούτους δ’ οἱ βασιλεῖς ἔχουσι συζῶντας καὶ συναποθνήσκοντας, ταύ‐ | |
10 | την ἐκείνων εὐχὴν ποιουμένων· ἀνθ’ ἧς συνδυναστεύουσί | |
τε αὐτῷ, τὴν αὐτὴν ἐσθῆτα καὶ δίαιταν ἔχοντες, καὶ συναποθνήσκουσι κατὰ πᾶσαν ἀνάγκην, εἴτ’ ἐν νόσῳ τελευτήσειε βασιλεὺς, εἴτε πολέμῳ, εἴτ’ ἄλλως πως. Καὶ οὐδεὶς εἰπεῖν ἔχει τινὰ ἀποδειλιάσαντα τούτων τὸν | 418 | |
15 | θάνατον, ὅταν ἥκῃ βασιλεῖ, ἢ διεκδύντα. | |
90 | Plutarch. Brut. 53, 2: Τὸν δὲ Βροῦτον ὁ Ἀντώνιος ἀνευρὼν τεθνηκότα τὸ μὲν σῶμα τῇ πολυτελεστάτῃ τῶν ἑαυτοῦ φοινικίδων περιβαλεῖν ἐκέλευσεν, ὕστερον δὲ τὴν φοινικίδα κεκλεμμένην αἰσθόμενος ἀπέκτεινε τὸν | |
5 | ὑφελόμενον. Τὰ δὲ λείψανα πρὸς τὴν μητέρα τοῦ Βρού‐ του Σερβιλίαν ἀπέπεμψε. Πορκίαν δὲ τὴν Βρούτου γυναῖκα Νικόλαος ὁ φιλόσοφος ἱστορεῖ καὶ Οὐαλέριος Μάξιμος βουλομένην ἀποθανεῖν, ὡς οὐδεὶς ἐπέτρεπε τῶν φίλων, ἀλλὰ προσέκειντο καὶ παρεφύλαττον, ἐκ τοῦ | |
10 | πυρὸς ἀνασπάσασαν ἄνθρακας καταπιεῖν καὶ τὸ στόμα συγκλείσασαν καὶ μύσασαν οὕτω διαφθαρῆναι. Καίτοι φέρεταί τις ἐπιστολὴ Βρούτου πρὸς τοὺς φίλους ἐγκα‐ λοῦντος αὐτοῖς καὶ ὀλοφυρομένου περὶ τῆς Πορκίας, ὡς ἀμεληθείσης ὑπ’ αὐτῶν καὶ προελομένης διὰ νόσον κα‐ | |
15 | ταλιπεῖν τὸν βίον. Ἔοικεν οὖν ὁ Νικόλαος ἠγνοηκέναι τὸν χρόνον, ἐπεὶ τό γε πάθος καὶ τὸν ἔρωτα τῆς γυναικὸς καὶ τὸν τρόπον τῆς τελευτῆς ὑπονοῆσαι δίδωσι καὶ τὸ ἐπιστόλιον, εἴπερ ἄρα τῶν γνησίων ἐστίν. | |
91 | Strabo XV: Προσθείη δ’ ἄν τις τούτοις καὶ τὰ παρὰ τοῦ Δαμασκηνοῦ Νικολάου. Φησὶ γὰρ οὗτος ἐν Ἀντιοχείᾳ τῇ ἐπὶ Δάφνῃ παρατυχεῖν τοῖς Ἰν‐ δῶν πρέσβεσιν, ἀφιγμένοις παρὰ Καίσαρα τὸν Σεβα‐ | |
5 | στόν. Οὓς ἐκ μὲν τῆς ἐπιστολῆς πλείους δηλοῦσθαι, σωθῆναι δὲ τρεῖς μόνους, οὓς ἰδεῖν φησι, τοὺς δ’ ἄλλους ὑπὸ μήκους τῶν ὁδῶν διαφθαρῆναι τὸ πλέον. Τὴν δ’ ἐπιστολὴν ἑλληνίζειν ἐν διφθέρᾳ γεγραμμένην, δη‐ λοῦσαν, ὅτι Πῶρος εἴη γράψας· ἑξακοσίων δὲ ἄρχων | |
10 | βασιλέων, ὅμως περὶ πολλοῦ ποιοῖτο φίλος εἶναι Καί‐ σαρι καὶ ἕτοιμος εἴη δίοδόν τε παρέχειν ὅπῃ βούλεται, καὶ συμπράττειν ὅσα καλῶς ἔχει. Ταῦτα μὲν ἔφη λέγειν τὴν ἐπιστολὴν, τὰ δὲ κομισθέντα δῶρα προσενέγκαι ὀκτὼ οἰκέτας γυμνοὺς ἐν περιζώμασι, καταπεπασμένους | |
15 | ἀρώμασιν· εἶναι δὲ τὰ δῶρα τόν τε Ἑρμᾶν ἀπὸ τῶν ὤμων ἀφῃρημένον ἐκ νηπίου τοὺς βραχίονας, ὃν καὶ ἡμεῖς εἴδομεν, καὶ ἐχίδνας μεγάλας, καὶ ὄφιν πηχῶν δέκα, καὶ χελώνην ποταμίαν τρίπηχυν, πέρδικα δὲ | |
μείζω γυπός. Συνῆν δὲ, ὥς φασι, καὶ ὁ Ἀθήνησι κα‐ | 419 | |
20 | τακαύσας ἑαυτόν. Ποιεῖν δὲ τοῦτο τοὺς μὲν ἐπὶ κακο‐ πραγίᾳ, ζητοῦντας ἀπαλλαγὴν τῶν παρόντων, τοὺς δ’ ἐπ’ εὐπραγίᾳ, καθάπερ τοῦτον· ἅπαντα γὰρ κατὰ γνώμην πράξαντα μέχρι νῦν, ἀπιέναι δεῖν, μή τι τῶν ἀβουλήτων χρονίζοντι συμπέσῃ· καὶ δὴ καὶ γελῶντα | |
25 | ἅλασθαι γυμνὸν ἐπαληλειμμένον ἐν περιζώματι ἐπὶ τὴν πυράν. Ἐπιγεγράφθαι δὲ τῷ τάφῳ· ΖΑΡΜΑΝΟΣ ΧΗΓΑΝ ΙΝΔΟΣ ΑΠΟ ΒΑΡΓΟΣΗΣ ΚΑΤΑ ΤΑ ΠΑΤΡΙΑ ΙΝΔΩΝ ΕΘΗ | |
30 | ΕΑΥΤΟΝ ΑΠΑΘΑΝΑΤΙΣΑΣ ΚΕΙΤΑΙ. | |
t92-96 | ΕΚ ΤΩΝ ΒΙΒΛ. ΡΚΓʹ ΚΑΙ ΡΚΔʹ. | |
92 | Josephus A. J. XII, 3, 2: Ὅμοιον δέ τι τούτων καὶ Μάρκον Ἀγρίππαν φρονήσαντα περὶ τῶν Ἰουδαίων οἴδαμεν. Τῶν γὰρ Ἰώνων κινηθέντων ἐπ’ αὐτοὺς καὶ δεο‐ μένων τοῦ Ἀγρίππα, ἵνα τῆς πολιτείας, ἣν αὐτοῖς ἔδω‐ | |
5 | κεν Ἀντίοχος ὁ Σελεύκου υἱωνὸς, ὁ παρὰ τοῖς Ἕλλησι Θεὸς λεγόμενος, μόνοι μετέχωσιν, ἀξιούντων δ’, εἰ συγ‐ γενεῖς εἰσὶν αὐτοῖς Ἰουδαῖοι, σέβεσθαι τοὺς ἰδίους αὐτῶν θεοὺς, καὶ δίκης περὶ τούτων συστάσης, ἐνίκησαν οἱ Ἰουδαῖοι τοῖς αὑτῶν ἔθεσι χρῆσθαι, συνηγορήσαντος | |
10 | αὐτοῖς Νικολάου τοῦ Δαμασκηνοῦ. Ὁ γὰρ Ἀγρίππας ἀπεφήνατο μηδὲν αὐτῷ καινίζειν ἐξεῖναι. Τὸ δ’ ἀκριβὲς εἴ τις βούλεται καταμαθεῖν, ἀναγνώτω τῶν Νικολάου Ἱστοριῶν τὴν ἑκατοστὴν καὶ εἰκοστὴν τρίτην καὶ τετάρ‐ την (1). | |
15 | Idem ib. XVI, 2, 3: Τότε δὲ περὶ τὴν Ἰωνίαν αὐτῶν γενομένων (Agrippam et Herodem dicit ex Ponto reduces), πολὺ πλῆθος Ἰουδαίων, ὃ τὰς πόλεις ᾤκει, προσῄει, καιροῦ καὶ παρρησίας ἐπειλημμένοι· καὶ τὰς ἐπηρείας ἔλεγον, ἃς ἐπηρεάζοντο, μήτε νόμοις | |
20 | οἰκείοις ἐώμενοι χρῆσθαι, δίκας τε ἀναγκαζόμενοι δι‐ δόναι κατ’ ἐπήρειαν τῶν εὐθυνόντων ἐν ἱεραῖς ἡμέραις, καὶ τῶν εἰς Ἱεροσόλυμα χρημάτων ἀνατιθεμένων ἀφαι‐ ροῖντο, στρατειῶν καὶ λειτουργιῶν ἀναγκαζόμενοι κοι‐ | |
νωνεῖν, καὶ πρὸς ταῦτα δαπανᾶν τῶν ἱερῶν χρημάτων, | 420 | |
25 | ὧν ἀφείδησαν ἀεὶ, Ῥωμαίων αὐτοῖς ἐπιτρεψάντων κατὰ τοὺς οἰκείους ζῆν νόμους. Τοιαῦτα καταβοώντων, παρῃτήσατο μὲν ὁ βασιλεὺς ἀκοῦσαι τὸν Ἀγρίππαν αὐτῶν δικαιολογουμένων. Νικόλαον δέ τινα τῶν αὐ‐ τοῦ φίλων ἔδωκεν εἰπεῖν ὑπὲρ αὐτῶν τὰ δίκαια. | |
30 | Τοῦ δὲ Ἀγρίππα Ῥωμαίων τε τοὺς ἐν τέλει, καὶ βασιλέων καὶ δυναστῶν τοὺς παρόντας αὑτῷ συνέδρους ποιησαμένου, καταστὰς ὁ Νικόλαος ὑπὲρ τῶν Ἰουδαίων ἔλεξεν (2). | |
93 | Idem ib. XVI, 7, 1: Ὁ γὰρ Ἡρώδης, πολλοῖς ἀναλώμασιν εἴς τε τὰς ἔξω καὶ τὰς ἐν τῇ βασιλείᾳ χρώ‐ μενος [χορηγίας], ἀκηκοὼς ἔτι τάχιον, ὡς Ὑρκανὸς ὁ πρὸ αὐτοῦ βασιλεὺς, ἀνοίξας τὸν Δαυΐδου τάφον, ἀρ‐ | |
5 | γυρίου λάβοι τρισχίλια τάλαντα, κειμένων πολὺ πλειό‐ νων ἔτι, καὶ δυναμένων εἰς ἅπαν ἐπαρκέσαι ταῖς χο‐ ρηγίαις, ἐκ πλείονος μὲν δι’ ἐννοίας εἶχε τὴν ἐπιχείρησιν, ἐν δὲ τῷ τότε, νυκτὸς ἀνοίξας τὸν τάφον εἰσέρχεται, πραγματευσάμενος ἥκιστα μὲν ἐν τῇ πόλει φανερὸς εἶ‐ | |
10 | ναι, παρειληφὼς δὲ τοὺς πιστοτάτους τῶν φίλων. Ἀπο‐ θέσιμα μὲν οὖν χρήματα, καθάπερ Ὑρκανὸς, οὐχ εὗρε, κόσμον δὲ χρυσοῦ καὶ κειμηλίων πολὺν, ὃν ἀνείλετο πάντα. Σπουδὴν δ’ εἶχεν, ἐπιμελεστέραν ποιούμενος τὴν ἔρευναν, ἐνδοτέρω τε χωρεῖν, καὶ κατὰ τὰς θήκας, | |
15 | ἐν αἷς ἦν τοῦ Δαυΐδου καὶ τοῦ Σολομῶνος τὰ σώματα. Καὶ δύο μὲν αὐτῷ τῶν δορυφόρων διεφθάρησαν, φλογὸς ἔνδοθεν εἰσιοῦσιν ἀπαντώσης, ὡς ἐλέγετο· περίφοβος δ’ αὐτὸς ἐξῄει, καὶ τοῦ δέους ἱλαστήριον μνῆμα λευκῆς πέτρας ἐπὶ τῷ στομίῳ κατεσκευάσατο, πολυτελὲς τῇ | |
20 | δαπάνῃ. Τούτου καὶ Νικόλαος, ὁ κατ’ αὐτὸν ἱστο‐ ριογράφος, μέμνηται τοῦ κατασκευάσματος, οὐ μὴν ὅτι κατῆλθεν, οὐκ εὐπρεπῆ τὴν πρᾶξιν ἐπιστάμενος. Διατελεῖ δὲ καὶ τὰ ἄλλα τοῦτον τὸν τρόπον χρώμενος τῇ γραφῇ. Ζῶν τε γὰρ ἐν τῇ βασιλείᾳ καὶ συνὼν αὐτῷ, | |
25 | κεχαρισμένως ἐκείνῳ καὶ καθ’ ὑπηρεσίαν ἀνέγραφε, μό‐ νων ἁπτόμενος τῶν πρὸς εὔκλειαν αὐτῷ φερόντων, πολλὰ δὲ καὶ τῶν ἐμφανῶς ἀδίκων ἀντικατασκευάζων, καὶ μετὰ πάσης σπουδῆς ἐπικρυπτόμενος· ὅς γε καὶ τὸν Μαριάμμης θάνατον, καὶ τῶν παίδων αὐτῆς, οὕτως | |
30 | ὠμῶς τῷ βασιλεῖ πεπραγμένον, εἰς εὐπρέπειαν ἀν‐ άγειν βουλόμενος, ἐκείνης τε ἀσέλγειαν καὶ τῶν νεα‐ νίσκων ἐπιβουλὰς καταψεύδεται, καὶ διατετέλεκε τῇ γραφῇ τὰ μὲν πεπραγμένα δικαίως τῷ βασιλεῖ περιττό‐ τερον ἐγκωμιάζων, ὑπὲρ δὲ τῶν παρανομηθέντων | |
35 | ἐσπουδασμένως ἀπολογούμενος. Ἐκείνῳ μὲν οὖν πολ‐ λὴν ἄν τις, ὡς ἔφην, ἔχοι τὴν συγγνώμην· οὐ γὰρ ἱσ‐ τορίαν τοῖς ἄλλοις, ἀλλὰ ὑπουργίαν τῷ βασιλεῖ ταύτην | |
ἐποιεῖτο. | 421 | |
94 | Joseph. A. J. XVI, 9, 4: Πέρας οὐδὲν ὁρῶν τῶν περιεστώτων κακῶν (1), ἔγνω πάλιν εἰς Ῥώμην ἀπο‐ στέλλειν, εἴ τι δύναιτο μετριώτερον εὑρεῖν διά τε τῶν φίλων καὶ πρὸς αὐτὸν Καίσαρα τὴν ἐντυχίαν ποιησό‐ | |
5 | μενος· κἀκεῖ μὲν ὁ Δαμασκηνὸς ἀπῄει Νικόλαος. Idem ib. XVI, 10, 8: Τὰ γὰρ περὶ τὴν Νικολάου πρεσβείαν ἀπέβη τοῦτον τὸν τρόπον. Ὡς ἀνῆλθεν εἰς τὴν Ῥώμην καὶ περὶ τὴν αὐλὴν ἐγένετο, πρῶτον μὲν οὐκ ἐφ’ οἷς ἐληλύθει μόνον, ἀλλὰ καὶ Συλλαίου κα‐ | |
10 | τηγορεῖν ἠξίου. Καὶ οἱ Ἄραβες δῆλοι πρὸ τῆς ἐντυχίας ἦσαν ἀλλήλους πολεμοῦντες, καὶ ὑπονοστήσαντες ἐξ αὐ‐ τοῦ καὶ τῷ Νικολάῳ προσελθόντες τὰς ἀδικίας ἁπάσας ἐμήνυον, καὶ τῶν Ὀβόδου ὡς διαφθαρέντων πλείστων ἐκφανῆ τεκμήρια παρέχοντες. Ἦσαν γὰρ καὶ τῶν γραμ‐ | |
15 | μάτων αὐτοῦ κατὰ τὴν ἀπόστασιν ὑφῃρημένοι, καὶ διὰ τούτων ἤλεγχον. Ὁ δὲ Νικόλαος ἐπιτυχίαν ταύτην ὁρῶν αὐτῷ προσγεγενημένην, δι’ αὐτῆς ἐπραγματεύετο τὸ μέλλον, ἐπείγων ἐλθεῖν εἰς διαλλαγὰς Ἡρώδῃ ποιῆσαι Καίσαρα· σαφῶς γὰρ ἠπίστατο βουλομένῳ μὲν ἀπο‐ | |
20 | λογήσασθαι περὶ ὧν ἔπραξεν οὐκ ἔσεσθαι παρρησίαν· ἐθέλοντι δὲ κατηγορεῖν Συλλαίου, γενήσεσθαι καιρὸν ὑπὲρ Ἡρώδου λέγειν. Συνεστώτων οὖν ἐπ’ ἀλλήλους καὶ δοθείσης ἡμέρας, Νικόλαος, παρόντων αὐτῷ τῶν Ἀρέτα πρέσβεων, τά τε ἄλλα κατηγόρει τοῦ Συλλαίου, | |
25 | τήν τε τοῦ βασιλέως ἀπώλειαν λέγων καὶ πολλῶν Ἀράβων, χρήματά τε ὡς εἴη δεδανεισμένος ἐπ’ οὐδὲν ὑγιὲς, καὶ μοιχείας ἐξελέγχων οὐ τῶν ἐν Ἀραβίᾳ μόνον, ἀλλὰ καὶ τῶν ἐν Ῥώμῃ γυναικῶν· προσετίθει δὲ τὸ μέγιστον, ὡς ἐξαναστήσειε Καίσαρα, μηδὲν ἀληθὲς | |
30 | διδάξας ὑπὲρ τῶν Ἡρώδῃ πεπραγμένων. Ὡς δὲ ἧκεν ἐπὶ τοῦτον τὸν τόπον, ὁ μὲν Καῖσαρ ἐξεῖργεν αὐτὸν τοῦτο μόνον ἀξιῶν ὑπὲρ Ἡρώδου λέγειν, ὡς οὐ στρατιὰν ἤγα‐ γεν εἰς Ἀραβίαν, μηδὲ δισχιλίους καὶ πεντακοσίους ἀποκτείνειεν τῶν ἐκεῖ, μηδὲ αἰχμαλώτους λάβοι τὴν | |
35 | χώραν διαρπάσας. Πρὸς ταῦτα ὁ Νικόλαος, «Ὑπὲρ τούτων, ἔφη, καὶ μάλιστα διδάξειν, ὅτι μηδὲν ἢ τὰ πλεῖστά γε αὐτῶν οὐ γέγονεν, ὡς σὺ ἀκήκοας, καὶ δίκαιον ἦν ἐπ’ αὐτοῖς χαλεπῶς φέρειν.» Πρὸς δὲ τὸ παράδοξον Καίσαρος ἐνδόντος αὑτὸν ἀκροατὴν, τὸ δά‐ | |
40 | νειον εἰπὼν τῶν πεντακοσίων ταλάντων καὶ τὴν συγ‐ γραφὴν, ἐν ᾗ καὶ τοῦτο ἦν προσγεγραμμένον, ἐξεῖναι τῆς προθεσμίας παρελθούσης ῥύσια λαμβάνειν ἐξ ἁπά‐ σης τῆς χώρας, τὴν μὲν στρατείαν οὐκ ἐπιστρατείαν ἔλε‐ γεν, ἀλλὰ δικαίαν τῶν ἰδίων ἀπαίτησιν χρημάτων· καὶ | |
45 | μηδὲ ταχὺ ταύτην, μηδὲ ὡς ἐπέτρεπον αἱ συγγραφαὶ ** πολλάκις μὲν ἐπὶ Σατουρνῖνον ἐλθόντα καὶ Οὐολόμνιον τοὺς τῆς Συρίας ἡγεμόνας, «τελευταῖον δὲ ἐν Βηρυτῷ | |
τούτων ἐναντίον Συλλαίου τὴν σὴν τύχην ἐπομόσαντος, ἦ μὴν ἐντὸς ἡμερῶν τριάκοντα παρέξειν τὰ χρήματα | 422 | |
94(50) | καὶ τοὺς ἐκ τῆς ἀρχῆς τῆς Ἡρώδου πεφευγότας. Ὧν οὐδὲν ποιήσαντος Συλλαίου, πάλιν ἐπὶ τοὺς ἡγεμόνας ἐλθεῖν Ἡρώδην, κἀκείνων ἐφέντων αὐτῷ λαμβάνειν τὰ ῥύσια, μόλις οὕτως ἐξελθεῖν σὺν τοῖς περὶ αὐτόν. Ὁ μὲν δὴ πόλεμος, ὡς οὗτοι τραγῳδοῦντες ἔλεγον, καὶ τὰ τῆς ἐπι‐ | |
55 | στρατείας τοιαῦτα. Καίτοι πῶς ἂν εἴη πόλεμος, ἐπι‐ τρεψάντων μὲν τῶν σῶν ἡγεμόνων, δεδωκυίας δὲ τῆς συνθήκης, ἠσεβημένου δὲ μετὰ τῶν ἄλλων θεῶν καὶ τοῦ σοῦ, Καῖσαρ, ὀνόματος; Τὰ δὲ περὶ τοὺς αἰχμαλώτους ἑξῆς ἤδη λεκτέον. Λῃσταὶ τῶν τὸν Τράχωνα κατοικούν‐ | |
60 | των τεσσαράκοντα τὸ πρῶτον, εἶτα αὖθις πλείονες, τὰς Ἡρώδου κολάσεις διαφεύγοντες, ὁρμητήριον ἐποιήσαντο τὴν Ἀραβίαν. Τούτους ὑπεδέξατο Συλλαῖος ἐπὶ πάντας ἀνθρώπους τρέφων, καὶ χώραν ἔδωκε νέμεσθαι, καὶ τὰ κέρδη τῶν λῃστῶν αὐτὸς ἐλάμβανεν. Ὡμολόγησε δὲ | |
65 | καὶ τούτους ἐπὶ τοῖς ὅρκοις ἀποδώσειν κατὰ τὴν αὐτὴν τοῦ δανείου προθεσμίαν, καὶ δύναιτο ἂν οὐκ ἐπιδεῖ‐ ξαι κατὰ τὸ παρὸν ἄλλον τινὰ τῆς Ἀράβων χώρας ἢ τούτους ἐξῃρημένους, οὐδὲ πάντας, ἀλλ’ ὅσοι μὴ λα‐ θεῖν ἴσχυσαν. Οὕτως οὖν καὶ τοῦ τῆς αἰχμαλωσίας ἐπι‐ | |
70 | φθόνου συκοφαντήματος πεφηνότος, μέγιστον, ὦ Καῖσαρ, κατάμαθε πλάσμα καὶ ψεῦσμα πρὸς τὴν σὴν ὀργὴν αὐτῷ ποιηθέν. Φημὶ γὰρ, ἐπελθούσης ἡμῖν τῆς Ἀράβων δυνάμεως, καὶ τῶν περὶ Ἡρώδην πεσόντος ἑνὸς καὶ δευ‐ τέρου, τότε μόλις ἀμυνομένου, Νάκεβον τὸν στρατηγὸν | |
75 | αὐτῶν καὶ περὶ πέντε καὶ εἴκοσι συνέβη πεσεῖν τοὺς πάντας, ὧν ἕκαστον αὐτὸς εἰς ἑκατὸν ἀναφέρων δισ‐ χιλίους καὶ πεντακοσίους τοὺς ἀπολωλότας ἔλεγε.» Ταῦτα μᾶλλον ἐκίνει τὸν Καίσαρα, καὶ πρὸς τὸν Συλ‐ λαῖον ἐπιστραφεὶς, ὀργῆς μεστὸς, ἀνέκρινεν, ὁπόσοι | |
80 | τεθνήκασι τῶν Ἀράβων. Ἀπορουμένου δὲ αὐτοῦ καὶ πεπλανῆσθαι λέγοντος, αἵ τε συνθῆκαι τῶν δανείων ἀνεγινώσκοντο, καὶ τὰ τῶν ἡγεμόνων γράμματα, πόλεις τε ὅσαι λῃστήρια κατῃτιῶντο. Καὶ πέρας εἰς τοῦτο κατέστη Καῖσαρ, ὡς τοῦ μὲν Συλλαίου κατα‐ | |
85 | γνῶναι θάνατον, Ἡρώδῃ δὲ διαλλάττεσθαι, μετάνοιαν ἐφ’ οἷς ἐκ διαβολῆς πικρότερον ἔγραψεν αὐτῷ πεπονθὼς, καί τι τοιοῦτον εἰπεῖν εἰς Συλλαῖον, ὡς ἀναγκάσειεν αὐτὸν ψευδεῖ λόγῳ πρὸς ἄνδρα φίλον ἀγνωμονῆσαι (2). | |
95 | Idem XVII, 5, 4: Ταῦθ’ ἅμα λέγων εἰς δάκρυα τρέπεται, λέγειν τε ἄπορος ἦν. Καὶ Νικόλαος ὁ Δαμα‐ σκηνὸς φίλος τε ὢν τοῦ βασιλέως, καὶ τὰ πάντα συν‐ | |
5 | διαιτώμενος ἐκείνῳ, καὶ τοῖς πράγμασι, ὃν πραχθεῖεν | |
τρόπον, παρατετευχὼς, δεηθέντι τῷ βασιλεῖ τὰ λοιπὰ εἰπεῖν, ἔλεγεν ὁπόσα ἀποδείξεών τε καὶ ἐλέγχων ἐχό‐ μενα ἦν .... 5. Νικόλαος ἀρξάμενος οἷς τε ὁ βασιλεὺς κατήρξατο | 423 | |
10 | λόγοις παλιλλογεῖν μειζόνως ἐκδεινῶν, καὶ ὁπόσα ἐκ βα‐ σάνων ἢ μαρτυριῶν συνῆγε ** τὴν ἀπόδειξιν τοῦ ἐγκλή‐ ματος· μάλιστα δὲ τὴν ἀρετὴν ἐπιπολὺ ἐξηγεῖτο τοῦ βασιλέως ᾗπερ εἴς τε τροφὰς καὶ παιδεύματα χρησάμενος τῶν υἱέων, οὐδαμόθεν εὕροιτο ὀνησιφόρον αὐτὴν, περι‐ | |
15 | πταίων ἑτέροις ἀφ’ ἑτέρων. Καίτοι γε οὐχ οὕτω θαυμάζειν τῶν προτέρων τὴν ἀβουλίαν· νεωτέρους γὰρ καὶ κακίᾳ συμβούλων διεφθαρμένους ἀπαλεῖψαι τὰ τῆς φύσεως δι‐ καιώματα, ἀρχῆς θᾶσσον ἢ χρῆν μεταποιεῖσθαι σπου‐ δάσαντας· Ἀντιπάτρου δ’ ἂν δικαίως τὴν μιαρίαν | |
20 | καταπλαγῆναι, μὴ μόνον ὑπὸ τοῦ πατρὸς εὐεργετηθέντα τὸν λογισμὸν, ὥσπερ τὰ ἰοβολώτατα τῶν ἑρπετῶν μὴ μαλαχθέντος, καίτοι γε κἀκείνοις τινὸς ἐγγινομένης μα‐ λακίας τοῦ ἀδικεῖν τοὺς εὐεργέτας, ἀλλὰ μηδὲ τὰς τύχας τῶν ἀδελφῶν πρὸς τὸ οὐ μιμητὴν αὐτῶν καταστῆναι τῆς | |
25 | ὠμότητος ἐμποδὼν στήσαντος. «Καίτοι γε, ὦ Ἀντίπατρε, τῶν ἀδελφῶν μηνυτής τε ὧν τολμήσειαν αὐτὸς ἦς, καὶ ἐρευνητὴς τῶν ἐλέγχων καὶ κολαστὴς τῶν πεφωραμέ‐ νων. Καὶ οὐ τοῦ ἐπ’ ἐκείνοις ἐγκαλοῦμεν θυμῷ χρῆσθαι μὴ ἐλλείποντος, ἀλλὰ τοῦ μιμεῖσθαι τὴν ἀσέλγειαν αὐ‐ | |
30 | τῶν σπουδάσαντος ἐκπεπλήγμεθα, εὑρίσκοντες κἀκεῖνα οὐκ ἐπ’ ἀσφαλείᾳ τοῦ πατρὸς, ἀλλ’ ἐπ’ ὀλέθρῳ τῶν ἀδελφῶν πεπραγμένα, ὅπως μισοπονηρίᾳ τῇ κατ’ αὐτῶν φιλοπάτωρ εἶναι πεπιστευμένος, ἀδεεστέραν ἐπ’ αὐτῷ κακουργεῖν παραλάβοις δύναμιν· ὃ δὴ καὶ τοῖς ἔργοις | |
35 | παρέστησας. Ἅμα δὲ καὶ τοὺς ἀδελφοὺς ἀνῄρεις, ἐφ’ οἷς ἤλεγχες πονηροὺς γεγονότας, καὶ τοὺς ὁμοπραγήσαν‐ τας αὐτοῖς οὐχ ὑπεδίδους, φανερὸν τοῖς πᾶσι καθιστὰς, ὡς καὶ συνθήκην πρὸς αὐτοὺς κατὰ τοῦ πατρὸς ποιησά‐ μενος, ἐπανείλου κατηγορεῖν, βουλόμενος σοὶ τὴν ἐπι‐ | |
40 | βουλὴν τῆς πατροκτονίας κερδαίνεσθαι κατὰ μόνας, καὶ δυοῖν ἀγώνοιν εὐφροσύνην καρπούμενος, τρόπου τοῦ σοῦ ἀξίαν, φανεροῦ μὲν τοῦ κατὰ τῶν ἀδελφῶν, ᾧ καὶ ἠγάλλου ὡς ἐπὶ τοῖς μεγίστοις, καὶ ἦν ἄξιον οὕτω φρονεῖν, εἰ δὲ μή γε, σὺ χείρων ἦς κρύπτειν δόλον κατὰ | |
45 | τοῦ πατρὸς συντιθεὶς, ἐκείνους μὲν οὐχ ὡς τῷ πατρὶ ἐπιβεβουλευκότας μισῶν (οὐ γὰρ ἂν ἐξώκειλας αὐτὸς ἐπὶ πρᾶξιν παραπλησίαν), ἀλλ’ ὡς διαδόχους τῆς ἡγεμονίας σου δικαιότερον ἂν γενομένους· τὸν δὲ πατέ‐ ρα ἐπισφάζειν τοῖς ἀδελφοῖς *, ἵνα θᾶσσον ὡς ἐκείνων | |
95(50) | ἐπικαταψεύσαιο μὴ ἐλεγχθῇς, καὶ ὧν αὐτὸς δίκας πα‐ ρασχεῖν ἄξιος γένοιο, ταύτην παρὰ τοῦ δυστυχοῦς εἰσπράξαιο πατρὸς, ἐπινοῶν πατροκτονίαν οὐ κοινὴν, ἀλλ’ οἵαν μέχρι νῦν οὐχ ἱστόρησεν ὁ βίος· οὐχ υἱὸς γὰρ μόνον πατρὶ ἐπεβούλευες, ἀλλὰ καὶ φιλοῦντι καὶ εὐερ‐ | |
55 | γετηκότι, κοινωνὸς τῆς βασιλείας ὢν τοῖς ἔργοις καὶ διάδοχος προφανθεὶς, καὶ τὴν μὲν ἡδονὴν τῆς ἐξουσίας ἤδη προλαμβάνειν μὴ ἐπικεκωλυμένος, ἐλπίδα δὲ τὴν εἰσαῦθις γνώμῃ τοῦ πατρὸς καὶ γράμμασι προησφαλι‐ σμένος· ἀλλ’ οὐκ ἄρα τῇ Ἡρώδου ἀρετῇ τὰ πράγματα, | |
60 | γνώμῃ δὲ καὶ πονηρίᾳ ἔκρινες τῇ ἑαυτοῦ, βουλόμενος τοῦ πάντων σοι ὑπακούσαντος πατρὸς καὶ τὸ μέρος ἀφαιρεῖσθαι· καὶ ὃν προσεποίου τοῖς λόγοις σώζειν, τοῖς ἔργοις τοῦτον ἀφανίσαι ζητῶν, καὶ μὴ μόνον αὐτὸς πο‐ νηρὸς καθιστάμενος, ἀλλὰ καὶ τὴν μητέρα ὧν ἐπενόεις | 424 |
65 | πιμπλὰς, καὶ στασιοποιῶν τὴν εὔνοιαν τοῖς ἀδελφοῖς, καὶ τολμῶν θηρίον ἀποκαλεῖν τὸν πατέρα, παντὸς ἑρπετοῦ χαλεπωτέραν τὴν διάνοιαν κατεσκευασμένος, ᾗ τὸν ἐκεῖνον ἰὸν ἐπὶ τοὺς συγγενεστάτους καὶ τοὺς ἐπὶ τοσούτοις εὐεργέτας παρεκάλεις ἐπὶ συμμαχίαις φυλά‐ | |
70 | κων, καὶ τέχναις ἀνδρῶν καὶ γυναικῶν φρασσόμενος κατὰ τοῦ γέροντος, ὥσπερ οὐκ ἀρκούσης τοῦ τῆς διανοίας μῖσος τὸ ὑποικουροῦν παραστῆσαι. Καὶ νῦν ἐλήλυθας μετὰ βασάνους ἐλευθέρων, οἰκετῶν, ἀνδράσι καὶ γυναιξὶ διὰ σὲ γεγονυίας, μηνύσεις τῶν συνωμοτῶν, ἀντιλέγειν | |
75 | τῇ ἀληθείᾳ σπεύδων, καὶ οὐχὶ μόνον τὸν πατέρα ἀναι‐ ρεῖν μεμελετηκὼς ἐκ τοῦ ἀνθρωπείου βίου, ἀλλ’ ἤδη καὶ νόμον κατὰ σοῦ γεγραμμένον, καὶ τὴν ἀρετὴν τοῦ Οὐάρου, καὶ τοῦ δικαίου τὴν φύσιν. Οὕτως ἄρα τῇ ἀναιδείᾳ πέποιθας, ὥστε καὶ βασανίζεσθαι ἀξιοῖς, καὶ | |
80 | ψευδεῖς λέγων τὰς βασάνους τῶν προβεβασανισμένων, ἵν’ οἱ μὲν ῥυόμενοί σου τὸν πατέρα ἐκκρουσθῶσιν τοῦ ἠληθευκέναι, αἱ δὲ σαὶ βάσανοι δοκῶσι πισταί. Οὐ ῥύσῃ, Οὐάρε, τὸν βασιλέα τῆς ἐπηρείας τῶν συγγε‐ νῶν; οὐδὲ ἀπολεῖς πονηρὸν θηρίον, ἐπ’ ὀλέθρῳ μὲν τῶν | |
85 | ἀδελφῶν εὔνοιαν προσποιούμενον τοῦ πατρὸς, ἔνθα δὲ μέλλοι κατὰ μόνας ταχέως ἀποίσεσθαι τὴν βασιλείαν, πάντων αὐτῷ θανασιμώτατον ἀναφαινόμενον; γνοὺς ὅτι πατροκτονία κοινόν ἐστιν ἀδίκημα καὶ τῆς φύσεως καὶ τοῦ βίου, πεφηνυῖα οὐδὲν ἥσσων ** ὡς τοῦ βεβου‐ | |
90 | λευμένου, καὶ ὁ μὴ κολάζων ἀδικεῖ τὴν φύσιν.» 6. Προσετίθει δὲ ἤδη τὰ τῆς μητρὸς Ἀντιπάτρου, ὁπόσα πρός τινας ἦν κουφολογίᾳ γυναικείῳ εἰρη‐ μένα, μαντείας τε καὶ θυσίας ἐπὶ τῷ βασιλεῖ γεγονυίας, καὶ ὁπόσα μετὰ τῶν Φερώρα γυναικῶν Ἀντιπάτρῳ | |
95 | ἠσέλγητο μετὰ οἴνου καὶ λύμης ἐρωτικῆς, τῶν τε βα‐ σάνων τὰς ἀνακρίσεις καὶ ὁπόσα μαρτυριῶν ἐχόμενα· πολλὰ δὲ καὶ παντοῖα ἦν τὰ μὲν προητοιμασμένα, τὰ δὲ πρὸς τοῦ ὀξέως ἀπαγγέλλεσθαί τε καὶ βεβαιοῦσθαι ἐφηυρημένα. | |
95a | Idem XVII, 9, 6: Καὶ Ἀντίπατρος μὲν τοιάδε εἰπὼν, καὶ μαρτύρων παραστάσεσι τὰ εἰρημένα κρα‐ τυνάμενος πολλοῖς τῶν συγγενῶν, παύεται τοῦ λέγειν. Ἀνίσταται δὲ Νικόλαος ὑπὲρ Ἀρχελάου καὶ ἔλεγεν, | |
5 | τὰ μὲν ἐν τῷ ἱερῷ γνώμῃ τῶν πεπονθότων ἀνατιθεὶς μᾶλλον ἢ ἐξουσίᾳ τοῦ Ἀρχελάου· τοὺς γὰρ ἐπὶ τοιοῖσδε ἄρχοντας, οὐ μόνον τῷ καθ’ αὑτοὺς ὑβρίζοντι εἶναι | |
πονηροὺς, ἀλλὰ καὶ τῷ ἀναγκάζοντι εἰς τὴν ἄμυ‐ ναν αὐτῶν εὐγνωμονεῖν προαιρουμένους. Ὡς δὲ πολέ‐ | 425 | |
10 | μια ἔδρων λόγῳ μὲν κατ’ Ἀρχελάου, τὸ δὲ ἀληθὲς εἰς Καίσαρα, φανερὸν εἶναι. Τοὺς γὰρ ὑβριοῦντας, κωλύτας παραγενομένους καὶ ὑπ’ Ἀρχελάου πεπομφό‐ τας, κτεῖναι ἐπιτιθεμένους, οὔτε τοῦ Θεοῦ οὔτε τοῦ νόμου τῆς ἑορτῆς ἐν φροντίδι γενομένους, ὧν Ἀντίπατρον | |
15 | οὐκ αἰσχύνεσθαι ἐκδικητὴν καθιστάμενον ἐπὶ θεραπείᾳ ἔχθρας τῆς αὑτοῦ πρὸς Ἀρχέλαον, ἢ μίσει τοῦ ἀρετῇ δικαίου. Οἱ παρελθόντες καὶ μὴ πρὸς διανοουμένους ἄρχοντες ἀδίκων ἔργων, οἵδε εἰσὶν οἱ βιαζόμενοι καὶ μὴ θέλοντας τοὺς ἀμυνομένους ἐφ’ ὅπλα χωρεῖν. Ἀνετίθει | |
20 | δὲ καὶ τὰ λοιπὰ πᾶσι τοῖς ἐν βουλῇ τῶν κατηγόρων· οὐδὲν γὰρ ὅ τι μὴ οὐ μετὰ γνώμης τῆς αὐτῶν γεγενη‐ μένον αἰτίᾳ τοῦ ἀδικεῖν ὑπάγεσθαι. Οὐ τῇ φύσει τοιού‐ τως αὐτὰ γεγονότα πονηρὰ εἶναι, ἀλλὰ τῷ βλάψειν ἂν δοκεῖν Ἀρχέλαον. Τοσήνδε αὐτοῖς εἶναι βουλὴν τοῦ | |
25 | ὑβριοῦντος εἰς ἄνδρα συγγενῆ, καὶ πατρὸς μὲν εὐεργέ‐ την, συνήθη δὲ αὐτοῖς καὶ διὰ παντὸς οἰκείως πεπολι‐ τευμένον. Τάς γε μὴν διαθήκας ὑπό τε σωφρονοῦντος γεγράφθαι τοῦ βασιλέως, καὶ κυριωτέρας εἶναι τῶν γε‐ γραμμένων πρότερον, διὰ τὸ Καίσαρα δεσπότην τῶν ὅλων | |
30 | καταλελεῖφθαι πρὸς τὴν κρίσιν τῶν ἐν αὐταῖς γεγραμ‐ μένων· μιμήσεσθαί τε οὐδαμῶς Καίσαρα τὴν ὕβριν αὐτῶν, οἳ τῆς Ἡρώδου παντοίως ἀπολαύσαντες παρ’ ὃν ἔζη καιρὸν δυνάμεως, τὰ πάντα ἐπὶ ὕβριν γνώμης ἐπείγοιντο αὐτοῦ, οὐδ’ αὐτῶν περὶ τὸν συγγενῆ τοιού‐ | |
35 | των γεγονότων. Οὔκουν Καίσαρά τε ἀνδρὸς ὑπ’ αὐτῷ πεποιημένου τὰ πάντα καὶ φίλου καὶ συμμάχου κατα‐ λύσειν τὰς διαθήκας, ἐπὶ πίστει τῇ αὐτοῦ γεγραμμέ‐ νας, οὐδὲ μιμήσεσθαι κακίαν τὴν ἐκείνων τὴν Καίσα‐ ρος ἀρετὴν καὶ πίστιν, πρὸς ἅπασαν τὴν οἰκουμένην | |
40 | ἀνενδοίαστον γενομένην, καὶ μανίαν καὶ λογισμοῦ ἔκστασιν κατακρίνειν ἀνδρὸς βασιλέως, υἱεῖ μὲν ἀγαθῷ τὴν διαδοχὴν καταλελοιπότος, πίστει δὲ τῇ αὐτοῦ προσπεφευγότος· οὔτε ἁμαρτάνειν Ἡρώδην ποτὲ περὶ κρίσιν τοῦ διαδόχου, σωφροσύνῃ κεχρημένον ἐπὶ τῇ | |
45 | Καίσαρος γνώμῃ τὰ πάντα ποιεῖσθαι. 7. Καὶ Νικόλαος μὲν τοιάδε διελθὼν, καταπαύει τὸν λόγον. Καῖσαρ δὲ Ἀρχέλαον προσπεσόντα αὐτῷ πρὸς τὰ γόνατα φιλοφρόνως ἀνίστη φάμενος ἀξιώτατον εἶναι τῆς βασιλείας. | |
96 | Joseph. A. J. XVII, 11, 3: Τοιαῦτα δὲ τῶν Ἰουδαίων εἰρηκότων, Νικόλαος τούς τε βασιλεῖς ἀπήλλασσε τῶν | |
ἐγκλημάτων, Ἡρώδην μὲν, διὰ τὸ παρ’ ὃν ἔζη χρόνον τυχεῖν ἀκατηγόρητον, οὐ γὰρ δεῖν τοὺς ἐγκαλεῖν ἔχον‐ | 426 | |
5 | τας ἐπὶ μετρίοις καὶ παρὰ ζῶντος τιμωρίαν λαβεῖν δυναμένους ἐπὶ νεκρῷ κατηγορίαν συντιθέναι, τὰ δὲ ὑπ’ Ἀρχελάου πραχθέντα ὕβρει τῇ ἐκείνων ἀντετίθει, οἳ ὀριγνώμενοι πραγμάτων παρὰ τοὺς νόμους, καὶ σφαγῆς ἄρξαντες τῶν κωλύειν ὑβρίζοντας προμηθουμέ‐ | |
10 | νων, ἀμύνης γενομένης ἐγκαλοῖεν. Ἐνεκάλει δὲ νεωτε‐ ροποιίας αὐτοῖς καὶ τοῦ στασιάζειν ἡδονὴν ἀπαιδευσίαν τε τοῦ ἕπεσθαι δίκῃ καὶ νόμοις, ὑπὸ τοῦ θέλειν τὰ πάντα νικᾶν. Ταῦτα μὲν οὖν Νικόλαος. | |
t97-98 | ΕΚ ΒΙΒΛΙΩΝ ΑΔΗΛΩΝ. | |
97 | Josephus Ant. Jud. I, 3: Ἡσίοδός τε καὶ Ἑκα‐ ταῖος καὶ Ἑλλάνικος καὶ Ἀκουσίλαος καὶ πρὸς τούτοις Ἔφορος καὶ Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαν‐ τας ἔτη χίλια. Eadem Syncell. | |
98 | Bekker. Anecd. Gr: Ἀκολασία Θου‐ κυδίδης ἔφη, ἀκολαστία δὲ Ἄλεξις, ἀκολαστότατα δὲ Ἀριστοτέλης, καὶ ἀκολαστότερα Νικόλαος. | |
t99-101 | ΒΙΟΣ ΚΑΙΣΑΡΟΣ. | |
t99 | ΠΕΡΙ ΤΗΣ ΚΑΙΣΑΡΟΣ ΑΓΩΓΗΣ. | |
99 | Exc. De virt.: Ὅτι εἰς τιμῆς ἀξίωσιν οὕτω (1) προσ‐ εῖπον οἱ ἄνθρωποι, ναοῖς τε καὶ θυσίαις γεραίρουσιν, ἀνά τε νήσους καὶ ἠπείρους διῃρημένοι, καὶ κατὰ πό‐ λεις καὶ ἔθνη, τό τε μέγεθος αὐτοῦ τῆς ἀρετῆς καὶ τὴν | |
5 | εἰς σφᾶς εὐεργεσίαν ἀμειβόμενοι. Δυνάμεως γὰρ καὶ φρονήσεως εἰς τὰ πρῶτα ἀνελθὼν οὗτος ὁ ἀνὴρ, πλεί‐ στων μὲν ἦρξεν ἀνθρώπων τῶν διὰ μνήμης, μακροτά‐ τους τε ὅρους ἐποιήσατο τῆς Ῥωμαίων δυναστείας, εἴς τε τὸ βεβαιότατον οὐ τὰ φῦλα μόνον καὶ Ἑλλήνων καὶ | |
10 | βαρβάρων, ἀλλὰ καὶ αὐτὰς τὰς διανοίας κατεστήσατο, τὸ μὲν πρῶτον σὺν ὅπλοις, μετὰ δὲ ταῦτα καὶ ἄνευ ὅπλων, ἐθελουσίους τε προσαγόμενος διὰ τὸ (2) μᾶλλον ἔτι ἔνδηλος γίνεσθαι τῇ φιλανθρωπίᾳ, ἔπεισεν ἑαυτοῦ ἀκροᾶσθαι, ὧν δὴ (3) πρότερον οὐδὲ ὀνόματα ἠπίσταντο | |
15 | οἱ ἄνθρωποι, οὐδέ τινος ὑπήκοοι ἐγένοντο διὰ μνήμης, | |
ἡμερωσάμενος (4), ὁπόσοι ἐντὸς (5) Ῥήνου ποταμοῦ κατοικοῦσιν, ὑπέρ τε τὸν Ἰόνιον πόντον καὶ τὰ Ἰλλυ‐ ριῶν γένη· Παννονίους αὐτοὺς καὶ Δάκας (6) καλοῦ‐ σιν. Ζήτει ἐν τῷ Περὶ ἀνδραγαθημάτων. | 427 | |
20 | II. Περὶ δὴ τούτου τοῦ ἀνδρὸς φρονήσεώς τε καὶ ἀρετῆς ἰσχὺν δεῖξαι ὁπόσον δύναται, τὰ μὲν ἐκ τῆς πολιτείας ἥντινα ἐν τῇ πατρίδι ἐπολιτεύσατο, τὰ δὲ (1) κατὰ στρατηγίας μεγάλων πολέμων ἐγχωρίων τε καὶ ἀλλοεθνῶν, ἀγώνισμα μὲν ἀνθρώποις πρόκειται λέ‐ | |
25 | γειν καὶ γράφειν, ὡς ἂν εὐδοκιμοῖεν (2) ἐν καλοῖς ἔργοις. Καὐτὸς δ’ ἀφηγήσομαι τὰ πεπραγμένα, ἐξ ὧν οἷόν τε γνῶναι σύμπασι τὴν ἀλήθειαν. Πρότερον δ’ αὐτοῦ τό τε γένος διέξειμι καὶ τὴν φύσιν, τούς τε γεννητὰς, ἀφ’ ὧν ἦν, τήν τ’ (3) ἐκ νηπίου τροφήν τε καὶ παίδευσιν, | |
30 | ᾗ χρησάμενος τοσόσδε ἐγένετο. Πατὴρ μὲν οὖν ἦν αὐτῷ Γάϊος Ὀκταούϊος, ἀνὴρ τῶν ἐκ τῆς συγκλήτου. Οἱ δ’ αὐτοῦ πρόγονοι, κατά τε πλοῦτον καὶ ἐπιείκειαν ὀνο‐ μαστότατοι γενόμενοι (4), ὀρφανῷ ὄντι ἐκείνῳ τὰ χρή‐ ματα ἐλίποντο· [οἱ] καταστάντες δ’ ἐπίτροποι ταῦτα | |
35 | διεφόρησαν· ὁ δὲ τῶν πρὸς αὐτοὺς δικαίων ἀποστὰς, τοῖς περιλειφθεῖσιν ἠρκεῖτο. III. Ὅτι Καῖσαρ περὶ ἐννέα ἔτη μάλιστα γεγονὼς, θαῦμά τε οὐ μικρὸν παρέσχε Ῥωμαίοις, φύσεως ἀκρό‐ τητα δηλώσας ἐν τοιᾷδε ἡλικίᾳ, καὶ τοῖς ἀνδράσι πολὺς | |
40 | ἐγγίνεται θόρυβος ἐν πολλῷ ὁμίλῳ δημηγοροῦντι (1). Ἀποθανούσης δ’ αὐτῷ τῆς τηθῆς, παρὰ τῇ μητρὶ ἐτρέφετο Ἀντίᾳ, καὶ τῷ ταύτης ἀνδρὶ Φιλίππῳ Λευ‐ κίῳ, ὃς ἦν ἀπόγονος τῶν τὸν Μακεδόνα Φίλιππον κε‐ χειρωμένων (2). Παρὰ δὴ τῷ Φιλίππῳ ὁ Καῖσαρ, ὡς | |
45 | παρὰ πατρὶ, τρεφόμενος πολλὴν ὑπέφαινεν ἐλπίδα, ἤδη τε (3) ἀξιότιμος καὶ τοῖς ἥλιξιν ἐφαίνετο τοῖς εὐγε‐ νεστάτοις παισί· καὶ συνῄεσαν πρὸς αὐτὸν παμπληθεῖς, οὐκ ὀλίγοι δὲ καὶ τῶν νεανίσκων, οἷς τὸ πράττειν δι’ ἐλπίδος ἦν. Προὔπεμπον δὲ αὐτὸν πάμπολλοι ὁσημέραι | |
99(50) | καὶ μειρακίσκοι καὶ ἄνδρες καὶ ἥλικες παῖδες, εἴτε ἐφ’ ἱππασίαν ἔξω τοῦ ἄστεος προῄει (4), εἴτε παρὰ συγγε‐ νεῖς ἢ ἄλλους τινάς. Ἤσκει γὰρ καὶ τὴν ψυχὴν τοῖς καλλίστοις ἐπιτηδεύμασι, καὶ τὸ σῶμα ταῖς γενναίαις καὶ πολεμικαῖς μελέταις, καὶ τῶν διδασκόντων θᾶττον | 428 |
55 | αὐτὸς τὴν μάθησιν ἐπὶ τῶν ἔργων ἀπεδείκνυτο, ὥστε ἀπὸ τοῦδε καὶ ἐν τῇ πατρίδι πολὺν ζῆλον ἐνέγκασθαι. Ἐφεστήκει δὲ αὐτῷ καὶ ἡ μήτηρ, καὶ ὁ ταύτης ἀνὴρ Φίλιππος, ἀνὰ πᾶσαν ἡμέραν πυνθανόμενοι παρὰ τῶν διδασκάλων τε καὶ ἐπιμελητῶν, οὓς παρακατέστησαν | |
60 | τῷ παιδὶ, ὅ τι πράξειε, καὶ ὅποι πορευθείη, ἢ ὅπως διημερεύσειε, τάς τε διατριβὰς μεθ’ ὧν ποιήσαιτο. IV. Ἐν δὲ τῷ κατασχόντι ταράχῳ τὴν πόλιν ὑπεκ‐ πέμπει ἥ τε μήτηρ Ἀντία καὶ Φίλιππος Καίσαρα εἴς τι τῶν πατρῴων χωρίων. Κατέβαινε δὲ εἰς τὴν ἀγορὰν | |
65 | περὶ ἔτη μάλιστα γεγονὼς τεσσαρεσκαίδεκα, ὥστε ἀποθέσθαι μὲν αὐτὸν ἤδη τὴν περιπόρφυρον ἐσθῆτα, ἀναλαβεῖν δὲ τὴν καθαρὰν, σύμβολον οὖσαν τῆς εἰς ἄνδρας ἐγγραφῆς (1). Περιβλεπόμενος δ’ ὑπὸ παντὸς τοῦ δήμου διά τε εὐπρέπειαν (2) καὶ λαμπρότητα εὐγε‐ | |
70 | νείας, ἔθυε τοῖς θεοῖς, καὶ ἐνεγράφη εἰς τὴν ἱερωσύνην εἰς τὸν Λευκίου Δομιτίου τόπον τετελευτηκότος (3). Καὶ ὁ δῆμος μάλα προθύμως ἐχειροτόνησε. Καὶ ὁ μὲν ἅμα τῇ μεταλλαγῇ τῆς ἐσθῆτος καὶ τῇ καλλίστῃ τιμῇ κοσμη‐ θεὶς ἔθυε. Καίπερ δὲ κατὰ νόμον εἰς ἄνδρας ἐγγεγραμ‐ | |
75 | μένον, διεκώλυεν ἡ μήτηρ ἔξω τῆς αὐλείου (4) θύρας χωρεῖν, πλὴν ὅπη καὶ πρότερον, ὅτε παῖς ἦν, ἐφοίτα, δίαιτάν τε τὴν αὐτὴν ἔχειν ἐπηνάγκαζε, κοιτάζεσθαί τε ἔνθα καὶ πρότερον ἐν τῷ αὐτῷ δωματίῳ. Νόμῳ τε μόνον ἀνὴρ ἦν, τὰ δ’ ἄλλα παιδικῶς ἐπεστατεῖτο. Τῆς | |
80 | δὲ ἐσθῆτος οὐδοτιοῦν ἐξήλλαξεν, ἀλλ’ ἀεὶ τὴν πάτριον ἀμπείχετο (5). V. Ἐφοίτα δὲ καὶ εἰς τὰ ἱερὰ ἐν ταῖς νομίμοις ἡμέ‐ ραις νύκτωρ διὰ τὴν προσοῦσαν αὐτῷ ὥραν, ἅτε δὴ καὶ (1) πολλὰς γυναῖκας ἐκμήνας εὐπρεπείᾳ καὶ λαμπρό‐ | |
85 | τητι γένους. Ἐπιβουλευόμενος δὲ παρ’ αὐτῶν, οὐδαμῆ ἐφαίνετο ἁλωτὸς ὤν· ἀλλὰ τὰ μὲν ἡ μήτηρ ἀπήρυκεν αὐτοῦ φυλάττουσα καὶ οὐδαμόσε μεθιεῖσα, τὰ δὲ καὶ αὐτὸς ἤδη ἔννους ὢν, ἅτε εἰς τοὔμπροσθεν τῆς ἡλικίας προϊών (2). Ἐνστάσης δέ τινος ἑορτῆς Λατίνης, ὁπότε | |
90 | καὶ τοὺς ὑπάτους εἰς Ἄλβαν (3) τὸ ὄρος ἀναβαίνειν ἔδει, πατρίου θυσίας ἕνεκα, τοὺς δ’ ἱερεῖς διαδόχους αὐ‐ | |
τῶν τῆς δικαιοδοσίας εἶναι, καθίζει ἐπὶ τὸ βῆμα Καῖ‐ σαρ ἐν μέσῃ ἀγορᾷ. Προσῄεσαν δ’ ἄπλετοι ἄνθρωποι δικαιοδοσίας χάριν, πολλοὶ δὲ καὶ μηδενὸς πράγματος | 429 | |
95 | χάριν, θεωρίας ἕνεκα τοῦ παιδός· ἀξιοθέατος γὰρ πᾶσιν ἦν, καὶ μάλιστα ἐν τῷ τότε σεμνότητα καὶ ἀξίωμα προσειληφώς. VI. Καίσαρος δὲ ἤδη κεχειρωμένου μὲν τοὺς ἐν τῇ Εὐρώπῃ πολέμους (1), νενικηκότος δὲ καὶ περὶ Μακε‐ | |
99(100) | δονίαν Πομπήϊον, ᾑρηκότος δ’ Αἴγυπτον, ἐπαναπερῶν‐ τος δ’ ἔκ τε Συρίας καὶ τοῦ Εὐξείνου πόντου, μέλλοντος δ’ ἐπὶ Λιβύης χωρεῖν, ὡς τὰ λειπόμενα τοῦ ἐκεῖ μετα‐ στάντος (2) πολέμου καθέλοι, βουλόμενος συστρατεύειν αὐτῷ ὁ νέος Καῖσαρ, ὡς καὶ πολεμικῶν (3) ἔργων ἔμ‐ | |
105 | πειρος εἴη, ἐπεὶ ᾔσθετο ἐναντιουμένην Ἀντίαν τὴν μητέρα, οὐδὲν ἀντειπὼν ἠρέμα εἶχε. Δῆλος δ’ ἦν καὶ ὁ πρεσβύτερος Καῖσαρ ὑπ’ εὐνοίας οὐδέπω βουλόμενος αὐτὸν στρατεύεσθαι, ὡς μὴ, τήν τε δίαιταν ἐν ἀσθενεῖ σώματι μεταβαλὼν καὶ ὅλην ἕξιν φαύλως διατεθείη. | |
110 | Διὰ μὲν δὴ ταῦτα τῆς στρατείας (4) παρελύετο. VII. Ἐπεὶ δὲ κἀκεῖνον τὸν πόλεμον κατεργασάμε‐ νος Καῖσαρ ἐπανῆλθεν εἰς Ῥώμην, σφόδρα ὀλίγοις τῶν ὑποπεσόντων αἰχμαλώτων συγγνοὺς, διὰ τὸ τοῖς προ‐ τέροις αὐτοὺς μὴ σεσωφρονῆσθαι πολέμοις, συνηνέχθη | |
115 | τοιόνδε. Ἦν εἰς τὰ μάλιστα Καίσαρι τῷ νέῳ συνήθης καὶ φίλος Ἀγρίππας, ἐν ταὐτῷ τε παιδευθεὶς, καί τινα ἔχων ὑπερβολὴν ἑταιρείας. Τούτου ἀδελφὸς Κάτωνι συνῆν, κατά τε φιλίαν σπουδαζόμενος, καὶ τοῦ Λιβυ‐ κοῦ πολέμου κεκοινωνηκὼς, τότε δ’ αἰχμάλωτος ᾑρη‐ | |
120 | μένος. Τοῦτον, οὐδέν πω (1) πρότερον αἰτήσας Καίσαρα, ἐβούλετο μὲν ἐξαιτεῖσθαι, ὑπὸ δὲ αἰδοῦς ὤκνει, καὶ ἅμα ὁρῶν αὐτὸν, ὡς διέκειτο πρὸς τοὺς ἐν ἐκείνῳ τῷ πολέμῳ ἑαλωκότας. Θαρρήσας δ’ οὖν ποτὲ, ᾔτησε καὶ ἔτυχεν. Ἐφ’ οἷς περιχαρὴς ἦν τῷ αὑτοῦ φίλῳ τὸν ἀδελ‐ | |
125 | φὸν ἀνασεσωκώς· ἐπῃνεῖτο δὲ καὶ ὑπὸ τῶν ἄλλων, εἰς οὐδὲν πρότερον (2) καταθέμενος τὴν αὑτοῦ σπουδὴν καὶ ἔντευξιν ἢ εἰς φίλου σωτηρίαν. VIII. Ἐκ τούτου τὰς θριαμβικὰς ἦγε πομπὰς Καῖ‐ σαρ τοῦ κατὰ Λιβύην πολέμου, τῶν τε ἄλλων, οὓς | |
130 | ἐπολέμησε. Καὶ τὸν νέον Καίσαρα, υἱὸν ἤδη πεποιη‐ μένος (1), ὄντα δὲ τρόπον τινὰ καὶ φύσει διὰ τὸ ἐγγυ‐ τάτω τοῦ γένους εἶναι, ἐκέλευσε τῷ ἑαυτοῦ ἅρματι ἕπεσθαι, κόσμοις αὐτὸν στρατηγικοῖς ἀσκήσας, ὡς ἂν αὐτοῦ σύσκηνον ἐν πολέμῳ γεγονότα. Ὁμοίως δὲ καὶ ἐν | |
135 | ταῖς θυσίαις, καὶ ἐν ταῖς πρὸς τοὺς θεοὺς προσόδοις ἐγγύτατα ἵστη, τούς τε ἄλλους εἴκειν προσέταττεν αὐτῷ. Καὶ ὁ μὲν ἤδη τὰς αὐτοκρατορικὰς ἐφέρετο τιμὰς, αἳ δὴ μέγισται κατὰ τὸν Ῥωμαίων νόμον ἦσαν, καὶ ζηλω‐ | |
τὸς ἐν τῇ πατρίδι ἦν. Συνὼν δὲ ὁ παῖς αὐτῷ καὶ ἐν | 430 | |
140 | τοῖς θεάτροις (2) καὶ ἐν πότοις, ὁρῶν τε φιλανθρώπως ἑαυτῷ διαλεγόμενον οἷα τέκνῳ, καὶ μικρὸν ὅσον ἤδη τεθαρρηκὼς, πολλῶν αὐτοῦ δεομένων καὶ φίλων καὶ πολιτῶν αἰτεῖσθαι σφίσι παρὰ Καίσαρος, ὧν ἕκαστοι ἐν χρείᾳ ἦσαν, ἐπιτηρῶν εὐκαιρίας μετὰ πάσης αἰδοῦς | |
145 | ᾐτεῖτό τε καὶ κατώρθου, πλείστου τε ἄξιος πολλοῖς τῶν ἀναγκαίων ἐγένετο, φυλαττόμενος τὸ μήτε ἀκαίρως παρακαλεῖν, μήτ’ ἐκείνῳ προσάντως (3). Καὶ ὁ μὲν οὐκ ὀλίγα ζώπυρα καὶ φιλανθρωπίας ἅμα καὶ φρονήσεως φυσικῆς ἀπεδείκνυτο. | |
99(150) | IX. Βουλόμενος δ’ αὐτὸς ὁ Καῖσαρ καὶ ἔμπειρον τοῦ ἀγωνοθετεῖν (1) ἐν ταῖς τοιαύταις χορηγίαις εἶναι, δυοῖν ὄντοιν θεάτροιν, τοῦ μὲν Ῥωμαϊκοῦ, ἐν ᾧ αὐτὸς παρὼν τὴν φροντίδα εἶχε, θατέρου δὲ Ἑλληνικοῦ, τούτου ἐπέτρεψεν ἐκείνῳ (2) τὴν ἀγωνοθεσίαν. Καὶ ὁ μὲν | |
155 | σπουδάζων ἐπιμέλειάν τε καὶ φιλανθρωπίαν ἀποδείξα‐ σθαι ἐν καυματώδεσι καὶ μακροτάταις ἡμέραις, οὐδα‐ μοῦ τε ἀπιὼν, ἄχρι λύσειε τὴν θέαν, εἰς νόσον πίπτει, οἷα νέος καὶ πόνων ἀπείρατος. Χαλεπῶς δὲ διακειμέ‐ νου, πάντες μὲν ἐν φόβῳ ἦσαν, ἀγωνιῶντες εἴ τι πεί‐ | |
160 | σεται τοιαύτη φύσις, μάλιστα δὲ πάντων (3) Καῖσαρ. Διὸ πᾶσαν ἡμέραν ἢ αὐτὸς παρὼν αὐτῷ εὐθυμίαν πα‐ ρεῖχεν, ἢ φίλους πέμπων, ἰατρούς τε (4) ἀποστατεῖν οὐκ ἐῶν. Καί ποτε δειπνοῦντι ἤγγειλέ τις, ὡς ἔκλυτος εἴη καὶ χαλεπῶς ἔχοι· ὁ δὲ ἐκπηδήσας ἀνυπόδητος | |
165 | ἧκεν, ἔνθα ἐνοσηλεύετο, καὶ τῶν ἰατρῶν ἐδεῖτο ἐμπαθέ‐ στατα μεστὸς ὢν ἀγωνίας, καὶ αὐτὸς παρεκάθητο· ἀνακτησάμενος δ’ αὐτὸν εὔθυμος ἐγένετο. X. Ἐπεὶ δ’ ἀνέσφηλεν ἐκ τῆς νόσου, διαπεφευγὼς μὲν τὸν κίνδυνον, ἀσθενῶς δ’ ἔτι διακείμενος τὸ σῶμα, | |
170 | στρατεύειν μὲν ἔδει Καίσαρα, ἔνθα διενοεῖτο τὸ πρότε‐ ρον ἐπάγεσθαι καὶ τὸν παῖδα· τότε δ’ οὐχ οἷός τ’ ἦν διὰ τὴν προσπεσοῦσαν νόσον. Καταλιπὼν δ’ οὖν αὐτοῦ πολλοὺς ἐπιμελητὰς, ὡς δι’ ἀκριβοῦς διαίτης φυλάτ‐ τοιτο, καὶ ἐντολὰς δοὺς, εἰ ῥωσθείη, ἕπεσθαί οἱ, ᾤχετο | |
175 | ἐπὶ τὸν πόλεμον. Ὁ γὰρ Μάγνου Πομπηΐου πρεσβύ‐ τατος παῖς, μέγα στράτευμα ἀθροίσας ἐν ὀλίγῳ χρόνῳ παρὰ τὴν πάντων ἐλπίδα, διενοεῖτο ἐπαμῦναι (1) τῷ πατρὶ, καὶ τὴν ἐκείνου ἧτταν ἀναμαχέσασθαι, εἰ δύ‐ ναιτο. Ὑπολειφθεὶς δ’ ἐν τῇ Ῥώμῃ Καῖσαρ, πρῶτον | |
180 | μὲν (2) τοῦ σώματος ἐγκρατέστατα ἐπεμελήθη, καὶ ταχὺ ἀνερρώσθη· ἔπειτα δὲ τὴν ἔξοδον ἐκ τῆς πατρίδος ἐποιεῖτο ἐπὶ τὴν στρατιὰν κατὰ τὰς τοῦ θείου ἐντολάς· οὕτω γὰρ αὐτὸν ἐκάλει. Πολλῶν δ’ αὐτῷ συνεκδημεῖν σπου‐ δαζόντων, διὰ τὸ μέγεθος τῆς ἐν αὐτῷ ἐλπίδος, πάντας | |
185 | παρωσάμενος καὶ τὴν μητέρα αὐτὴν, τοὺς ὠκυτάτους τῶν οἰκετῶν καὶ ἐρρωμενεστάτους ἐκλεξάμενος, συνέτεινε | |
τὴν πορείαν, καὶ ἀπίστῳ τάχει χρησάμενος διέδραμε τὴν μακρὰν ὁδὸν (3), σύνεγγύς τε ἦν Καίσαρι, διαπε‐ πολεμηκότι ἤδη τὸν σύμπαντα πόλεμον ἐν μησὶν ἑπτά. | 431 | |
190 | XI. Ἀφικόμενος δ’ εἰς Ταρρακῶνα ἀπιστίαν παρέ‐ σχεν, ὅπως ἀφίκοιτο ἐν τοσῷδε πολέμου ταράχῳ. Οὐχ εὑρὼν δὲ ἐνταῦθα Καίσαρα, πλείω πόνον καὶ κίνδυνον εἶχεν· ἀφίκετο δὲ εἰς Ἰβηρίαν πρὸς Καίσαρα περὶ πό‐ λιν Καλπίαν (1). Καὶ ὁ μὲν οἷα τέκνον περιβαλὼν (2), | |
195 | διά τε τὸ νοσοῦντα καταλελοιπέναι καὶ ἐκ πολλῶν πολεμίων καὶ λῃστηρίων περισεσωσμένον ὁρᾶν ἀδοκή‐ τως, ἠσπάζετο, καὶ οὐδαμῆ μεθίει, ὁμοδίαιτόν τε εἶχεν· ἐπῄνει δ’ αὐτοῦ (3) καὶ τὴν ἐπιμέλειαν ἅμα καὶ σύντα‐ σιν (4), ὡς πρῶτος τῶν ἐκ τῆς Ῥώμης ἐξεληλυθότων | |
99(200) | ἧκεν. Ἐπιμελὲς δ’ (5) ἐποιεῖτο πρὸς αὐτὸν διαλεγόμε‐ νος ὑπὲρ πολλῶν ἀνακρίνειν, ἀποπειρώμενος αὐτοῦ τῆς διανοίας. Ὁρῶν δὲ εὔστοχον καὶ εὐσύνετον καὶ βραχυ‐ λόγον, αὐτά τε ἀποκρινόμενον τὰ καιριώτατα, ἔστεργε καὶ ὑπερησπάζετο. Ἐκ τούτου πλεῖν ἔδει ἐπὶ Καρχηδό‐ | |
205 | νος· προσταχθὲν δ’ αὐτῷ ἐμβαίνειν εἰς τὴν αὐτὴν Καί‐ σαρι ναῦν σὺν πέντε δούλοις, αὐτὸς ὑπὸ φιλοστοργίας καὶ τρεῖς ἑταίρους πρὸς τοῖς δούλοις ἐνεβίβασε· καὶ ἐδε‐ δίει, μὴ τοῦτο γνοὺς Καῖσαρ ἐπιμέμψαιτο. Τοὐναντίον δ’ ἐγένετο· ἥσθη γὰρ ἐκεῖνος ἐπὶ τῷ εἶναι φιλέταιρον, | |
210 | καὶ ἐπῄνεσεν, ὅτι ἀεὶ βούλεται παρεῖναι αὐτῷ τοὺς πάντων ἐπόπτας ἐσομένους ἄνδρας καὶ ἀρετῆς ἐπιμε‐ λουμένους, πρόνοιάν τε οὐ μικρὰν χρηστῆς δόξης ἐν τῇ πατρίδι ἤδη ποιοῖτο. XII. Ἧκε δ’ οὖν εἰς τὴν Καρχηδόνα Καῖσαρ, ὡς | |
215 | τοῖς χρῄζουσιν ἐντευξόμενος. Πολλοὶ δὲ συνεληλύθεσαν, οἱ μὲν δικαιοδοσίας χάριν περὶ ὧν εἶχον ἀμφιβόλων πρός τινας, οἱ δὲ οἰκονομίας πολιτικῆς, οἱ δ’ ὅπως ἂν τὰ ἆθλα τῶν ἠνδραγαθημένων λάβοιεν· περὶ ὧν ἐνέ‐ τυχεν (1). Ἄλλοι τε ἡγεμόνες πλεῖστοι συνεληλύθεσαν. | |
220 | Προσφεύγουσι (2) τῷ Καίσαρι καὶ Ζακύνθιοι μεγάλα ἐγκλήματα ἔχοντες, καὶ δεόμενοι βοηθείας. Ὁ δὲ τού‐ των προὔστη τε, καὶ διαλεχθεὶς ἄριστα πρὸς Καίσαρα ἐν φανερῷ (3), τῶν τε αἰτιῶν αὐτοὺς ἀπήλλαξε, καὶ προὔπεμψεν ἐπ’ οἴκου ἡδομένους τε καὶ πρὸς πάντας | |
225 | αὐτὸν ὑμνοῦντας, σωτῆρά τε ὀνομάζοντας (4). Ἐντεῦθεν πολλοὶ συνέρρεον προστασίας δεόμενοι, οἷς πλείστου ἄξιος γενόμενος, τῶν μὲν διέλυε τὰ ἐγκλήματα, οἷς δ’ ᾐτεῖτο δωρεὰς, οὓς δ’ εἰς ἀρχὰς προῆγε. Πάντες τε (5) | |
ἀνὰ στόμα εἶχον τήν τε (6) ἡμερότητα καὶ φιλανθρω‐ | 432 | |
230 | πίαν καὶ τὴν ἐν ταῖς ἐντεύξεσι φρόνησιν. Αὐτὸς μὴν Καῖσαρ εὐλα[βούμενος?] ***. (Λείπουσι σελίδες δύο.) | |
100 | XIII. *** [ἀρ]γυροῦ κατὰ τὰ πάτρια, οὔτε μεθυ‐ σκομένοις νεανίσκοις παρεῖναι, οὔτε πλείω χρόνον συμποσίῳ παραγενέσθαι ἄχρις ἑσπέρας, οὐδὲ μέντοι δειπνεῖν πρὸ δεκάτης ὥρας, ἔξω Καίσαρος, ἢ Φιλίπ‐ | |
5 | που, ἢ τοῦ γήμαντος αὐτοῦ τὴν ἀδελφὴν Μαρκέλλου, ἀνδρὸς σωφρονεστάτου καὶ κατ’ εὐγένειαν ἀρίστου Ῥω‐ μαίων. Αἰδῶ δ’, ἣν πρέπειν (1) ἄν τις τῇ τοιᾷδε ἡλικίᾳ ὑπολάβοι, διὰ τὸ ταῖς ἄλλαις ἀρεταῖς ἐν τῇ μετὰ ταύ‐ την (2) τὴν χώραν ὑπὸ τῆς φύσεως ἀποδεδόσθαι, διαφα‐ | |
10 | νέστατα καὶ ἐν ἔργοις ἐδήλου ἐν τῷ βίῳ παντί. Διὰ τοῦτο καὶ μάλιστα Καῖσαρ αὐτὸν περὶ πολλοῦ ἐποιή‐ σατο, καὶ οὐχ, ὥσπερ οἴονταί τινες, διὰ τὸ γένος μόνον. Ἔγνω μὲν οὖν καὶ πρότερον παῖδα ἀποδεῖξαι, δεδιὼς δὲ, μὴ ἐλπίδι τοσαύτης τύχης ἐπαρθεὶς, ὃ φιλεῖ τοῖς | |
15 | εὐδαιμόνως τρεφομένοις ἕπεσθαι, ἐκλάθοιτο ἀρετῆς καὶ ἐκδιαιτηθείη, συνέκρυψε τὴν γνώμην, ἐν δὲ ταῖς διαθή‐ καις αὐτὸν υἱοῦται, ἄπαις ὢν ἀρρένων παίδων, καὶ κληρονόμον ἀποδείκνυσι τῆς τύχης πάσης· τετάρτην δὲ μοῖραν τῶν χρημάτων τοῖς ἄλλοις διένειμε φίλοις τε | |
20 | καὶ ἀστοῖς, ὅπερ ὕστερον ἐγένετο δῆλον (3). XIV. Ἐδεήθη δὲ συγχωρῆσαι αὐτῷ παρὰ τὴν μη‐ τέρα ἐλθεῖν εἰς τὴν πατρίδα, καὶ δόντος, ᾤχετο. Ὡς δ’ ἧκεν οὐχ ἑκὰς Ῥώμης εἰς Ἰάνουκλον, ὑπήντησεν αὐτῷ σὺν πολλῷ πλήθει ἀνθρώπων ὁ λεγόμενος Γαΐου | |
25 | Μαρίου παῖς, σπουδάζων εἰς τὸ γένος ἐγγραφῆναι, καί τινας γυναῖκας προσειληφὼς τῶν Καίσαρος, αἳ ἐμαρτύρουν αὐτῷ τὴν εὐγένειαν. Οὔτε μὴν Ἀντίαν ἔπεισεν, οὔτε τὴν ταύτης ἀδελφὴν καταψεύσασθαι τοῦ σφετέρου οἴκου· προσήπτετο γὰρ τὸ γένος (1) τὸ Καί‐ | |
30 | σαρός τε καὶ τὸ Μαρίου, τῷ γε μὴν νεανίσκῳ ἐκείνῳ οὐδὲν προσῆκον (2) ἦν. Ὃς τότε σὺν πολλῷ πλήθει ὑπαντιάσας ἐσπούδαζε προσλαβεῖν καὶ τὴν τοῦ νέου Καίσαρος γνώμην, εἰς τὴν τοῦ γένους ἐγγραφήν. Πολλὴ δ’ ἐγένετο σπουδὴ καὶ τῶν συνόντων αὐτῷ πολιτῶν, | |
35 | πειθομένων εἶναι παῖδα Μαρίου. Καῖσαρ δ’ ἐν ἀπορίᾳ δεινῇ γενόμενος ἐσκόπει, τί χρὴ ποιεῖν· τό τε γὰρ ἀσπάζεσθαι ὡς συγγενῆ, ὃν οὐκ ᾔδει, ὁπόθεν εἴη, οὐδ’ ἡ μήτηρ αὐτῷ συνεμαρτύρει, χαλεπὸν ἦν, τό τε διω‐ θεῖσθαι τὸν νεανίσκον καὶ τὸ σὺν αὐτῷ πλῆθος τῶν | |
40 | πολιτῶν, ἄλλως τε καὶ αἰδοῦς ὄντι μεστῷ, πολλὴν δυσ‐ | |
χέρειαν εἶχεν. Ἀποκρίνεται γοῦν, ἠρέμα διωσάμενος τὸν ἄνθρωπον, ὅτι Καῖσαρ εἴη τοῦ γένους αὐτοῖς ἡγε‐ μὼν, καὶ τῆς πατρίδος προστάτης, συμπάσης τε τῆς Ῥωμαίων ἀρχῆς· δεῖν οὖν ὡς ἐκεῖνον βαδίζειν, καὶ δι‐ | 433 | |
45 | δάσκειν περὶ τῆς συγγενείας, καὶ εἰ μὲν πείσειεν, ὑπάρχειν εὐθὺς αὐτῷ καὶ σφᾶς τούς τε ἄλλους οἰκείους πεπεισμένους· εἰ δὲ μὴ, οὐδὲν αὐτοῖς εἶναι κοινώνημα πρὸς αὐτόν· ἐν δὲ τῷ μεταξὺ, πρὶν ἢ Καίσαρα τοῦτο γνῶναι, μήτε προσιέναι πρὸς αὐτὸν, μήτε ὡς παρὰ συγ‐ | |
100(50) | γενοῦς τι ἐπιζητεῖν τῶν δικαίων. Ταῦτα ἐμφρόνως ἀπο‐ κρινόμενον καὶ οἱ συμπαρόντες ἐπῄνουν, οὐδὲν δὲ ἧττον ὁ νεανίσκος συμπροὔπεμψεν αὐτὸν ἄχρι τῆς οἰκίας. XV. Ὡς δ’ ἧκεν εἰς Ῥώμην, κατάγει πλησίον τῆς Φιλίππου οἰκίας καὶ τῆς μητρὸς, καὶ τὴν δίαιταν εἶχε | |
55 | σὺν ἐκείνοις, καὶ οὐκ ἄνευ τούτων διῆγε, πλὴν εἰ μή ποτε καὶ αὐτὸς τῶν ἡλικιωτῶν τινας βούλοιτο ἑστιᾶν· τοῦτο δὲ σπάνιον ἦν. Διατρίβων δ’ ἐν τῇ πόλει, ὑπὸ τῆς βουλῆς ἀποδείκνυται εἶναι τῶν πατρικίων. Ὅτι ἔνηφε καὶ ἐγκρατῶς διῆγεν ὁ νέος Καῖσαρ. | |
60 | Θαυμαστὸν δέ τι κἄλλο συνῄδεσαν αὐτῷ οἱ φίλοι· ἐπ’ ἐνιαυτὸν γὰρ ὅλον ἐν τοιᾷδε ἡλικίᾳ, ἐν ᾗ μάλιστα σφρι‐ γῶσιν οἱ νέοι, καὶ τούτων δ’ ἔτι μᾶλλον οἱ εὐτυχεῖς, ἀφροδισίων ἀπείχετο, φωνῆς ἅμα καὶ ἰσχύος προνοῶν. Τέλος τῆς Ἱστορίας Νικολάου Δαμασκη‐ | |
65 | νοῦ καὶ τοῦ Βίου Καίσαρος τοῦ νέου. Περὶ ἀρετῆς καὶ κακίας. | |
101 | (Exc. De ins.) XVI: Ὅτι ὁ νέος Καῖσαρ τρίτον ἄγων ἐν τῇ Ῥώμῃ μῆνα ἐνταυθοῖ λοιπὸν (1) παρεπε‐ δήμει, ζηλούμενος μὲν ὑπὸ τῶν ἡλίκων καὶ φίλων, θαυ‐ μαζόμενος δὲ ὑπὸ τῶν ἐν τῇ πόλει πάντων, ἐπαινούμε‐ | |
5 | νος δ’ ὑπὸ τῶν παιδευτῶν. Τετάρτῳ δὲ μηνὶ (2) ἧκεν ἐκ τῆς πατρίδος πεμφθεὶς ὑπὸ τῆς μητρὸς ὡς αὐτὸν ἀπε‐ λεύθερος τεταραγμένος καὶ πολλῆς ἀθυμίας μεστὸς, ἐπιστολὴν κομίζων, ἐν ᾗ ἐγέγραπτο (3), ὡς Καῖσαρ μὲν ἐν τῇ συγκλήτῳ ἀποθάνοι ὑπὸ (4) τῶν περὶ Κάσσιον | |
10 | καὶ Βροῦτον. Ἠξίου δὲ τὸν παῖδα ἀπανελθεῖν ὡς αὐτήν· ἀγνοεῖν γὰρ ἔφη καὐτὴ τἀποτοῦδε ἐσόμενα· δεῖν δὲ ἤδη ἄνδρα γίγνεσθαι, καὶ γνώμῃ τε ἃ χρὴ (5) φρονεῖν καὶ ἔργῳ πράττειν, ἑπόμενον τῇ τύχῃ τε καὶ τοῖς καιροῖς. Τοιαῦτα ἐδήλου τὰ παρὰ τῆς μητρὸς γράμματα. Ὅμοια | |
15 | δὲ καὶ ὁ ταῦτα κομίζων ἀπήγγελλεν· ἔφη τε ὡς παρα‐ χρῆμα Καίσαρος ἀναιρεθέντος πεμφθείη καὶ οὐδαμῆ διατρίψειεν, ὡς θᾶττον ἔχοι μαθὼν τὰ γενόμενα βου‐ | |
λεύσασθαι περὶ αὐτῶν· μέγαν (6) δ’ εἶναι τὸν κίνδυνον τοῖς τοῦ ἀνῃρημένου συγγενέσι, ὃν δεῖ πρῶτον σκοπεῖν (7) | 434 | |
20 | ὅπως διαφεύξεται· οὐ μικρὰν γὰρ εἶναι μερίδα τὴν τῶν σφαγέων, οἳ τοὺς Καίσαρος ἐλαύνουσί τε καὶ ἀναι‐ ροῦσι. Ταῦτα ἀκούσαντες, ἐν πολλῷ θορύβῳ ἦσαν, μέλ‐ λοντες ὅσον οὔπω δειπνήσειν. Ταχὺ δ’ ἡ φήμη καὶ τοῖς ἔξω διήγγελλε καὶ ἀν’ ἅπασαν ἐφοίτα τὴν πόλιν | |
25 | τἀκριβὲς μὲν οὐ δηλοῦσα, ὅτι μέντοι κακόν τι μέγα εἴη προσπεπτωκός. Συνῄεσαν γοῦν πολλοὶ περὶ ἄκραν ἑσπέραν σὺν φωτὶ τῶν πρώτων Ἀπολλωνιατῶν, διαπυν‐ θανόμενοι ὑπ’ εὐνοίας ὅ τι εἴη τὸ ἠγγελμένον. Βουλευο‐ μένῳ δὲ Καίσαρι μετὰ τῶν φίλων ἔδοξε χρῆναι τοῖς ἐπι‐ | |
30 | φανεστάτοις δηλῶσαι, τὸ πλῆθος δὲ ἀποπέμψασθαι (8). Καὶ ἐπεὶ ταῦτα ἔπραξαν, μόλις μὲν ἀπῆλθεν ὁ ὄχλος πεισθεὶς ὑπὸ τῶν πρώτων, καιρὸν δ’ ἔσχεν Καῖσαρ περὶ τῶν ὅλων βουλεύσασθαι μετὰ τῶν φίλων, πόρρω τῆς νυκτὸς ἤδη διεληλυθυίας, ὅ τι ποιητέον εἴη, καὶ ὅπως | |
35 | χρηστέον τοῖς πράγμασιν. Πολλῆς δὲ σκέψεως (9) γενο‐ μένης, οἱ μὲν παρῄνουν τῶν φίλων ἐπὶ τὸ ἐν Μακεδονίᾳ στράτευμα χωρεῖν, ὃ προεξεπέπεμπτο (10) ἐπὶ τὸν Παρ‐ θικὸν πόλεμον (ἡγεῖτο δ’ αὐτοῦ (11) Μάρκος Αἰμίλιος), καὶ σὺν αὐτῷ ἥκειν τἀσφαλοῦς ἕνεκεν εἰς Ῥώμην ἐπὶ | |
40 | ἄμυναν τῶν σφαγέων· ὑπάρξειν (12) δὲ καὶ τοὺς στρατιώ‐ τας ὑπ’ εὐνοίας τῆς πρὸς ἐκεῖνον τοῖς * ἀχθομένους (13)· προσγενήσεσθαι δὲ καὶ τὸν ἀπὸ τοῦ παιδὸς οἶκτον ὀφθέντος τῷ στρατῷ. Ἀλλὰ ταῦτα δυσχερῆ ὑπεφαίνετο ἀνδρὶ κομιδῆ νέῳ καὶ μείζω ἢ κατὰ τὴν παροῦσαν ἡλι‐ | |
45 | κίαν τε καὶ ἀπειρίαν, ἄλλως τε καὶ ἀδήλου ἔτι οὔσης (14) τῆς τῶν πολλῶν διανοίας, καὶ πολλῶν ἐφεστώτων ἐχθρῶν. Οὐκ ἐκράτει οὖν ἥδε ἡ γνώμη. Τιμωροί τε (15) ἔσεσθαι Καίσαρι προσεδόκων (16) οἳ καὶ ζῶντος ἀπή‐ λαυον τῆς τύχης, εἴς τε ἀρχὰς καὶ πλοῦτον ὑπ’ αὐ‐ | |
101(50) | τοῦ προηγμένοι δωρεάς τε μεγάλας ἔχοντες, καὶ οἵας οὐδ’ ὄναρ ἤλπισαν. Ἄλλων δὲ ἄλλα παραινούντων, ὡς ἂν ἐν ἀσκόποις καὶ ἀσταθμήτοις πράγμασι, κράτιστον εἶναι ἐδόκει Καίσαρι τὴν ὑπὲρ τῶν ὅλων βουλὴν ἀνα‐ βαλέσθαι ἄχρι ἂν τοῖς καὶ γήρᾳ καὶ φρονήσει διαφέρουσι | |
55 | τῶν φίλων συμμίξας κοινωνοὺς ποιήσαιτο τῆς γνώμης. Ἔδοξεν οὖν δεῖν ἠρέμα ἔχειν καὶ εἰς Ῥώμην βαδίζειν, πρότερον δ’ ἐν Ἰταλίᾳ γενόμενον γνῶναι τὰ μετὰ τὴν Καίσαρος τελευτὴν ἐπισυμβάντα, καὶ μετὰ τῶν ἐκεῖ βουλεύσασθαι περὶ τῶν ὅλων. | |
60 | XVII. Καὶ οἱ μὲν πρὸς τὸν πλοῦν παρεσκευάζοντο· Ἀλέξανδρος (1) δὲ ὑποτιμώμενος τό τε γῆρας καὶ τὴν ἀσθένειαν εἰς τὴν πατρίδα, τὸ Πέργαμον, ἀπελύετο. Ἀπολλωνιᾶται δὲ ἀθροισθέντες ἄχρι μέν τινος ἐδέοντο Καίσαρος ὑπὸ φιλοστοργίας μένειν παρὰ σφᾶς· παρέξειν | |
65 | γὰρ αὐτῷ τὴν πόλιν εἰς ὅ τι βούλεται, ὑπό τε τῆς πρὸς αὐ‐ | |
τὸν εὐνοίας καὶ τῆς πρὸς τὸν τεθνηκότα εὐσεβείας· καὶ αὐτῷ δὲ ἄμεινον εἶναι, τοσούτων ἐχθρῶν ἐφεστώτων, ἐν φίλῃ πόλει τὰ ἐσόμενα καραδοκεῖν. Ὁ δὲ βουλόμενος παρὼν τοῖς πραττομένοις καιροφυλακεῖν, οὐ παρέλυε | 435 | |
70 | τὴν γνώμην, ἀλλ’ ἀναγκαῖον ἔφη εἶναι ἀποπλεῖν· Ἀπολ‐ λωνιάτας δὲ τότε (3) ἐπῄνεσε, καὶ παρελθὼν εἰς τὴν ἀρχὴν, ἐλευθερίαν τε αὐτοῖς καὶ ἀτέλειαν ἄλλας τε οὐκ ὀλίγας χάριτας ἐπιδοὺς, καὶ εὐδαίμονα τὴν πόλιν ἐν τοῖς μάλιστα ποιήσας. Τότε δὲ μετὰ δακρύων αὐτὸν ὁ πᾶς | |
75 | δῆμος ἀποσπώμενον προὔπεμψε, θαυμάζων τὸ ἐν τῇ παρεπιδημίᾳ κόσμιον καὶ σῶφρον, καὶ ἅμα οἰκτείρων τὴν τύχην. Ἦλθον δ’ ὡς αὐτὸν ἐκ τῆς στρατιᾶς οὐκ ὀλίγοι ἱππεῖς τε καὶ πεζοὶ, χιλίαρχοί τε καὶ ἑκατοντάρ‐ χαι (4) ἄλλοι τε πάμπολλοι θεραπείας χάριν, οἱ δὲ [καὶ] | |
80 | κατ’ ἰδίας χρείας· οἳ τότε παρῄνουν ἐπὶ τὰ ὅπλα χω‐ ρεῖν, καὶ αὐτοὶ ὑπισχνοῦντο συστρατεύσειν τε καὶ ἄλ‐ λους προσποιήσειν ἐπεξιόντας τὸν Καίσαρος θάνατον. Ὁ δ’ ἐπαινέσας αὐτοὺς, οὐδὲν δεῖν ἔφη ἐν τῷ παρόντι· ὅταν μέντοι καλῇ ἐπὶ τὴν τιμωρίαν, ἠξίου ἑτοίμους εἶ‐ | |
85 | ναι. Οἱ δ’ ἐπείθοντο. Καῖσαρ δ’ ἀνήχθη τοῖς ἐπιτυχοῦσι πλοίοις, χειμῶνος ἔτι ὄντος σφαλερώτατα, καὶ διαβα‐ λὼν τὸν Ἰόνιον πόντον, ἴσχει τῆς Καλαβρίας τὴν ἔγγιστα ἄκραν, ἔνθα οὐδέν πω σαφὲς διήγγελτο (5) τοῖς ἐνοικοῦσι [περὶ] τοῦ ἐν Ῥώμῃ νεωτερισμοῦ. Ἐκβὰς οὖν ταύτῃ | |
90 | πεζὸς ὥδευεν ἐπὶ Λουπίας (6). Καὶ ὡς ἀφίκετο, ἐντυγ‐ χάνει τοῖς ἐν Ῥώμῃ θαπτομένῳ Καίσαρι *, οἳ ἀπήγ‐ γελλον τά τε ἄλλα καὶ ὡς ἐν ταῖς διαθήκαις ὡς υἱὸς εἴη Καίσαρος (7) ἐγγεγραμμένος, καὶ τρία μέρη τῶν χρη‐ μάτων, τὸ δὲ τέταρτον τοῖς ἄλλοις εἴη δεδομένον, ἐξ οὖ | |
95 | καὶ τῷ δήμῳ δοίη κατ’ ἄνδρα εʹ καὶ οʹ δραχμὰς (8), ἐπισκήψειε δὲ καὶ Ἀντίᾳ τῇ μητρὶ τοῦ παιδὸς τῆς ἑαυ‐ τοῦ ταφῆς ἐπιμεληθῆναι, ὅπως τε ὁ ὄχλος βιασάμενος ἐν μέσῃ ἀγορᾷ αὐτὸν καύσειέ τε καὶ θάψειε· τοὺς δὲ περὶ Βροῦτον καὶ Κάσσιον σφαγεῖς κατειληφότας τὸ | |
101(100) | Καπιτώλιον φρουρεῖν, τούς τε δούλους καλεῖν ἐπ’ ἐλευ‐ θερίᾳ συμμάχους· τῇ τε πρώτῃ ἡμέρᾳ καὶ δευτέρᾳ, καταπεπληγμένων (9) ἔτι τῶν Καίσαρος φίλων, πολλοὺς αὐτοῖς προσέχειν, ἐπεὶ δ’ οἱ ἐκ τῶν περιοικίδων πόλεων κληροῦχοι, οὓς ἐκεῖνος κατῴκισέ τε καὶ ταῖς πόλεσιν | |
105 | ἐγκατέστησεν, ἧκον παμπληθεῖς ὡς τοὺς περὶ Λέπιδον τὸν ἱππάρχην καὶ Ἀντώνιον τὸν συνύπατον Καίσαρος, ἐπεξιέναι (10) αὐτοῦ τὸν φόνον ὑπισχνουμένους, σκεδα‐ σθῆναι τοὺς πολλούς· ἐκείνους δὲ μονωθέντας μονομά‐ χους τινὰς ἀθροίζειν καὶ ἄλλους, οἷς ἦν ἀκήρυκτος ἔχθρα | |
110 | πρὸς Καίσαρα, οἵ τε τῆς (11) ἐπιβουλῆς ἐκοινώνουν. Καὶ τούτους μέντοι ὀλίγον ὕστερον καταβῆναι πάντας | |
ἐκ τοῦ Καπιτωλίου πίστεις λαβόντας παρὰ Ἀντωνίου δύναμιν ἤδη μεγάλην ἔχοντος καὶ διαμεθιέντος ἐν τῷ παρόντι τὴν ὑπὲρ Καίσαρος ἐπέξοδον· ὃ κἀκείνοις αἴτιον | 436 | |
115 | ἐγένετο τοῦ ἀσφαλῶς ἐκ τῆς Ῥώμης ὑπεξελθεῖν (12) ἐς Ἄντιον· πολιορκηθῆναι δ’ αὐτῶν ὑπὸ τοῦ δήμου καὶ τὰς οἰκίας, ἡγεμόνος μηδενὸς ἐφεστῶτος, ἀλλ’ αὐτοῦ τοῦ πλήθους ὑπὸ τῆς περὶ Καίσαρα εὐνοίας δυσχεραίνοντος τὸν φόνον (13), καὶ μάλιστα ἐπειδὴ τήν τε ἐσθῆτα εἶδεν | |
120 | ᾑμαγμένην καὶ τὸ σῶμα νεοσφαγὲς ἐκκομιζόμενον εἰς ταφὴν, ὅτε καὶ βιασάμενος θάψειεν αὐτὸ ἐν μέσῃ ἀγορᾶ. XVIII. Ταῦτα ὡς ἤκουσε Καῖσαρ ὁ νέος εἴς τε δά‐ κρυα καὶ οἶκτον ὑπὸ μνήμης τἀνδρὸς καὶ φιλοστοργίας | |
125 | ἐρρύη, καινότερόν τε τὸ πένθος ἐποίει. Παυσάμενος δέ ποτε ἀνέμενεν ἕτερα γράμματα παρὰ τῆς μητρὸς καὶ τῶν ἐν Ῥώμῃ φίλων, καίπερ οὐκ ἀπιστῶν τοῖς τὰ γι‐ νόμενα ἀπηγγελκόσιν· οὐ γὰρ ἑώρα διότι ἂν πλάσαιντο τὰ ψεύδη. Καὶ μετὰ ταῦτα ἀπῆρεν εἰς Βρεντέσιον· ἔγνω | |
130 | γὰρ οὐδένα ἐνόντα τῶν ἐχθρῶν αὐτόθι, πρότερον δ’ ὑπι‐ δόμενος (1) μὴ ὑπό του φρουροῖτο ἡ πόλις, οὐκ εἰκῆ τὸν πλοῦν ἐκ τοῦ πέραν ἀπηύθυνεν (2). Ἧκε δ’ αὐτῷ καὶ παρὰ τῆς μητρὸς ἐπιστολὴ ἐν ᾗ ἐγέγραπτο δέησις ἰσχυ‐ ρὰ, ὡς τάχιστα ἀφικέσθαι καὶ ἑαυτὸν ἐκείνῃ τε ἀποδοῦ‐ | |
135 | ναι καὶ τῷ σύμπαντι οἴκῳ, ὡς μήτις ἐπ’ αὐτὸν ἔξωθεν ἐπιβουλὴ συσταίη παῖδα Καίσαρος ἀναδεδειγμένον. Ἐδήλου δ’ ὅμοια τοῖς πρότερον ἠγγελμένοις, καὶ ὡς ἐπὶ τοὺς περὶ Βροῦτον καὶ Κάσσιον ἐξήγερται ὁ πᾶς (3) δῆ‐ μος δυσανασχετῶν ἃ δράσειεν. Ἀπέστειλε δ’ αὐτῷ καὶ | |
140 | ὁ πατρῳὸς Φίλιππος, δεόμενος μὴ προσελθεῖν τῇ Καί‐ σαρος κληρονομίᾳ, φυλάξασθαι δὲ καὶ αὐτὸ τοὔνομα, δι’ ἃ πάθοι κεῖνος, ζῆν δ’ ἀπραγμόνως καὶ ἀσφαλῶς (4). Ὁ δὲ Καῖσαρ ᾔδει μὲν ὑπ’ εὐνοίας ταῦτα παραινοῦντα, ἐγίνωσκε δὲ τἀναντία, μεγάλα ἐπινοῶν ἤδη καὶ φρονή‐ | |
145 | ματος μεστὸς ὢν, ποιούμενος δὲ ἴδια πόνον καὶ κίνδυ‐ νον καὶ (5) ἀνδρῶν ἀπέχθειαν, οἷς οὐκ ἔμελλεν ἀρεστὸς φανεῖσθαι [καὶ] τοσοῦδε ὀνόματος καὶ ἀρχῆς παραχω‐ ρήσειν ὅτῳ οὖν, ἄλλως τε καὶ τῆς πατρίδος συμπροθυ‐ μουμένης καὶ ἐπὶ τὰς πατρῴους τιμὰς καλούσης αὐτὸν | |
101(150) | ἐκ τοῦ δικαιοτάτου· καὶ γὰρ φύσει καὶ νόμῳ τὰς ἀρχὰς αὐτῷ προσήκειν, ἄγχιστα τοῦ γένους ὄντι καὶ ὑπ’ αὐ‐ τοῦ κείνου παιδὶ τεθειμένῳ· καὶ τὸ ἐπεξελθεῖν δ’ αὐτῷ καὶ τιμωρῆσαι τοιαῦτα πεπονθότι πάντων εἶναι δικαιότατον. Ὁ μὲν δὴ ταῦτα ἐφρόνει τε καὶ τὸν Φίλιππον γράφων | |
155 | ἀνεδίδασκεν οὐ μάλα πειθόμενον. Ἀντία δὲ ἡ μήτηρ τὸ μὲν εὐκλεὲς τῆς τύχης καὶ τὸ μέγεθος τῆς δυναστείας ἔχαιρεν ὁρῶσα περιεληλυθὸς (6) τῷ ἑαυτῆς παιδὶ, | |
εἰδυῖα δὲ μεστὸν τὸ πρᾶγμα φόβων τε καὶ κινδύνων, καὶ ἅμα ἑωρακυῖα Καίσαρα τὸν ἑαυτῆς θεῖον οἷα πάθοι, οὐ | 437 | |
160 | πάνυ προσίετο πάλιν· ἐῴκει δὲ μεταξὺ ἀμφοτέρων εἶ‐ ναι τῶν γνωμῶν, τῆς τε τοῦ ἀνδρὸς Φιλίππου καὶ τοῦ υἱέος. Καὶ ἡ μὲν διὰ τοῦτο ἐν φροντίσι μυρίαις ἦν, τοτὲ μὲν ἀνιωμένη, ἐπειδὰν τοὺς ἠρτημένους ἀριθμῆται κιν‐ δύνους τῳ συμπάντων ἄρχειν ἀξιοῦντι, τοτὲ δ’ ἐπαι‐ | |
165 | ρομένη, ἐπειδὰν τὸ μέγεθος τῆς ἐξουσίας τε καὶ τιμῆς λογίζηται. Διὸ ἀποτρέπειν μὲν τὸν παῖδα οὐκ ἐτόλμα μεγάλοις ἐγχειροῦντα καὶ ἐπὶ δικαίαν ἄμυναν ὡρμη‐ μένον, οὐ μὴν δὴ οὐδὲ συμπαρορμᾶν διὰ τὸ ἄδηλον τοῦ δαίμονος· συνεχώρει δ’ ὅμως τοὔνομα ἔχειν τὸ Καίσα‐ | |
170 | ρος, καὶ αὐτὴ πρώτη συνέπαινος ἦν. Πάντων δὲ τῶν φίλων καὶ περὶ τοῦδε ὁ Καῖσαρ πυθόμενος ἃ ἐφρόνουν, οὐδὲν μελλήσας τύχῃ ἀγαθῇ καὶ ἐπ’ εὐφήμῳ κληδόνι δέ‐ χεται τοὔνομά τε καὶ τὴν υἱοθεσίαν, ἣ καὶ αὐτῷ (7) καὶ πᾶσιν ἀνθρώποις ἀρχὴ ἀγαθῶν ἦν, πολὺ δὲ μάλιστα τῇ | |
175 | πατρίδι καὶ σύμπαντι τῷ Ῥωμαίων γένει. Ἔπεμψε δὲ παραχρῆμα καὶ ἐπὶ τὰς ἐν τῇ Ἀσίᾳ παρασκευὰς καὶ τὰ χρήματα ἃ προὔπεμψε Καῖσαρ πρότερον ἐπὶ τὸν Παρ‐ θικὸν πόλεμον. Καὶ ἐπειδὴ ἐκομίσθη, καὶ σὺν αὐτοῖς ὁ ἐτήσιος φόρος τῶν ἐν Ἀσίᾳ ἐθνῶν, ἀρκούμενος Καῖσαρ | |
180 | τοῖς πατρῴοις, τὰ δημόσια εἰς τὸ ταμιεῖον τῆς πόλεως ἀπέπεμψε. Παρῄνουν δὲ καὶ τότε αὐτῷ τῶν φίλων ἔνιοι ἃ (8) καὶ ἐν Ἀπολλωνίᾳ, χωρεῖν ἐπὶ τὰς ἀποικίας τοῦ πατρὸς καὶ τὰ στρατεύματα συγκροτεῖν, κἀκείνους εἰς τὴν ὑπὲρ αὐτοῦ ἔξοδον (9) ἄλλως τε καὶ τοῦ ὀνό‐ | |
185 | ματος μεγάλου **. Ἥδιστα γὰρ καὶ τοὺς στρατιώτας ἡγουμένου τοῦ Καίσαρος υἱέος ἀκολουθήσειν τε καὶ πάντα δράσειν· θαυμαστὴ γάρ τις αὐτοῖς πίστις τε καὶ εὔνοια ὑπῆρχε πρὸς ἐκεῖνον καὶ μνήμη ὧν συγκατειρ‐ γάσαντο (10) ζῶντι, πόθος τε ἐπὶ τοῦ ἐκείνου ὀνόματος | |
190 | συναγωνίζειν ἣν αὐτοὶ ἐκείνῳ πρότερον περιέθεσαν (11) ἀρχήν. Ἀλλὰ τῶνδε μὲν οὐδέπω ὁ καιρὸς ἐφαίνετο εἶ‐ ναι· ἐσπούδαζε δὲ (12) νομίμως τὰς πατρίους ἀρχὰς με‐ τιὼν γνώμῃ συγκλήτου μὴ λαβεῖν δόξαν φιλοτιμουμέ‐ νου μᾶλλόν περ ἢ νομίμου. Διὸ τῶν φίλων τοῖς πρεσβυ‐ | |
195 | τάτοις τε καὶ ἐμπειρίᾳ προὔχουσι μάλιστα ἐπείθετο (13), ἀπό τε Βρεντεσίου ὥρμησεν ἐπὶ Ῥώμης. XIX. Ἐπιζητεῖ δὲ τοὐντεῦθεν ὁ λόγος ὅπως συστή‐ σειαν τὴν ἐπιβουλὴν οἱ σφαγεῖς ἐπὶ Καίσαρα, καὶ ὡς τὸ σύμπαν κατειργάσαντο, τά τε μετὰ (1) ταῦτα πρα‐ | |
101(200) | χθέντα, κινηθέντων τῶν ὅλων. Διέξειμι οὖν αὐτήν τε πρῶτον καθ’ ὅ τι (2) ἐγένετο καὶ ὅπως, τάς τε αἰτίας ὑφ’ ὧν συστᾶσα τοσόνδε ἐπεξῆλθεν· ἔπειτα δὲ περὶ τοῦ ἑτέρου Καίσαρος, οὗ ἕνεκα ὅδε ὁ λόγος ὥρμηται, ὅπως τε παρῆλθεν εἰς τὴν ἀρχὴν, καὶ ἐπειδὴ ἀντ’ ἐκείνου κα‐ | |
205 | τέστη, ὅπως ἔργα πολέμου καὶ εἰρήνης ἀπεδείξατο. Ἦρξαν μὲν οὖν τῆς ἐπιβουλῆς ἄνδρες τὸ μὲν πρῶτον | |
ὀλίγοι, μετὰ δὲ ταῦτα πολλοὶ καὶ ὅσοι οὔτε πρότερον ἐπὶ ἡγεμόνα μνημονεύονται συστῆναι. Φασὶ γὰρ τοὺς μετασχόντας τοῦ λόγου γενέσθαι ὑπὲρ πʹ (3)· ἐν οἷς μέ‐ | 438 | |
210 | γιστον ἠδύνατο Δέκμος (4) τε Βροῦτος, φίλος ἐς τὰ μά‐ λιστα ὢν Καίσαρι, καὶ Γάϊος Κάσσιός καὶ Μάρκος Βροῦτος, οὐδενὸς ἧττον παρὰ Ῥωμαίοις τότε ἐπαινού‐ μενος· πάντες δὲ πρότερον ἀντιπόλεμοί τε ἦσαν καὶ τὰ Πομπηίου ηὖξον· ἐκείνου δὲ ἡττηθέντος, γενόμενοι | |
215 | ὑπὸ Καίσαρι, τὸ ἀπ’ αὐτοῦ εἰρηνικὸν (5) βίον εἶχον· οὐδὲ, καίπερ Καίσαρος φιλανθρώπως προσαγομένου ἕκαστον (6), ἐν τῇ διανοίᾳ τὸ δύσελπι αὐτῶν ἀφῃροῦντο· ἀμνησίκακος [γὰρ] ἦν (7) τὸ ἦθος πρὸς τοὺς κρατηθέν‐ τας διά τινα πραότητα. Καρπούμενοι δὴ τὸ ἀπ’ ἐκεί‐ | |
220 | νου ἀνύποπτον, κατεχρήσαντο αὐτῷ εἰς τὸ μᾶλλόν τι λανθάνειν ἐπιβουλεύοντες ἐπαγωγοῖς τε λόγοις καὶ ἔρ‐ γοις προσποιήτοις. Αἰτίαι δ’ αὐτοὺς ἐνῆγον ἐπιχειρεῖν τἀνδρὶ οὐκ ἀπὸ μικρῶν διαφόρων ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσι γεγονυῖαι. Οἱ μὲν γὰρ ἐλπίδος τι ἔχοντες, εἰ | |
225 | ἐκεῖνον ἐκποδὼν ποιήσαιντο, αὐτοὶ ἡγεμόνες ἀντ’ ἐκεί‐ νου ἔσεσθαι, τὴν ἐπιβουλὴν συνίστασαν, οἱ δὲ ὑπὸ ὀργῆς ὧν πάθοιεν παρὰ τὸν πόλεμον, οἰκείων αὐτοῖς ἀπολω‐ λότων ἢ τὰ χρήματα ἀφῃρημένοι ἢ ἀρχὰς ἐν τῇ πόλει, ἐνεπικραίνοντο, καὶ τὸ ὀργιζόμενον ὑποκρυπτόμενοι | |
230 | τοῦ εὐπρεποῦς τι μετεποιοῦντο, ὡς δυσχεραίνοιεν τὴν ἑνὸς ἀρχὴν, ζητοῖεν δὲ κατ’ ἰσονομίαν πολιτεύεσθαι. Ἄλλα δὲ ἄλλοις αἴτια συνενεχθέντα ὑφ’ ὧν ἔτυχε προ‐ φάσεων τὸ μὲν πρῶτον αὐτοὺς τοὺς δυνατωτάτους συνέ‐ στησεν, ἔπειτα πολὺ πλείους προσήγετο, τοὺς μὲν αὐ‐ | |
235 | τεπαγγέλτους (8) κατ’ ἴδια ἐγκλήματα, τοὺς δὲ κατὰ σύμπραξιν ἑτέροις ἐκ τῆς πάλαι φιλίας πολὺ τὸ πιστὸν ὑποφαίνοντας καὶ κατὰ τοῦτο προσηταιρισμένους. Ἦσαν δέ τινες οἱ κατ’ οὐδέτερον, ἀλλὰ τῇ τε ἀξιώσει τῶν ἀν‐ δρῶν συνεπιδιδόντες τὴν γνώμην, καὶ ἐκ τῆς πάλαι δη‐ | |
240 | μοκρατίας ἀχθόμενοι τῇ ἑνὸς ἰσχύι, ἄσμενοί τε (ἂν), εἰ καὶ μὴ αὐτοὶ ἄρξαι τοῦ πράγματος, ἀλλ’ ἑτέρου γε ἄρξαντος συλλαβέσθαι τότ’ ἀγαπητῶς μετὰ τοιούτων ἀνδρῶν, εἰ (9) καί τι δέοι παθεῖν οὐκ ὀκνοῦντες. Πολλὰ δ’ ἐξώτρυνε καὶ ἡ ἐκ παλαιοῦ Βρούτοις ὑποῦσα εὔ‐ | |
245 | κλεια (10) τῶν προγόνων τοὺς ἀπὸ Ῥωμύλου βασιλεῖς (11) τῆς Ῥώμης καταλελυκότων καὶ δημοκρατίαν πρῶτον καταστησαμένων. Οἵ τε φίλοι πρότερον ὄντες τῷ Καί‐ σαρι οὐκέθ’ ὁμοίως εὖνοι ἦσαν, εἰς ἴσον ἑαυτοῖς ὁρῶντες τιμωμένους τοὺς πάλαι μὲν πολεμίους, ὑπ’ ἐκείνου δὲ | |
101(250) | σωθέντας. Οὐ μὴν οὐδὲ αὐτοῖς ἐκείνοις τὸ εὔνουν ὑπῆρ‐ χεν, ἀλλ’ ἐπίπροσθεν τῆς χάριτος γινόμενον τὸ ἀρχαῖον μῖσος οὐχ ὧν εὖ ἔπαθον σωθέντες μνήμην ἐνεποίει, ἀλλ’ ὧν ἀπεστερήθησαν ἀγαθῶν κρατηθέντες ἐννοούμε‐ νοι παρωξύνοντο (12). Πολλοὶ δὲ καὶ αὐτῷ ἤχθοντο τὸ | |
255 | δι’ ἐκείνου σεσῶσθαι, καίτοι γε ἀνονείδιστα αὐτοὺς πάντα πεποιηκότι· ἀλλ’ ὅμως αὐτὸ τὸ ἐν χάριτος μέρει λαβεῖν τάδ’ ἃ (13) κατὰ πολλὴν εὐμάρειαν κρατοῦσιν ὑπῆρχε, σφόδρα ἐν τῇ διανοίᾳ ἐνὸν ἐλύπει. Καὶ μὲν δὴ κἀκεῖνα τὰ ἔθη αὐτῶν διάφορα ἤδη ἦν, τῶν τε συστρα‐ | 439 |
260 | τευομένων πάλιν ἐν ἰδιωτῶν (14) μοίρᾳ τῶν τε ἡγεμό‐ νων καὶ οὐ τιμῆς μεταποιουμένων· τὸ μὲν ὅτι συγκα‐ τελέλεκτο (15) εἰς τὸ ἀρχαῖον στρατιωτικὸν τὸ πολέμῳ ἁλοῦν, καὶ τοὺς ἴσους μισθοὺς ἔφερεν. Ἤχθοντο οὖν οἱ φίλοι ἐν ἴσῳ τιμώμενοι τοῖς ὑπ’ αὐτῶν αἰχμαλώτοις γε‐ | |
265 | νομένοις, ἔστι δ’ ὑπ’ ὧν καὶ παρωθούμενοι τιμῆς. Πολ‐ λοῖς δὲ καὶ τὸ εὖ πάσχειν ὑπ’ αὐτοῦ διαφερόντως ἀνια‐ ρὸν ἦν κατά τε χρημάτων δόσεις καὶ ἀρχῶν συντά‐ ξεις, ὡς μόνου δυναμένου τοῦτο ποιεῖν, τῶν δὲ ἄλλων πάντων ἐν οὐδενὸς μοίρᾳ παρεωσμένων. Αὐτός τε ἐκεῖ‐ | |
270 | νος ἐπὶ πολλαῖς καὶ καλαῖς νίκαις ἀγαλλόμενος οὐκ ἀπεικότως, πλέον τε ἢ ἄνθρωπος ἀξιῶν ἤδη εἶναι, τοῖς μὲν πολλοῖς ἐθαυμάζετο, τοῖς δὲ μεγάλοις καὶ δυνα‐ στείας μεταποιουμένοις ἐπαχθὴς ἐδόκει εἶναι. Παντο‐ δαπὰ οὖν συνέστη φῦλα ἐπ’ αὐτὸν ἀνδρῶν μεγάλων, | |
275 | μικρῶν, φίλων, πολεμίων, στρατιωτῶν, πολιτικῶν, ἑκά‐ στων προφάσεις ἰδίας εἰς τὸ ἔργον ὑποτιμωμένων (16) καὶ ἀπὸ τῶν οἰκείων ἐγκλημάτων ἐμπιστευόντων καὶ ταῖς παρὰ τῶν ἄλλων κατηγορίαις. Ἕκαστός τε (17) ἕκαστον συνιστάμενον παρώξυνον (18), καὶ τὸ εἰς ἀλλήλους βέ‐ | |
280 | βαιον ἐκ τῶν ἰδίᾳ ὑπόντων πρὸς αὐτὸν (19) ἐγκλημάτων παρείχοντο. Δι’ ὃ καὶ τοσούτων γενομένων τῶν συ‐ στάντων, οὐδεὶς ἐτόλμησε καταμηνῦσαι τὴν πρᾶξιν. Φασὶ δέ τινες ὀλίγον πρὸ τοῦ θανάτου γραμματίδιον (20) αὐτῷ ὑπό του δεδόσθαι μηνύον τὴν ἐπιβουλήν· ὃ μετὰ | |
285 | χεῖρας ἔχων πρὶν ἀναγνῶναι ἀπεσφάγη· μετὰ δὲ ἀπο‐ θανόντος ἀνευρέθη ἐν τοῖς ἄλλοις γραμματιδίοις. XX. Ταῦτα μὲν οὖν ὕστερον ἐγνώσθη· τότε δὲ [ἄλ‐ λαις] ἐπ’ ἄλλαις (1) τιμαῖς αὐτῷ ψηφιζομέναις τῶν μὲν χαρίζεσθαι βουλομένων, ἐνίων δὲ μετὰ ἐνέδρας δεχομέ‐ | |
290 | νων τὰς ὑπερβεβλημένας καὶ εἰς ἅπαντας ἐκφερόντων, ὡς ἂν φθόνος ὁμοῦ [καὶ] (2) ὑποψία ἐγγένοιτο ἐπαχθὴς, ὅδε ἅτε ἁπλοῦς ὢν τὸ ἦθος καὶ ἄπειρος πολιτικῆς τέχνης διὰ τὰς ἐκδήμους (3) στρατείας, ἡλίσκετο ῥᾳδίως τούτοις, ἐκ τοῦ εἰκότος οἰόμενος γίνεσθαι τοὺς ἐπαίνους θαυμα‐ | |
295 | ζόντων αὐτὸν μᾶλλόν περ ἢ ἐπιβουλευόντων. Μάλιστα δὲ τῶν ἐψηφισμένων ἐλύπει τοὺς ἐν τέλει τὸ καὶ τῶν ἀρχῶν ἄκυρον γενέσθαι τῆς καταστάσεως τὸν δῆμον, ἐκείνῳ δ’ αὐτὰς ἀποδίδοσθαι οἷς βούλοιτο διδόναι, ὥσπερ τὸ δόγμα ἐκέλευεν οὐ πρὸ πολλοῦ κεκυρωμένον. Παν‐ | |
101(300) | τοδαπαὶ δὲ καὶ ἐν τῷ ὁμίλῳ λογοποιίαι διεφέροντο, ἄλ‐ λων ἄλλα διεξιόντων. Οἱ μὲν γὰρ ἔφασκον βασίλειον αὐτῷ ἐγνωκέναι συμπάσης γῆς καὶ θαλάττης Αἴγυπτον | |
ἀποδεικνύναι, ἔνθα βασιλίδα Κλεοπάτραν αὐτοῦ τεκεῖν παῖδα Κῦρον (4) φοιτήσασαν εἰς εὐνήν· ὅπερ αὐτὸς | 440 | |
305 | ἤλεγξεν ἐν ταῖς διαθήκαις ψεῦδος ὄν. Οἱ δ’ ἐν Ἰλίῳ τοῦτο ἔφασαν αὐτὸν μέλλειν καθίστασθαι, διὰ τὴν πα‐ λαιὰν πρὸς τὸ Δαρδανιδῶν γένος συγγένειαν. Γενόμενον δέ τι καὶ τόσον παρώξυνε τὰ μάλιστα τοὺς ἐπ’ αὐτὸν συνεστῶτας. Ἦν αὐτῷ χρυσοῦς ἀνδριὰς, ὥσπερ ἐψή‐ | |
310 | φιστο, ἐπὶ τῶν ἐμβόλων (5). Τούτου διάδημα ὤφθη περὶ τῇ κεφαλῇ κείμενον· ὑπόπτως δὲ πάνυ πρὸς αὐτὸν ἔχουσι Ῥωμαῖοι, δουλείας οἰόμενοι εἶναι σύμβολον· ἐπελθόντες δὲ τῶν δημάρχων Λεύκιος καὶ Γάϊος ἐκέ‐ λευσάν τινι τῶν ὑπηρετῶν ἀναβάντι καθελεῖν (6) αὐτὸ | |
315 | καὶ ῥῖψαι. Τοῦτο γενόμενον Καῖσαρ ὡς ᾔσθετο καλέσας τὴν σύγκλητον εἰς τὸ τῆς Ὁμονοίας ἱερὸν κατηγόρησε τῶν δημάρχων, φάσκων αὐτοὺς εἶναι τοὺς περιθέντας κρύφα τὸ διάδημα, ὅπως ἂν ἐν φανερῷ αὐτὸν ὑβρίσειαν καὶ δοκοῖεν ἀνδραγαθίζεσθαι ἐπὶ τῇ ἐκείνου ἀτιμίᾳ, ὡς | |
320 | οὐκέτι (7) βουλῆς οὔτ’ αὐτοῦ ἐπιστρεφόμενοι· μείζονός τε γνώμης καὶ ἐπιβουλῆς εἶναι αὐτοῖς τὸ δρασθὲν, εἴ πως δύναιντο εἰς τὸ πλῆθος αὐτὸν διαβαλόντες ὡς ἂν δυναστείας παρανόμου ἐρῶντα (8) καὶ αὐτοὶ ἐξάρχον‐ τες νεωτεροποιίας ἀποκτεῖναι. Ταῦτα εἰπὼν, συνδόξαν | |
325 | τῇ συγκλήτῳ, ἤλασεν (9) αὐτοὺς φυγάδας. Καὶ οἱ μὲν ᾤχοντο φεύγοντες, ἕτεροι δ’ ἀντ’ αὐτῶν δήμαρχοι ἐγέ‐ νοντο· ὁ δὲ δῆμος ἐβόα βασιλέα τε αὐτὸν εἶναι καὶ ἀνα‐ δεῖσθαι μηδὲν ἔτι μέλλοντα, ἐπεὶ καὶ ἡ Τύχη αὐτὸν ἀνέδησεν (10). Ὁ δὲ πᾶν ἂν ἔφη χαρισάμενος τῷ δήμῳ | |
330 | διὰ τὴν πρὸς αὐτὸν εὔνοιαν τοῦτο [δ’] οὔποτε δώσειν, καὶ συγγνώμην ᾐτεῖτο εἰ ἀντιλέγει σώζων τὰ πάτρια· βού‐ λεσθαι γὰρ τὴν ὕπατον ἀρχὴν ἔχειν νομίμως ἢ βασι‐ λείαν παρανόμως. XXI. Τοιαῦτα (1) μὲν δὴ τότε ἐλέγετο· μετὰ δὲ | |
335 | ταῦτα ἑορτὴ ἐν τῇ Ῥώμῃ ἐγένετο χειμῶνος, Λουπερ‐ κάλια (2) καλεῖται, ἐν ᾗ γηραιοί τε ὁμοῦ πομπεύουσι καὶ νέοι, γυμνοὶ, ἀληλιμμένοι (3) τε καὶ διεζωσμένοι, τούς τε ὑπαντῶντας κατακερτομοῦντες καὶ τύπτοντες αἰ‐ γείαις (4) δοραῖς. Τότε δὲ ἐνστάσης, ἡγεμὼν ᾑρέθη | |
340 | Μάρκος Ἀντώνιος· καὶ προῄει διὰ τῆς ἀγορᾶς, ὥσπερ ἔθος ἦν, συνείπετο δὲ αὐτῷ καὶ ἄλλος ὄχλος. Καθημένῳ δὲ Καίσαρι ἐπὶ τῶν ἐμβόλων λεγομένων ἐπὶ χρυσοῦ θρόνου, καὶ ἱμάτιον ἁλουργὲς ἀμπεχομένῳ, πρῶτον Λι‐ κίνιος δάφνινον ἔχων στέφανον, ἐντὸς δὲ διάδημα περι‐ | |
345 | φαινόμενον (5), προσέρχεται (ἦν γὰρ ὑψηλὸς ὁ τόπος | |
ἐφ’ οὗ Καῖσαρ ἐδημηγόρει, βασταχθεὶς ὑπὸ τῶν συναρ‐ χόντων) καὶ (6) κατέθηκεν αὐτοῦ πρὸ τῶν ποδῶν τὸ διάδημα. Βοῶντος δὲ τοῦ δήμου, ἐπὶ τὴν κεφαλὴν τί‐ θησι· καὶ ἐπὶ τοῦτον Λέπιδον καλοῦντος τὸν ἱππάρχην, | 441 | |
101(350) | ὁ μὲν ὤκνει· ἐν τούτῳ δὲ Κάσσιος Λογγῖνος, εἷς τῶν ἐπιβουλευόντων, ὡς δῆθεν εὔνους ὢν, ἵνα καὶ λανθάνειν μᾶλλον δύναιτο, ὑποφθὰς ἀνείλετο τὸ διάδημα καὶ ἐπὶ τὰ γόνατα αὐτοῦ ἔθηκε. Συνῆν δὲ καὶ Πόπλιος Κά‐ σκας (7). Καίσαρος δὲ διωθουμένου καὶ τοῦ δήμου βοῶν‐ | |
355 | τος, ταχὺ προσδραμὼν Ἀντώνιος γυμνὸς ἀληλιμ‐ μένος (8), ὥσπερ ἐπόμπευεν, ἐπὶ τὴν κεφαλὴν ἐπιτί‐ θησι. Καῖσαρ δὲ ἀνελόμενος αὐτὸ εἰς τὸν ὄχλον ἔρριψε. Καὶ οἱ μὲν τελευταῖοι ἐκρότησαν ἐπὶ τούτῳ, οἱ δὲ πλη‐ σίον ἐβόων δέχεσθαι καὶ μὴ διωθεῖσθαι τὴν τοῦ δήμου | |
360 | χάριν. Ἄλλοι γὰρ ἄλλην γνώμην περὶ τῶν δρωμένων εἶχον· οἱ μὲν γὰρ ἐδυσχέραινον, ἅτε δυναστείας δήλω‐ σιν (9) μείζονος ἢ κατὰ δημοκρατίαν· οἱ δὲ χαρίζεσθαι οἰόμενοι συνέπραττον· οἱ δὲ οὐκ ἔξω τῆς γνώμης αὐτοῦ διεθρόουν τοῦτο Ἀντώνιον (10) πεποιηκέναι· πολλοῖς | |
365 | δ’ ἦν καὶ βουλομένοις βασιλέα αὐτὸν ἀναμφιλόγως γε‐ νέσθαι. Παντοδαπαὶ μὲν φῆμαι ἐν τῷ ὁμίλῳ ἦσαν. Τὸ δ’ οὖν δεύτερον Ἀντωνίου ἐπιτιθέντος, ὁ δῆμος ἐβόησε «Χαῖρε βασιλεῦ» τῆς ἑαυτοῦ γλώττης. Ὁ δὲ οὐ δεχό‐ μενος (11) ἐκέλευσεν εἰς τὸ τοῦ Καπιτωλίου Διὸς ἱερὸν | |
370 | ἀποφέρειν αὐτό· ἐκείνῳ γὰρ μᾶλλον ἁρμόττειν. Καὶ πάλιν ἐκρότησαν οἱ αὐτοὶ, ὥσπερ καὶ πάλαι. Λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς ταῦτα ἔπραττεν Ἀντώνιος ἐκείνῳ μὲν, ὥς γε ᾤετο, χαρίζεσθαι βουλόμενος, αὑτῷ δὲ ἐλπίδα μνώμενος εἰ γένοιτο ποιητὸς υἱός. Τελευταῖον | |
375 | δὲ ἀσπασάμενος Καίσαρα δίδωσι τῶν παρεστώτων τισὶν ἐπιθεῖναι αὐτὸ ἐπὶ τὴν κεφαλὴν τοῦ πλησίον ἀνδριάν‐ τος Καίσαρος· οἱ δὲ ἐπέθεσαν. Ἐν δ’ οὖν τοῖς τότε (12) οὐδενὸς ἧττον καὶ τόδε πραχθὲν ἤγειρε θᾶττον τοὺς ἐπιβουλεύοντας, πίστιν ἐν ὀφθαλμοῖς μείζω παρασχὸν | |
380 | τῶνδ’ ἃ (13) δι’ ὑποψίας εἶχον. XXII. Κίννας δὲ μετ’ οὐ πολὺ στρατηγῶν Καίσαρα παραιτησάμενος δόγμα ἐκύρωσεν κατιέναι τοὺς ἀπελα‐ θέντας δημάρχους καὶ, ὥσπερ βούλεται ὁ δῆμος, πε‐ παυμένους τῆς ἀρχῆς ἰδιώτας εἶναι τῶν κοινῶν μὴ εἰρ‐ | |
385 | γομένους (τῆς ἀρχῆς) (1). Καῖσαρ δὲ οὐ διεκώλυε τὴν κάθοδον· καὶ οἱ μὲν κατῄεσαν (2). Ἀρχαιρεσίαι δ’ ἦσαν ἐνιαύσιοι, ὑπὸ Καίσαρος ἀγόμεναι· αὐτὸς γὰρ εἶχε τὴν τούτων ἐξουσίαν, ὥσπερ ἐκέλευσε τὸ δόγμα· καὶ δὴ ἀποδείκνυσι εἰς τὸ ἐπιὸν ὑπάτους Οὐίβιον Πάνσαν (3), | |
390 | καὶ Αὖλον Ἵρτιον· εἰς δὲ τρίτον ἔτος Δέκμον (4) Βροῦτον, ἕνα τῶν ἐπιβούλων, καὶ Μουνάτιον Πλάγ‐ | |
κον (5). Κατόπιν δὲ τούτου καὶ ἕτερον ἐπράχθη, ὃ σφόδρα ἤγειρε τοὺς συνεστῶτας. Ἀγορὰν κατεσκεύαζε μεγάλην καὶ ἀξιοπρεπῆ ἐν Ῥώμῃ, καὶ τοὺς τεχνίτας | 442 | |
395 | ἀθροίσας τὰ ἔργα εἰς τὴν κατασκευὴν διεπίπρασκεν. Ἐν τούτῳ δὲ αὐτῷ προσῆλθον (6) οἱ Ῥωμαίων ἄριστοι τιμὰς φέροντες, ἅστινας τότε ἐψηφίσαντο ἐν κοινῷ. Τούτων δ’ ἡγεῖτο μὲν ὁ ὕπατος, συνάρχων τότε αὐτῷ ὢν, κομίζων τὰ ἐψηφισμένα· ῥαβδοφόροι τε προῄεσαν | |
101(400) | ἔνθεν καὶ ἔνθεν τὸν ὄχλον ἀνείργοντες· συνῄεσαν δὲ τῷ ὑπάτῳ οἵ τε στρατηγοὶ καὶ δήμαρχοι καὶ ταμίαι καὶ ἄλλαι πᾶσαι ἀρχαί· μετὰ δὲ ἡ σύγκλητος ἐν κόσμῳ εἵπετο καὶ ὁ λαὸς (7) ἄπειρος τὸ πλῆθος καὶ ὅσος οὐκ ἄλ‐ λος· πολλὴ δὲ ἥ τε ἔκπληξις ἦν καὶ τὸ ἀξίωμα τῶν πρώ‐ | |
405 | των, εἰς οὓς τὰ συμπάντων ἀνήρτητο κράτη, θαυμα‐ ζόντων ἄλλον κρείττω. Ὁ δὲ προσιόντων ἐκάθητο καὶ διὰ τὸ τοῖς ἐκ πλαγίου ὁμιλεῖν οὔτ’ ἐπιστρέψας πρὸς αὐτοὺς τὸ πρόσωπον οὔτε προσέχων, ἀλλ’ ὁμοίως διοικῶν ἃ ἐν χερσὶν εἶχεν, εἰς ὃ τῶν πλησίον φίλων τις (8) | |
410 | εἶπεν, Ὅρα τοὺς ἐξ ἐναντίας προσιόντας· καὶ τότε ἀποθέ‐ μενος τὰ γραμματίδια ἐπεστράφη (9), καὶ περὶ ὧν ἦλθον ἤκουε. Συνόντες οὖν αὐτοῖς οἱ ἐπιβουλεύοντες τὸ γεγο‐ νὸς (10) καὶ τοὺς ἄλλους τῆς πρὸς αὐτὸν δυσμενείας ἀνέπλησαν καὶ αὐτοὺς ἤδη ἀχθομένους· ὤργων τότε καὶ | |
415 | οἱ ἐπὶ ὀλέθρῳ τῶν συμπάντων, μή τί γε ἐπ’ ἐλευθερίᾳ ἐπιχειρεῖν τῷ ἀνδρὶ [βουλόμενοι] (11), καὶ προσεδόκων χειρώσασθαι αὐτὸν ἀνίκητον παντάπασι δοκοῦντα εἶναι· δυσὶ γὰρ καὶ τριακοσίαις μάχαις ἐδόκει συμβαλὼν εἰς ἐκεῖνον τὸν χρόνον ἔν τε Ἀσίᾳ καὶ Εὐρώπῃ (12) οὔποθ’ | |
420 | ἡττῆσθαι. Μόνος δὲ πολλάκις ἐξιὼν καὶ φαινόμενος αὐ‐ τοῖς ἐλπίδα ἐνεδίδου τοῦ ἐπιβουλῇ ἁλώσιμος εἶναι· ἐμηχανῶντό τε, εἴ πως παραλύσειαν αὐτοῦ τὴν ἀμφὶ τὸ (13) σῶμα φυλακὴν, λόγῳ τε κηλοῦντες ὡς χρεὼν εἴη ἱερὸν αὐτὸν πρὸς πάντων νομίζεσθαι πατέρα τε καλεῖ‐ | |
425 | σθαι τῆς πόλεως, καὶ ψηφίσματα περὶ τούτων γράφον‐ τες, εἴ πως ἐκεῖνος τούτοις παραχθεὶς τῷ ὄντι πιστεύ‐ σειεν ὑπ’ αὐτῶν στέργεσθαι, καὶ τοὺς δορυφόρους ἀπολύ‐ σειεν, οἰόμενος τῇ πάντων εὐνοίᾳ φυλάττεσθαι. Ὅπερ γενόμενον πολλὴν αὐτοῖς εἰς τὸ ἔργον ῥᾳστώνην παρέσχε. | |
430 | XXIII. Συνῄεσαν δ’ ἐν φανερῷ μὲν οὔποτε βουλευ‐ σόμενοι, λάθρα δὲ κατ’ ὀλίγους εἰς τὰς ἀλλήλων οἰκίας· καὶ πολλὰ μὲν, ὥσπερ εἰκὸς ἦν, ἐλέχθη τε αὐτοῖς καὶ ἐκινήθη, σκοπουμένοις τοσόνδε ἔργον ὅπως τε ἐπιθή‐ σονται καὶ ὁποῦ. Τινὲς μὲν οὖν εἰσέφερον διὰ τῆς ἱερᾶς | |
435 | καλουμένης ὁδοῦ ἰόντι ἐγχειρεῖν· ἐφοίτα γὰρ πολλάκις ἐκείνῃ· ἄλλοι δ’ ἐν ταῖς ἀρχαιρεσίαις, ἐν αἷς αὐτὸν ἔδει καθιστάντα ἐν τῷ πρὸ τῆς πόλεως πεδίῳ τὰς ἀρχὰς | |
διιέναι τινὰ γέφυραν, διακληρωσάμενοι τὸ ἔργον ὅπως οἱ μὲν ὤσειαν αὐτὸν ἀπὸ τῆς γεφύρας, οἱ δὲ ἐπιδρα‐ | 443 | |
440 | μόντες κτείνειαν (1)· ἄλλοι δὲ ὅταν θέαι μονομάχων ἄγωνται· ὑπόγυοι δ’ ἦσαν· ἔνθα καὶ ὅπλα ὁρᾶσθαι πα‐ ρεσκευασμένα ἐπὶ τὴν πρᾶξιν ἀνύποπτον ἦν διὰ τὸν ἀγῶνα. Οἱ πλεῖστοι δὲ παρῄνουν ἐν τῇ βουλῇ συν‐ εδρεύοντα κτείνειν, ἡνίκα μόνος αὐτὸς ἔμελλεν ἔσεσθαι· | |
445 | (οὐ γὰρ συνεισίασιν οἱ μὴ μετέχοντες αὐτῆς), πολλοὶ δ’ οἱ ἐπιβουλεύοντες ὑπὸ τοῖς ἱματίοις ἔχοντες ἐγχειρί‐ δια. Καὶ ἐκράτει ἥδε ἡ γνώμη. Συνέλαβε δὲ καὶ τύχη τις εἰς τοῦτο, ποιήσασα ἡμέραν ῥητὴν αὐτὸν ὁρίσαι εἰς ἣν (2), συνίασιν οἱ ἐκ τοῦ συνεδρίου βουλευσόμενοι | |
101(450) | περὶ ὧν αὐτὸς ἔμελλεν εἰσοίσειν. Ἐπεὶ δὲ ἐνέστη ἡ κυρία ἡμέρα, συνῄεσαν παρεσκευασμένοι τοῖς πᾶσιν. Ἐγίνετο δὲ αὐτοῖς ἡ σύνοδος εἰς τὴν Πομπηίου στοὰν, ἔνθα ἑκάστοτε (3) συνελέγοντο. Τῷ δ’ ἄρα ὁ δαίμων διε‐ δείκνυε τὰ ἐνθάδε (4) ὁποῖα εἴη, ὡς πάντα ἀστάθμητα | |
455 | καὶ τῆς τύχης ἥττω, εἰς τὸ τοῦ ἐχθροῦ αὐτὸν ὑπάγων χωρίον, ἐν ᾧ ἔμελλε πρὸ τοῦ ἐκείνου ἀνδριάντος νεκρὸς κείσεσθαι, καὶ οὗ ζῶντος περιεγένετο, τούτου τεθνεῶτος πρὸς τῷ εἰδώλῳ ἀποσφάττεσθαι. Ἰσχυρότερον δέ τι καὶ ἡ μοῖρα, εἰ δή τις ἐπέστη τούτοις. Οἵ τε (5) γὰρ φίλοι | |
460 | ἐκείνης τῆς ἡμέρας ἐκώλυον, διά τινας φήμας οἰωνιζό‐ μενοι, πορεύεσθαι εἰς τὸ βουλευτήριον· ἰατροί τε διὰ νόσον σκοτώδη (6) ἑκάστοτε συμβαίνουσαν αὐτῷ καὶ τότε προσπεσοῦσαν· ἥ τε γυνὴ πάντων μάλιστα, Καλπουρνία ὄνομα, διά τινας ὄψεις ἐνυπνίων δειματω‐ | |
465 | θεῖσα (7), ἐνέφυ τε αὐτῷ καὶ οὐκ ἔφη ἐάσειν ἐκείνης ἐξιέναι τῆς ἡμέρας. Παραστὰς δὲ Βροῦτος, εἷς τῶν ἐπιβουλευόντων, ἐν δὲ τοῖς μάλιστα φίλοις τότε νομιζό‐ μενος, «Τί σὺ λέγεις, εἶπεν, ὦ Καῖσαρ; Καὶ σὺ ὁ τηλικόσδε, γυναικὸς ἐνυπνίοις καὶ ἀνδρῶν ματαίων | |
470 | κληδόσι (8) προσσχὼν, ὑβρίσεις (9) τήν σε τιμήσασαν σύγκλητον, ἣν αὐτὸς συνεκάλεσας, οὐκ ἐξιών; Ἀλλ’ οὐκ, ἤν γέ μοι πείθῃ, ἀλλὰ ῥίψας τὰ τούτων ὀνειροπολήματα πορεύσῃ· κάθηται γὰρ ἐξ ἑωθινοῦ σὲ περιμένουσα.» Καὶ ὃς ἐπείσθη τε καὶ ἐξῆλθεν. | |
475 | XXIV. Ἐν τούτῳ οἱ μὲν σφαγεῖς ηὐτρεπίζοντο, τάττοντες αὑτοὺς οἱ μὲν εἰς πλησίον αὐτοῦ καθέδρας, οἱ δὲ ἐξ ἐναντίας, οἱ δὲ κατόπισθεν. Οἱ δὲ ἱερεῖς θύματα προσέφερον πρὸ τῆς εἰς τὸ βουλευτήριον εἰσόδου θυσομένῳ τὴν ὑστάτην θυσίαν ἐκείνην. Καὶ δῆλον ὡς οὐκ ἐκαλλιέ‐ | |
480 | ρει. Δυσθυτοῦντες δ’ οἱ μάντεις ἕτερα ἐφ’ ἑτέροις θύματα ὑπήλλαττον, εἴ τι αὐτοῖς ἄμεινον ὧν (1) ἐσημαίνετο | |
φανείη· τελευτῶντες δὲ χαλεπῶς τἀκ θεῶν ὁρᾶν ἔφασαν, καί τινα ἀλάστορα ἐν τοῖς ἱεροῖς ἐγκεκρυμμένον δίοπτον εἶναι. Ὁ δὲ ἀχθεσθεὶς ἀπεστράφη πρὸς δυόμενον τὸν | 444 | |
485 | ἥλιον· καὶ οἱ μάντεις πολὺ μᾶλλον τοῦτο οἰωνίσαντο. Παρόντες δὲ οἱ φονεῖς (2) ἥσθησαν ἐπὶ τούτοις. Ὁ δὲ Καῖσαρ, πολὺ μάλιστα τῶν φίλων δεομένων ἀναβαλέ‐ σθαι τὸν σύλλογον ἐκείνης τῆς ἡμέρας διὰ τὰ λεγόμενα ὑπὸ τῶν μάντεων, ἐπένευσε (3) καὶ δὴ τοῦτο δρᾶν. Ταχὺ | |
490 | δ’ οἱ ὑπηρέται αὐτῷ ἐπέστησαν καλοῦντες καὶ λέγοντες ὅτι πλήρης ἡ βουλὴ εἴη. Καὶ ὁ μὲν εἰς τοὺς φίλους διέ‐ βλεψεν. Ὁ δὲ Βροῦτος αὐτῷ πάλιν παραστὰς, «Ἴθι, ὦ ἀγαθὲ, ἔφη, τοῖς λήροις τούτων χαίρειν φράσας, καὶ ἃ Καίσαρί τε καὶ τῇ τοσαύτῃ ἀρχῇ διοικεῖν πρέπει, μὴ | |
495 | ἀναβάλλου, αἴσιον οἰωνὸν τὴν σεαυτοῦ ἀρετὴν ποιού‐ μενος.» Καὶ ὁ μὲν ταῦτα παραπείθων, ὁμοῦ τῆς δεξιᾶς λαβόμενος (ἐγγὺς δ’ ἦν καὶ τὸ συνέδριον) ἦγεν αὐτόν. Ὁ δὲ εἵπετο σιωπῇ. Εἰσιόντα δὲ αὐτὸν ὡς εἶδεν ἡ σύγ‐ κλητος, ὑπανέστη εἰς τιμῆς ἀξίωσιν. Οἱ δὲ μέλλοντες | |
101(500) | ἐγχειρήσειν περὶ αὐτὸν ἦσαν. Πρῶτος δὲ πάντων ἐπ’ αὐτὸν καθίετο (4) Τύλλιος Κίμβρος (5), ᾧ ἔφευγεν ἀδελφὸς ἐληλαμένος ὑπὸ Καίσαρος. Ἐν προσχήματι δὴ τοῦ ἀντιβολεῖν αὐτὸν λιπαρῶς ὑπὲρ τοῦ ἀδελφοῦ προσ‐ ελθὼν ἥπτετο τῆς ἀναβολῆς, καί τι θρασύτερον εἴσω | |
505 | τὰς χεῖρας ἔχοντος ἐδόκει δρᾶν, ἐκώλυέ τε, εἰ βούλοιτο ἀνίστασθαι καὶ ταῖς χερσὶ χρῆσθαι· ὀργιζομένου δ’ ἐπι‐ στρεφῶς ἐκείνου, ἔργου εἴχοντο οἱ ἄνδρες, ταχὺ δὲ πάν‐ τες γυμνώσαντες τὰ ἐγχειρίδια, ἐπ’ αὐτὸν ὥρμησαν. Καὶ πρῶτος μὲν Σερουίλιος Κάσκας (6) κατὰ τὸν ἀριστε‐ | |
510 | ρὸν ὦμον ὀρθῷ τῷ ξίφει παίει μικρὸν ὑπὲρ τὴν κλεῖν, εὐθύνων ἐπ’ αὐτὴν, ταραττόμενος δὲ οὐκ ἠδυνήθη (7). Καῖσαρ δ’ ἀνέστη (8) ὡς ἀμυνούμενος ἐπ’ αὐτόν· καὶ ὃς τὸν ἀδελφὸν βοᾷ Ἑλλάδι γλώττῃ ὑπὸ θορύβου. Ὁ δ’ ὑπακούσας ἐρείδει τὸ ξίφος κατὰ τῆς πλευρᾶς. | |
515 | Μικρὸν δὲ Κάσσιος ὑποφθὰς εἰς τὸ πρόσωπον ἐγκαρσίαν αὐτῷ πληγὴν δίδωσι· Δέκμος δὲ Βροῦτος ὑπὸ ταῖς λα‐ γόσι διαμπερὲς παίει. Κάσσιος δὲ Λογγῖνος ἑτέραν ἐπεκδοῦναι πληγὴν σπεύδων, τοῦ μὲν ἁμαρτάνει, τυγχά‐ νει δὲ τῆς Μάρκου Βρούτου χειρός. Μινούκιος (9) δὲ | |
520 | καὶ αὐτὸς τύπτων Καίσαρα, παίει Ῥούβριον εἰς τὸν μηρόν. Ἐῴκεσάν τε μαχομένοις ἐπ’ αὐτῷ. Πίπτει δὲ ὑπὸ πλήθους τραυμάτων πρὸ τοῦ Πομπηίου ἀνδριάντος. Καὶ οὐδεὶς ἔτι λοιπὸν ἦν ὃς οὐχὶ νεκρὸν κείμενον ἔπαιεν, ὅπως ἂν καὶ αὐτὸς (10) δοκοίη τοῦ ἔργου συνῆφθαι, εἰς | |
525 | ὃ εʹ καὶ λʹ (11) λαβὼν τραύματα ἀπέπνευσεν. XXV. Κραυγὴ δὲ μυρία ἐφέρετο, τῶν μὲν ἐκ τοῦ συνεδρίου φευγόντων μετ’ ἐκπλήξεως, ὅσοι μὴ μετεῖχον τοῦ βουλεύματος, καὶ οἰομένων αὐτίκα καὶ ἐπὶ σφᾶς τὸ | |
δεινὸν ἥξειν, τῶν δ’ ἔξω Καίσαρι συνόντων (1) πάσης οἰο‐ | 445 | |
530 | μένων εἶναι τῆς βουλῆς τὸ ἔργον καὶ στράτευμα μέγα (2) εἶναι τὸ ἐπὶ τοῦτο ἐληλυθὸς, τῶν δ’ ἄλλων ὑπ’ ἀγνοίας τοῦ γεγονότος πρὸς τὸ ἐξαπιναῖον τοῦ θορύβου καὶ τὰ ἐν ὄψει ὁρώμενα (ταχὺ γὰρ οἱ σφαγεῖς τὰ ἐγχειρίδια ᾑμαγμένα ἔχοντες * (3)) δειματουμένων τε καὶ δρόμῳ | |
535 | φερομένων. Πάντα δ’ ἦν φευγόντων πλέα μετὰ κραυγῆς. Ἐξανέστη δὲ καὶ ὁ δῆμος οὐδενὶ σὺν κόσμῳ φεύγων ἐκ τοῦ θεάτρου (ἐτύγχανε γὰρ θεώμενος μονομαχίας), τὸ μὲν πραχθὲν βεβαίως οὐκ εἰδὼς, ὑπὸ δὲ τῆς πάντοθεν βοῆς ταραττόμενος. Οἱ μὲν γὰρ ἔφασαν τὴν σύγκλητον | |
540 | ὑπὸ τῶν μονομάχων σφάττεσθαι, οἱ δὲ Καίσαρος ἀπο‐ σφαγέντος τὴν στρατιὰν ἐφ’ ἁρπαγὴν τῆς πόλεως τε‐ τράφθαι, ἄλλοι δὲ ἄλλα ὑπελάμβανον. Ἀκοῦσαι δ’ οὐδὲν ἦν σαφές· ἄκριτος γάρ τις ἐπεῖχε τάραχος εἰς ὃ τοὺς σφαγέας εἶδον, καὶ Μάρκον Βροῦτον παύοντα τὸν θόρυ‐ | |
545 | βον καὶ θαρρεῖν παρακελευόμενον, ὡς οὐδενὸς κακοῦ γεγονότος· ἡ δὲ σύμπασα διάνοια ἦν, καὶ τὰ λόγῳ κομπαζόμενα τοῖς σφαγεῦσιν (4), ὡς τύραννον κτείνειαν. Ἐγένοντο δ’ ἐν αὐτοῖς λόγοι, ὡς χρὴ καὶ ἄλλους ἀναι‐ ρεῖν, οἳ ἔμελλον σφίσιν ἐναντιώσεσεσθαι καὶ περὶ τῆς | |
101(550) | ἀρχῆς αὖθις ἀγωνιεῖσθαι· οὓς ἐπισχεῖν φασὶ Μάρκον Βροῦτον, οὐ δίκαιον λέγοντα εἶναι, πρὸς οὓς ἐμφανῆ μὴ ὑπέστη (5) ἐγκλήματα, τούτους δι’ ὑποψίας ἀποφανοῦς ἀποσφάττειν. Καὶ ἐνίκα ταῦτα. Ἐξαΐξαντες δὴ τοὐν‐ τεῦθεν οἱ σφαγεῖς ἔφευγον θέοντες διὰ τῆς ἀγορᾶς εἰς τὸ | |
555 | Καπιτώλιον, γυμνὰ ἔχοντες τὰ ξίφη, ὑπὲρ κοινῆς ἐλευθερίας ταῦτα βοῶντες εἰργάσθαι. Εἵπετο δ’ αὐτοῖς πολὺς μονομάχων καὶ οἰκετῶν ὄχλος, ἐπ’ αὐτὸ τοῦτο εὐτρεπής. Διαδρομαὶ δ’ εὐρεῖαι ἦσαν ἔν τε ταῖς ὁδοῖς καὶ κατ’ ἀγορὰν, διεξελθόντος ἤδη τοῦ λόγου εἰς τὸ πλῆ‐ | |
560 | θος, ὅτι σφαγείη Καῖσαρ· ἐῴκει τε ἡ πόλις ἁλισκομένῃ. Ἀναβάντες δὲ εἰς τὸ Καπιτώλιον καὶ διανειμάμενοι τὸ χωρίον ἐν κύκλῳ ἐφρούρουν, δεδοικότες, μὴ τὸ Καίσα‐ ρος στρατιωτικὸν αὐτοῖς ἐπίοι. XXVI. Ὁ δὲ νεκρὸς ἐκεῖ (1) ἔκειτο ἔνθα ἔπεσεν | |
565 | ἀτίμως πεφυρμένος αἵματι, ἀνδρὸς ἐλάσαντος μὲν πρὸς ἑσπέραν ἄχρι Βρεττανῶν τε καὶ Ὠκεανοῦ, διανοουμέ‐ νου δ’ ἐλαύνειν πρὸς ἕω ἐπὶ τὰ Πάρθων ἀρχεῖα καὶ Ἰνδῶν, ὡς ἂν, κἀκείνων ὑπηκόων γενομένων, εἰς μίαν ἀρχὴν κεφαλαιωθείη γῆς πάσης καὶ θαλάττης τὰ κράτη· | |
570 | τότε δ’ οὖν ἔκειτο, μηδενὸς τολμῶντος ὑπομένειν (2) καὶ τὸν νεκρὸν ἀναιρεῖσθαι. Οἱ μὲν γὰρ παρόντες ἐπεφεύγεσαν, οἱ δ’ ἔξω ὄντες τῶν φίλων ἐκρύπτοντο ἐν ταῖς οἰκίαις· οἱ δ’ ἐξῄεσαν μεταμφιεννύμενοι εἴς τε τοὺς ἀγροὺς καὶ τὰ σύνεγγυς χωρία. Παρέστη δ’ αὐτῷ τῶν | |
575 | φίλων οὐδεὶς, πολλῶν ὄντων, οὔτε σφαττομένῳ οὔτε μετὰ ταῦτα, ὅτι μὴ Σαβῖνος Καλουίσιος καὶ Κηνσω‐ | |
ρῖνος. Οὗτοι δὲ ἐπιφερομένων τῶν περὶ Βροῦτον καὶ Κάσσιον μικρὸν ἀντιστάντες ἔφυγον διὰ τὸ ἐκείνων πλῆθος· οἱ δὲ ἄλλοι τὸ κατὰ σφᾶς περιέβλεπον· τοῖς δὲ | 446 | |
580 | καὶ βουλομένοις ἦν τὰ γιγνόμενα. Φασί γέ τοί τινα αὐτῶν εἰπεῖν ἐπὶ τεθνηῶτι· «Ἅλις τυράννου θεραπείας.» Οἰκέται δὲ δὴ τρεῖς (3), οἵπερ ἦσαν πλησίον, ὀλίγον ὕστερον ἐνθέμενοι τὸν νεκρὸν εἰς φορεῖον οἴκαδε ἐκόμιζον διὰ τῆς ἀγορᾶς ὁρώμενον, ἔνθεν καὶ ἔνθεν ἀνεσταλμένων | |
585 | τῶν παρακαλυμμάτων, αἰωρουμένας (4) τὰς χεῖρας καὶ τὰς ἐπὶ τοῦ προσώπου πληγάς. Ἔνθα οὐδεὶς ἄδακρυς ἦν, ὁρῶν τὸν πάλαι ἴσα καὶ θεὸν τιμώμενον· οἰμωγή τε πολλὴ καὶ στενὼ (5) συμπαρεπέμπετο ἔνθεν καὶ ἔνθεν ὀλοφυρομένων ἀπό τε τῶν τεγῶν καθ’ οὓς ἂν γένοιτο | |
590 | καὶ ἐν ταῖς ὁδοῖς καὶ προθύροις. Καὶ ἐπειδὴ πλησίον τῆς οἰκίας ἐγένετο, πολὺ δὴ μείζων ὑπήντα κωκυτός· ἐξεπεπηδήκει (6) γὰρ ἡ γυνὴ μετὰ πολλοῦ ὄχλου γυναι‐ κῶν τε καὶ οἰκετῶν, ἀνακαλουμένη τὸν ἄνδρα, καὶ ἑαυ‐ τὴν ὀδυρομένη, ὅτι μάτην προὔλεγε μὴ ἐξιέναι τὴν | |
595 | ἡμέραν ἐκείνην. Τῷ δ’ ἤδη μοῖρα ἐφειστήκει πολὺ κρείττων ἢ κατὰ τὴν αὐτῆς ἐλπίδα. XXVI. Καὶ οἱ μὲν αὐτῷ τάφον ηὐτρέπιζον, οἱ δ’ αὐτόχειρες, πολλοὺς πρὸ τοῦ ἔργου ἑτοιμασάμενοι μονο‐ μάχους, ἡνίκα μὲν ἔμελλον ἐγχειρήσειν, ἵδρυσαν αὐτοὺς | |
101(600) | ἐν ὅπλοις μεταξὺ τοῦ τε βουλευτηρίου καὶ τοῦ θεάτρου ἐν τῷ Πομπηίου περιπάτῳ. Ἦν δ’ ὁ τούτους εὐτρεπίζων Δέκμος Βροῦτος (1), προφάσεσι μὲν ὡς ἐπ’ ἄλλο, συν‐ αρπάσαι δή τινα βουλόμενος, ὡς ἔφη, τῶν εἰς τὸ θέατρον συνιόντων μονομάχων, ὃς αὑτὸν ἐκείνῳ προα‐ | |
605 | πεμίσθωσεν (ἀγῶνες γὰρ τότε ἦσαν· οὓς δὴ (2) καὶ αὐτὸς δώσειν μέλλων προσεποιεῖτο φιλοτίμως ἔχειν πρὸς τὸν τότε ἀγωνοθέτην)· τῷ δ’ ἔργῳ ἡ παρασκευὴ ἐγίνετο ἐπὶ τὸν φόνον, ἵν’ εἴ τι ἀντικρούσεται τῶν Καίσαρι ἀμυ‐ νομένων, παρείη αὐτοῖς ἡ βοήθεια. Τούτους οὖν ἔχοντες | |
610 | κατέβαινον ἐκ τοῦ Καπιτωλίου καὶ ἄλλο οἰκετῶν πλῆ‐ θος. Συγκαλέσαντες δὲ τὸν δῆμον διάπειραν ἔγνωσαν αὐτοῦ καὶ τῶν ἐν τέλει ποιήσασθαι, πῶς ἔχουσι γνώ‐ μης πρὸς αὐτοὺς, πότερον ὡς τυραννίδα παύσαντας ἀποδέχοιντο ἢ ὡς φονέας ** μείζω (3) κακὰ ἀπ’ αὐτῶν | |
615 | ἐκραγήσεσθαι· οὐ γὰρ ἀπὸ μικρᾶς διανοίας καὶ παρα‐ σκευῆς γεγονέναι ταῦτα, οὔτε ὑφ’ ὧν ἐπράχθη, οὔτε ἐπὶ οὓς ἐβουλεύθη· μεγάλα γὰρ δὴ στρατόπεδα εἶναι τὰ Καίσαρος ἐπικουρικὰ, καὶ μεγάλους ἡγεμόνας τοὺς διαδόχους αὐτοῦ τῆς διανοίας ἀπολελειμμένους. | |
620 | Σιγὴ δὲ τότε παρὰ τὸ ἄηθες ἐν θορύβῳ τῆς γνώ‐ μης πολλὴ ἦν (4), καραδοκούντων πάντων, ὅ τι πρῶ‐ τον ὡς ἐν τῷ τοιῷδε τολμηθείη, καὶ ἄρξειε τῆς νεω‐ τεροποιίας. Ἐν τούτῳ δὲ Μάρκος Βροῦτος, κατὰ πολλὴν ἡσυχίαν τοῦ δήμου τὸ μέλλον προσδεχομένου, | |
625 | σωφροσύνῃ τε βίου διὰ παντὸς τιμώμενος κατά τε εὔ‐ | |
κλειαν προγόνων, καὶ τὴν ἀπ’ αὐτοῦ ἐπιείκειαν εἶναι δοκοῦσαν, ἔλεξε τοιάδε. Ζήτει ἐν τῷ Περὶ δημη‐ γοριῶν. XXVII. Μετὰ δὲ τὴν δημηγορίαν ἀναχωρήσαντες | 447 | |
630 | πάλιν εἰς τὸ Καπιτώλιον ἐβουλεύοντο περὶ τῶν παρόν‐ των ὃ χρὴ ποιεῖν. Ἔδοξε δ’ οὖν αὐτοῖς πέμψαι πρέσβεις πρός τε Λέπιδον καὶ Ἀντώνιον, ὅπως ἂν πείσειαν ἐλθεῖν τε πρὸς αὐτοὺς εἰς τὸ ἱερὸν καὶ ἐν κοινῷ βουλεύεσθαι περὶ τοῦ μέλλοντος συνοίσειν τῇ πόλει, ὑπισχνεῖσθαί | |
635 | τε αὐτοῖς, πάνθ’ ὅσα ἔχουσι παρὰ Καίσαρος, ἐν δωρεᾶς μέρει κύρια ποιήσειν, ὥστε τούτων γ’ οὕνεκα μὴ διαφέ‐ ρεσθαι. Τοῖς δ’ ἥκουσιν ἐκεῖνοι ἔφασαν εἰς τὴν ὑστεραίαν ἀπόκρισιν δώσειν. Γενομένων δὲ τούτων περὶ δείλην ὀψίαν πολὺ μείζων κατέσχε τὴν πόλιν θόρυβος. Ἕκα‐ | |
640 | στός τε τὸ καθ’ ἑαυτὸν ἐφυλάττετο τοῦ κοινοῦ ἤδη ἀφε‐ στηκὼς, φοβούμενος τὰς ἐξαπίνης ἐπιβουλὰς καὶ ἐπι‐ χειρήσει (1), τῶν πρώτων ἐν ὅπλοις ὄντων καὶ ἀλλή‐ λοις ἀντικαθημένων, σφίσι δὲ ἔτι ἀδήλου ὄντος τοῦ βεβαίως προστησομένου. Καὶ τότε μὲν ἐπεὶ νὺξ ἦν, | |
645 | διελύθησαν ἀπ’ ἀλλήλων· τῇ δὲ ὑστεραίᾳ ἦν μὲν ἐν ὅπλοις Ἀντώνιος ὕπατος ὤν· Λέπιδος δὲ ἀθροίσας οὐκ ὀλίγην στρατιὰν ἐπικούρων, διὰ μέσης ἀγορᾶς διεξῄει ἀμύνειν ἐγνωκὼς Καίσαρι. Ὡς δὲ τοῦτο γεγονὸς εἶδον οἱ πρότερον ἐνδοιάζοντες, συνέρρεον πρὸς αὐτοὺς μεθ’ | |
101(650) | ὅπλων κατὰ ἰδίας ἑταιρείας, καὶ μέγα (2) στράτευμα ἐγένετο. Ἦσαν δὲ οἳ τοῦτο δέει ἔδρων οὐ βουλόμενοι φανεροὶ εἶναι χαίροντες ἐπὶ τῇ Καίσαρος τελευτῇ, ἀλλὰ τῷ συνίστασθαι μετὰ τούτων θεραπεύοντες τὴν ἔπειτα ἐλπίδα. Πολλὰ δὲ ἐπέμπετο καὶ εἰς τοὺς ὑπὸ Καίσαρος | |
655 | εὖ πεπονθότας ἢ πόλεων κατοικησίαις (3) ἢ γῆς κλη‐ ρουχήσεσι ἢ χρημάτων νομαῖς, ὡς μέλλοι πάντα κινεῖ‐ σθαι, εἰ μή τι φανείη καὶ ἀπ’ αὐτῶν καρτερόν. Πολλαὶ δὲ καὶ ὀλοφύρσεις καὶ ἱκετεῖαι πρὸς τοὺς ἐκείνου φίλους ἐγίγνοντο, καὶ μάλιστα τοὺς συνεστρατευμένους πρότε‐ | |
660 | ρον μνημονεύειν παρακελευόμεναι, οἷος ὢν οἷα πάθοιεν ἐρημίᾳ φίλων. Συνέρρεον (4) δὲ ἤδη πολλοὶ κατά τε οἶκτον καὶ φιλότητα, καὶ κέρδη ἴδια δὲ καὶ νεωτερισμοῦ εὑρόντες, καὶ μάλιστα ἐπειδὴ μαλακώτερα τὰ ἐκ τῶν ἐναντίων ἐφαίνετο, καὶ οὐχ ὁποῖα τὸ πρότερον προσεδο‐ | |
665 | κήθη κατὰ ὑπόνοιαν ἰσχύος μείζονος. Ἐλέγετο δ’ ἤδη ἐκ τοῦ φανεροῦ, ὅτι χρὴ ἀμύνειν αὐτῷ μηδὲ ἄλλως ποιεῖν μηδὲ περιορᾶν ἀτιμώρητον τὸν φόνον (5). Ἄλλοι δὲ ἄλλα κατὰ συστάσεις ἀθροιζόμενοι ἔλεγον, οἱ μὲν πρὸς τῶνδε, οἱ δὲ πρὸς τῶνδε. Ὅσοι δὲ πολιτείας τι | |
670 | μετεποιοῦντο ἡδόμενοι ἐπὶ τῇ συμπάσῃ (6) μεταβολῇ, ἐκάκιζον τοὺς Καίσαρος σφαγέας, ὅτι οὐχὶ πλείους ἀνέ‐ λοιεν τῶν τότε ὑπόπτων, καὶ βέβαιον ἀποδοῖεν σφίσι τὴν ἐλευθερίαν· πράγματα γὰρ αὐτοῖς τοὺς λειπομένους οὐκ ὀλίγα παρέξειν· ἦσαν δ’ οἱ προμηθείᾳ πλέονι δο‐ | |
675 | κοῦντες καὶ πείρᾳ τῶν ἐπὶ Σύλλα πρότερόν ποτε συμ‐ | |
πεσόντων εἰδότες παρακελεύεσθαι ἐκ μέσου συστῆναι ἀμφοτέροις· καὶ γὰρ τότε οἱ ἀπολωλέναι δόξαντες αὖθις ἀναθαρρήσαντες τοὺς νενικηκότας ἤλασαν· πολὺν οὖν πό‐ νον παρέξειν Καίσαρα καὶ ἀπολωλότα τοῖς τε σφαγεῦσι | 448 | |
680 | καὶ τῇ τούτων ἑταιρείᾳ, μεγάλων στρατευμάτων ἐνεστώ‐ των καὶ ἀνδρῶν ἐπ’ αὐτοῖς δραστηρίων. Οἱ δὲ περὶ Ἀν‐ τώνιον πρὶν μὲν παρασκευάσασθαι, διεπρεσβεύοντο καὶ διελέγοντο τοῖς ἐν Καπιτωλίῳ. Ἐπεὶ δὲ πλήθει ὅπλων καὶ στρατιᾶς ἐθάρρησαν, διοικεῖν ἠξίουν τὰ κοινὰ, | |
685 | παύσαντες τὸν ἐν τῇ πόλει τάραχον. Πρῶτον δὲ ἐν σφίσι βουλὴν προὔθεσαν ὅπως χρὴ ἔχειν πρὸς τοὺς σφα‐ γέας, συγκαλέσαντες τοὺς φίλους. Τῶνδε Λέπιδος μὲν ἀπεφήνατο γνώμην, πολεμεῖν ἄντικρυς αὐτοὺς καὶ τιμωρεῖν Καίσαρι· Ἴρτιος δὲ διαλέγεσθαι καὶ φιλίαν | |
690 | τίθεσθαι. Ἄλλος δὲ τὴν ἐναντίαν εἶπε τῷ Λεπίδῳ προσ‐ θέμενος, ὡς καὶ ἀνόσιον εἴη περιορᾶν νήποινον τὸν Καίσαρος φόνον, καὶ αὐτοῖς μέντοι οὐκ ἀσφαλὲς, ὅσοι ἐκείνῳ ἦσαν φίλοι· καὶ γὰρ εἰ ἐν τῷ παρόντι ἡσυχά‐ ζουσιν οἱ αὐτόχειρες, ἀλλὰ δύναμίν γε κτησάμενοι | |
695 | χωρήσουσιν ἐπὶ πλέον. Ἀντώνιος δὲ τῇ Ἰρτίου προσθέ‐ μενος γνώμῃ, σώζειν αὐτοὺς ἠξίου. Ἦσαν δ’ οἱ ἀπο‐ πέμψασθαι παρακελευόμενοι ἐκ τῆς πόλεως ὑποσπόν‐ δους (8). XXVIII. Μετὰ δὲ θάνατον καὶ κηδείαν τοῦ μεγάλου | |
101(700) | Καίσαρος συνεβούλευσαν οἱ φίλοι Καίσαρι τῷ νέῳ Ἀν‐ τώνιον ποιήσασθαι φίλον καὶ τῶν πραγμάτων ἐπιμε‐ λητήν. ** Πολλῶν (1) δὲ καὶ ἄλλων αἰτίων συμβάντων πρὸς τὴν πρὸς ἀλλήλους διαφορὰν, ἐδόκει αὐτοῖς τὴν ἔχθραν ἐξάπτειν μᾶλλον πρὸς ἀλλήλους, διάφορος μὲν | |
705 | ὢν (2) πρὸς Καίσαρα, συμπράττων δ’ Ἀντωνίῳ. Καῖσαρ δ’ οὐδὲν ὀρρωδῶν ἐκ τοῦ μεγαλόφρονος, θέας ἐποίει (3) ἐνστάσης ἑορτῆς ἣν ὁ πατὴρ αὐτοῦ κατεστήσατο Ἀφρο‐ δίτῃ. Καὶ αὖθις προσελθὼν (4) σὺν πλείοσιν ἔτι καὶ φί‐ λοις, παρεκάλει Ἀντώνιον, συγχωρῆσαι τὸν δίφρον μετὰ | |
710 | τοῦ στεφάνου τίθεσθαι τῷ πατρί. Ὁ δ’ ὅμοια ἠπείλη‐ σεν, εἰ μὴ τούτων ἀποστὰς ἡσυχίαν ἄγοι. Καὶ ὃς ἀπῄει καὶ οὐδὲν ἠναντιοῦτο, κωλύοντος τοῦ ὑπάτου· εἰσιόντα γε μὴν αὐτὸν εἰς τὸ θέατρον ἐκρότει ὁ δῆμος εὖ μάλα καὶ οἱ πατρικοὶ στρατιῶται ἠχθημένοι (5) διότι τὰς πα‐ | |
715 | τρῴους ἀνανεούμενος τιμὰς διεκωλύθη, ἄλλους τε ἐπ’ ἄλλοις κρότους ἐδίδουν παρ’ ὅλην τὴν θέαν ἐπισημαινό‐ μενοι (6). Ὁ δὲ τὸ ἀργύριον ἠρίθμει τῷ δήμῳ· ὅπερ αὐτῷ μεγάλην εὔνοιαν παρέσχεν. Ἐξ ἐκείνης δὲ τῆς ἡμέρας μᾶλλόν τι φανερὸς ἦν Ἀντώνιος δυσμενῶς ἔχων πρὸς | |
720 | Καίσαρα, ἐμποδὼν γενόμενος τῇ τοῦ δήμου σπουδῇ πρὸς αὐτόν (7)· ἑώρα τε Καῖσαρ (8), ὅπερ αὐτῷ ἐκ τῶν τότε παρόντων καταφανὲς γενόμενον, προστασίας δεόμενος πολιτικῆς· ἑώρα δὲ καὶ τοὺς ὑπάτους ἐκ τοῦ φανεροῦ ἀνθεστῶτας ἰσχύν τε πολλὴν ἔχοντας καὶ ἄλλην ἔτι σφίσι | 449 |
725 | προσποιοῦντας. Καὶ γὰρ τὸ ταμιεῖον τῆς πόλεως, ὃ πολ‐ λῶν χρημάτων ὁ πατὴρ αὐτοῦ ἐνέπλησεν, ἐντὸς δυοῖν μηνοῖν ἢ Καίσαρα τελευτῆσαι κενὸν ἐποίησαν καθ’ ἣν τύχοι πρόφασιν ἐν ἀκαταστασίᾳ πολλῇ πραγμάτων ἐκ‐ φοροῦντες ἀθρόον τὸ ἀργύριον, καὶ τοῖς σφαγεῦσι φίλοι | |
730 | ἦσαν. Μόνος δ’ ἔτι λοιπὸς ἦν Καῖσαρ τιμωρὸς τῷ πατρὶ, διαμεθέντος Ἀντωνίου τὸ σύμπαν καὶ τὴν πρὸς τοὺς φο‐ νεῖς ἀγαπῶντος ἀμνηστίαν. Συνῄεσαν οὖν πολλοὶ [μὲν] πρὸς αὐτὸν, οὐκ ὀλίγοι δὲ καὶ πρὸς τοὺς περὶ Ἀντώνιον καὶ Δολοβέλλαν. Ἦσαν δ’ οἱ ἐν μέσῳ τὴν ἔχθραν ἀνά‐ | |
735 | γοντες αὐτῶν καὶ πράττοντες τοῦτο *. Τούτων δ’ ἦσαν κορυφαῖοι Πόπλιος, Οὐίβιος (9), Λεύκιος, πάντων δὲ καταστήσαιτο μάλιστα Κικέρων. Καῖσαρ δὲ οὐκ ἀγνοῶν (10) ὅντινα τρόπον αὐτῷ συνίασιν οὗτοι παροξύνοντες ἐπὶ Ἀντώνιον, οὐ διωθεῖτο, ὅπως αὐτῶν τὴν βοήθειαν φυλακήν τε ἐρ‐ | |
740 | ρωμενεστέραν περὶ ἑαυτὸν καταστήσοιτο· ᾔδει γὰρ ἑκά‐ στους ἐλάχιστα μὲν τοῦ κοινοῦ προεστῶτας, περισκο‐ ποῦντας δὲ ἀρχὴν καὶ δυναστείαν, ὡς ἂν τοῦ ταῦτα κε‐ κτημένου πρότερον ἐκποδὼν (11) ὄντος, αὐτοῦ δὲ κομιδῆ νεωτέρου καὶ οὐκ ἂν ἀνταρκέσαντος, ὥς γε ὑπολαμβά‐ | |
745 | νειν, πρὸς τοσόνδε τάραχον, ἄλλων ἄλλα προσδοκώντων καὶ ἰδίᾳ σφίσιν ἃ δύναιντο (12) κτωμένων. Ἀνῃρημένης γὰρ τῆς εἰς τὸ κοινὸν γνώμης, κατὰ πολλὰ δὲ μέρη τῶν δυνατῶν διεσχισμένων, καὶ ἑκάστων ἑαυτοῖς τὰ κράτη περιποιούντων τὰ σύμπαντα ἢ ὁπόσα γοῦν δύ‐ | |
101(750) | ναιντο παρασπάσασθαι, πολυπρόσωπός τις ἦν καὶ ἀλλόκοτος ἡ ταραχή. Καὶ Λέπιδος μὲν μοῖραν τινὰ τῆς Καίσαρος στρατιᾶς ἀπορρήξας, ἀντείχετο καὶ αὐτὸς ἐξουσίας ἐν Ἰβηρίᾳ τῇ ἐπιτάδε, Κελτούς τε τοὺς γει‐ τνιῶντας τῇ ἄνω θαλάττῃ κατέχων· τοὺς δ’ ἐπέκεινα | |
755 | Μουνάτιος (13) Λεύκιος Πλάγκος (14) ὑφ’ αὑτῷ ἐπεποίη‐ το σὺν ἑτέρῳ στρατῷ ὕπατος καὶ αὐτὸς ἀποδεδειγμένος. Ἰβηρίας δὲ τοὺς ἐπέκεινα οἰκοῦντας Γάϊος Ἀσίνιος (15), ἄλλου στρατοῦ ἄρχων, ὑπῆκτο. Δέκμος δὲ Βροῦτος τὴν ἰσόνομον ἐκράτει Γαλατίαν σὺν δυοῖν τάγμασιν, ἐφ’ ὧν | |
760 | ἔμελλεν αὐτίκα μάλα χωρεῖν Ἀντώνιος· Μακεδονίᾳ δὲ Γάϊος Βροῦτος ἔφεδρος (16) ἦν, ὅσον οὔπω περαιωθεὶς ἐκ τῆς Ἰταλίας ἐπ’ αὐτὴν, καὶ Συρίᾳ Κάσσιος Λογγῖνος, ὅστις ἀπεδέδεικτο (17) τῆς Ἰλλυρίδος (18) στρατηγός. Τοσαῦτα μὲν στρατεύματα ἐν τῷ τότε συνειστήκει, καὶ | |
765 | τοσοίδε ἄρχοντες, αὐτός τις ἕκαστος ἑαυτὸν ἀξιῶν τὴν τῶν ὅλων δυναστείαν ἔχειν, ἀνῃρημένου παντὸς νομίμου | |
καὶ δικαίου, κατ’ ἰσχὺν δὲ τὴν ἑκάστοις προσοῦσαν τοῦ πράγματος βραβευομένου. Μόνος δὲ Καῖσαρ, ᾧ τὸ σύμ‐ παν κράτος κατελέλειπτο (19) νομίμως κατά τ’ ἐξουσίαν | 450 | |
770 | τοῦ πρότερον κεκτημένου καὶ συγγένειαν, ἄμοιρος ὢν δυνάμεως ἡστινοσοῦν, ἐπλάζετο μεταξὺ αἰωρούμενος (20) φθόνου τε πολιτικοῦ καὶ πλεονεξίας τῶν (τε) ἐφεδρευόντων αὐτῷ καὶ τοῖς σύμπασι πράγμασιν· ἅπερ ὕστερον ἐπρυ‐ τάνευσεν ὀρθῶς τὸ δαιμόνιον καὶ ἡ τύχη. Ὁ δὲ Καῖσαρ | |
775 | ἤδη καὶ περὶ τῆς ψυχῆς δεδοικὼς, ἐνδήλου αὐτῷ τῆς Ἀντωνίου (21) γνώμης γιγνομένης, καὶ οὐδενὶ τρόπῳ δυνάμενος αὐτὸν μεταπεῖσαι, οἴκοι καθῆστο καιρὸν ἐπι‐ τηρῶν. XXIX. Πρώτη δ’ ἐν τῇ πόλει κίνησις γίνεται ἐκ | |
780 | τῶν πατρικῶν αὐτοῦ στρατιωτῶν, ἀχθομένων ἐπὶ τῇ τοῦ Ἀντωνίου περιοψίᾳ, καὶ κατ’ ἀρχὰς μὲν ἐν ἑαυτοῖς λο‐ γοποιούντων, ὅτι ἀμνημονοῦσι τοῦ Καίσαρος, τὸν ἐκεί‐ νου παῖδα προπηλακιζόμενον περιορῶντες, ὃν ἐχρῆν ὑπὸ πάντων αὐτῶν ἐπιτροπεύεσθαι, εἴ τις δικαίου λόγος | |
785 | ἢ ὁσίου. Μετὰ δὲ ταῦτα ἀθρόοι γινόμενοι μᾶλλόν τι (1) κατεμέμφοντο σφᾶς συνιόντες ἐπὶ τὴν Ἀντωνίου οἰκίαν· τούτοις γὰρ κἀκεῖνος ἐθάρρει (2)· καί τινας λόγους ἐποιοῦντο ἐκ φανεροῦ, διότι καλῶς ἔχει μετριώτερον αὐτὸν χρῆσθαι Καίσαρι, καὶ μεμνῆσθαι ὧν ἐπέσκηψεν | |
790 | ὁ πατήρ· καὶ γὰρ αὐτοῖς εὐσεβέστερον εἶναι μὴ περιο‐ ρᾶν ταῦτα, ἀλλὰ καὶ τὰ τυχόντα τῶν ἐκείνου ὑπο‐ μνημάτων (3) διασώζειν, μήτι γε τὸν παῖδα καὶ διάδοχον ὑποδειχθέντα, ἐκείνοις τε ὁρᾶν τὴν ὁμοφροσύνην ἐν τῷ παρόντι διὰ τὸ πλῆθος τῶν περιεστώτων ἐχθρῶν ὠφε‐ | |
795 | λιμωτάτην. Ταῦτα λεγόντων ὡς μὴ δοκοίη ἐναντιοῦ‐ σθαι τῇ ὁρμῇ Ἀντώνιος (4), ἐπειδὴ καὶ δεόμενος αὐτῶν ἐτύγχανεν, ἔφη βούλεσθαι καὶ ταῦτα δοκιμάζειν, εἴγε μετριάζοι κἀκεῖνος, τήν τε προσήκουσαν αὐτῷ τιμὴν ἀπονέμοι, ἕτοιμός τε εἶναι εἰς λόγους ἐλθεῖν, παρόντων | |
101(800) | ἐκείνων καὶ ἐπακροωμένων. Οἱ δ’ ἐπῄνουν, καὶ συνέ‐ θεντο αὐτὸν ἄξειν εἰς τὸ Καπιτώλιον, καὶ μεσιτεύειν τὰς διαλλαγὰς, εἰ αὐτὸς ἐθέλοι. Συνέφη δ’ οὖν, καὶ εὐθὺς ἐξαναστὰς ᾤχετο εἰς τὸ τοῦ Διὸς ἱερὸν, ἐκείνους τε ἔπεμψεν (5) ὡς τὸν Καίσαρα. Οἱ δὲ συνερρύησαν ἄσμε‐ | |
805 | νοι πολλοὶ καὶ ἦλθον, ὥστ’ ἐν ἀγωνίᾳ κἀκεῖνον γενέσθαι, ἀπαγγείλαντος τινὸς αὐτῷ, διότι πλῆθος ἥκοι στρατιω‐ τῶν ἐπὶ τὰς θύρας, οἱ δ’ ἐντὸς εἶεν ζητοῦντες αὐτόν. Ὁ δὲ ταραχθεὶς, τὸ μὲν πρῶτον εἴς τι ὑπερῷον ἀπε‐ χώρησε σὺν τοῖς φίλοις, οἳ ἔτυχον παρόντες, καὶ τῶν | |
810 | ἀνθρώπων ἐπυνθάνετο διακύπτων ὅ τι βούλοιντο, καὶ τοῦ χάριν ἐληλύθοιεν, ἐγνώριζέ τε αὐτοὺς οἰκείους ὄντας | |
στρατιώτας. Οἱ δ’ ἀποκρίνονται ἐπὶ τῷ ἀγαθῷ αὐτοῦ τε καὶ τῆς ὅλης μερίδος, εἰ κἀκεῖνος θέλοι ἀμνησικακεῖν (6) ὧν εἴργασται Ἀντώνιος· οὐδὲ γὰρ αὐτοῖς ἀρεστὰ γέ‐ | 451 | |
815 | γονε (7) ταῦτα· δεῖν δ’ αὐτοὺς πᾶσαν ὀργὴν ἐκβαλόντας διαλλάττεσθαι ἁπλῶς καὶ ἀδόλως. Εἷς δ’ αὐτῶν καὶ μείζονι τῇ βοῇ βοήσας θαρρεῖν ἐκέλευε, καὶ γινώσκειν ὅτι κληρονομία οἱ πάντες εἶεν αὐτοῦ· μεμνῆσθαι γὰρ τοῦ κατὰ γῆς πατρὸς ἴσα καὶ θεοῦ, καὶ περὶ τῶν δια‐ | |
820 | δόχων αὐτοῦ ἅπαν ἂν δρᾶσαι καὶ παθεῖν. Ἄλλος δὲ μεῖζον ἐπιφθεγξάμενος καὶ Ἀντώνιον ἂν διαχρήσασθαι αὐτόχειρ ἔφη, εἰ μὴ τὰς Καίσαρος διαθήκας ἅμα καὶ βουλῆς ἴσα φυλάττοι. Καὶ ὃς θαρρῶν ἤδη ἐπ’ αὐτοῖς κατέβη τε (8) καὶ φιλοφρονηθεὶς ἥσθη ἐπὶ τῇ εὐνοίᾳ τε | |
825 | καὶ προθυμίᾳ. Ἐκεῖνοι μὲν αὐτὸν παραλαβόντες διὰ τῆς ἀγορᾶς λαμπρότατα ἦγον εἰς τὸ Καπιτώλιον, ἁμιλ‐ λώμενοι τῇ σπουδῇ πρὸς ἀλλήλους, οἱ μὲν ἤδη ἀχθό‐ μενοι τῇ Ἀντωνίου δυναστείᾳ, οἱ δὲ κατὰ εὐσέβειαν τὴν πρὸς Καίσαρα καὶ τὸν ἐκείνου διάδοχον, οἱ δ’ ἐλ‐ | |
830 | πίδος ἕνεκα τῆς ἀπ’ αὐτοῦ, μεγάλα ὠφεληθήσεσθαι σὺν τῷ δικαίῳ προσδοκῶντες, οἱ δὲ τιμωρίαν σπουδάζοντες γενέσθαι παρὰ τῶν σφαγέων ὑπὲρ τοῦ φόνου, καὶ ταύ‐ την μάλιστά γε (9) πράξεσθαι διὰ τοῦ παιδὸς οἰόμενοι, εἰ συλλήπτωρ εἴη καὶ ὁ ὕπατος. Πάντες γε μὴν παρῄνουν | |
835 | αὐτῷ ὑπ’ εὐνοίας προσιόντες μὴ φιλονεικεῖν, ἀλλὰ προσ‐ έχειν τῷ σφετέρῳ ἀσφαλεῖ, καὶ ὡς δύναιντο συμπροσ‐ λαμβάνειν βοηθοὺς, μεμνημένον ὡς σφαλερὸς εἴη ὁ Καίσαρος θάνατος. Ταῦτα ἀκούων Καῖσαρ, καὶ ὁρῶν τὴν τῶν ἀνθρώπων σπουδὴν οὐκ ἀπεικότως περὶ αὐτὸν, | |
840 | ἧκεν εἰς τὸ Καπιτώλιον, ἔνθα πολὺ πλείους ἑώρα πα‐ τρικοὺς στρατιώτας, οἷς ἐθάρρει Ἀντώνιος, πολὺ μᾶλ‐ λον εὔνους αὐτῷ ὄντας, εἴ τι ἀδικεῖν περὶ αὐτὸν ἐγχει‐ ροίη. Ἐκ τούτου ἀπεχώρουν οἱ πλείους· περιλειφθέντες δὲ ἀμφότεροι μετὰ τῶν φίλων διελέγοντο. | |
845 | XXX. Ὅτι τοῦ Καίσαρος εἰς τὴν οἰκίαν ἀπιόντος μετὰ τὸ διαλλαγῆναι πρὸς Ἀντώνιον, μονωθέντα Ἀντώ‐ νιον αὖθις ἀνερεθίζεσθαι, τὴν εὔνοιαν ὁρῶντα (1) παρα‐ πολὺ τοῦ στρατιωτικοῦ παντὸς ἀπονεύουσαν ὡς πρὸς [Καίσαρα]· ἐκεῖνον μὲν γὰρ ἐποιοῦντο παῖδά τε εἶναι | |
101(850) | καὶ διάδοχον ἀποδεδεῖχθαι ἐν ταῖς διαθήκαις τῷ τε ὀνό‐ ματι ὁμοίως προσαγορεύεσθαι, γενναίαν τε ὑποφαίνειν ἐλπίδα καὶ ἀπὸ τοῦ τῆς φύσεως δραστηρίου (2), εἰς ὃ ὁ Καῖσαρ ἀποβλέψας οὐχ ἧττον ἢ τὴν συγγένειαν ἀποδείξειεν αὐτὸν παῖδα, ὡς μόνον ἐχέγγυον αὐτοῦ τήν | |
855 | τε σύμπασαν ἀρχὴν καὶ τὸ τοῦ οἴκου ἀξίωμα διασώ‐ | |
ζειν. Ἃ δὴ τότε ἐνθυμιαζόμενος Ἀντώνιος μετεγίνωσκε καὶ ἠλλοίωτο τῇ γνώμῃ, καὶ μάλισθ’ ὅτε τοὺς Καίσα‐ ρος στρατιώτας ἐν ὀφθαλμοῖς εἶδεν ἑαυτὸν μὲν καταλε‐ λοιπότας, Καίσαρα δ’ ἐκ τοῦ ἱεροῦ ἀθρόως προπέμ‐ | 452 | |
860 | ποντας. Ἐδόκει δέ τισι μηδ’ ἂν ἀποσχέσθαι αὐτοῦ, εἰ μὴ ἐδεδίει τοὺς στρατιώτας, μὴ ἐπ’ αὐτὸν ὁρμήσαντες τιμωρίαν ποιοῖντο, καὶ ἀκονιτὶ (3) πᾶσαν αὐτοῦ τὴν μερίδα ἀφέλοιντο. Κατελείπετο γὰρ ἀμφοτέροις στρα‐ τεύματα ἔφεδροι. Ὁ μὲν δὴ τοιαῦτα λογιζόμενος ἔμελλέ | |
865 | τε (4) καὶ ὤκνει, καίπερ ἠλλοιωμένος τῇ γνώμῃ. Καῖ‐ σάρ γε μὴν πιθανὸς ἀδόλως γεγονέναι σφίσι τὰς διαλ‐ λαγὰς, ἐφοίτα ὁσημέραι ἐπὶ τὴν οἰκίαν αὐτοῦ, ὥσπερ ἐχρῆν, ὑπάτου τε ὄντος καὶ πρεσβυτέρου καὶ πατρικοῦ φίλου, τήν τε ἄλλην πᾶσαν ἀπένεμε τιμὴν, καθότι ὑπέ‐ | |
870 | σχετο, εἰς ὃ Ἀντώνιος τῆς δευτέρας ὑπῆρξεν αὖθις ἀδι‐ κίας τρόπῳ τοιῷδε. Ἀλλαξάμενος Γαλατίαν ἐπαρχίαν πρὸς Μακεδονίαν, μετεβίβαζε τὰς ἐν αὐτῇ δυνάμεις εἰς Ἰταλίαν· καὶ ἐπεὶ ἧκον, ἐξῄει ἐκ τῆς Ῥώμης ὑπαντη‐ σόμενος αὐταῖς ἄχρι Βρεντεσίου. Οἰόμενος δὲ καιρὸν | |
875 | ἐπιτήδειον ἔχειν πρὸς ἃ ἐπενόει, διαδίδωσι λόγον, ὡς ἄρα ἐπιβουλεύοιτο. Καί τινας συλλαβὼν στρατιώτας ἔδησεν ὡς ἐπ’ αὐτὸ τοῦτο πεμφθέντας, ὅπως αὐτὸν ἀνέ‐ λοιεν· ᾐνίττετο δὲ Καίσαρα, οὐ μήν πω σαφῶς ἐδήλου. Ταχὺ δ’ ἡ φήμη κατὰ τὴν πόλιν διήγγελλεν (5), ὡς | |
880 | ἐπιβουλευθείη ὁ ὕπατος, καὶ συλλάβοι τοὺς ἐπ’ αὐτὸν ἥκοντας, σύνοδοί τε τῶν ἐκείνου φίλων εἰς τὴν οἰκίαν ἐγίγνοντο, καὶ στρατιωτῶν σὺν ὅπλοις μεταπέμψεις. Περὶ δὲ δείλην ὀψίαν ἔρχεται καὶ εἰς Καίσαρα ὁ (6) λόγος, ὅτι κινδυνεύσειεν Ἀντώνιος ἀποσφαγῆναι, καὶ | |
885 | μεταπέμποιτο τοὺς φυλάξοντας αὐτὸν ἐκείνην τὴν νύκτα. Καὶ παραχρῆμα πέμψας ὡς αὐτὸν, ἕτοιμος ἔφη εἶναι καὶ αὐτὸς σὺν τῇ ἑαυτοῦ θεραπείᾳ παραγενόμενος πρὸς κοίτην αὐτοῦ τἀσφαλὲς παρέχειν, οἰηθεὶς ὑπὸ τῶν περὶ Κάσσιον αὐτὸν καὶ Βροῦτον ἐπιβεβουλεῦσθαι. Καὶ | |
890 | ὁ μὲν ταῦτα ἐφιλανθρωπεύετο, οὐδὲν ὑπονοῶν περὶ τῶν ὑπ’ αὐτοῦ λεγομένων τε καὶ βεβουλευμένων. Ἀντώνιος δ’ οὖν οὐδ’ αὐτὸν παραδέξασθαι τὸν ἄγγελον ἀφῆκεν ἐν‐ τὸς τῶν θυρῶν, ἀλλὰ ἀπεῖρξεν ἀτίμως (7). Ὁ δ’ ἐπα‐ νελθὼν καί τι πλέον ἀκηκοὼς ἀπήγγελλε Καίσαρι, ὡς | |
895 | οὐδὲ τοὔνομα αὐτοῦ διαφέροιτο περὶ τὰς Ἀντωνίου θύ‐ ρας ἐν τοῖς ἀνθρώποις, ὡς αὐτὸς εἴη ὁ τοὺς φονέας πε‐ πομφὼς Ἀντωνίῳ, οἳ δὴ καὶ δεσμῶται εἶεν. Ὁ δὲ ἀκού‐ σας τὸ μὲν πρῶτον ὑπὸ τοῦ ἀδοκήτου ἠπίστει· μετὰ δὲ αἰσθόμενος τὴν ὅλην γνώμην, ὡς ἐπ’ αὐτὸν εἴη τετραμ‐ | |
101(900) | μένον, μετὰ τῶν φίλων ἐσκόπει ὅ τι χρὴ ποιεῖν. Ἧκε δὲ ὁ Φίλιππος καὶ Ἀτία (8) ἡ μήτηρ διαπορούμενοι τῷ παραδόξῳ, καὶ πυνθανόμενοι τίς ὁ λόγος εἴη, καὶ τίς ἡ διάνοια τἀνθρώπου· παρῄνουν τε αὐτῷ ὑποχωρῆσαι ἐκποδὼν ἐκείνας τὰς ἡμέρας, ἄχρι ταῦτα ἐξετασθέντα | |
905 | ἐκκαλυφθείη. Καὶ ὃς, ἅτε οὐδὲν ἑαυτῷ συνειδὼς τοιοῦτο, ἔνδεινον ᾤετο (9) ἐκ μέσου ἰέναι καὶ τρόπον τινὰ κα‐ | |
ταγινώσκειν ἑαυτοῦ· πλέον γὰρ οὐδὲν περαίνειν εἰς τἀ‐ σφαλὲς ἐκποδὼν γενόμενος, ἀλλ’ ἴσως καὶ διάρας (10) που μᾶλλον ἐκ τοῦ ἀφανοῦς ἀναιρεθήσεσθαι. Τότε μὲν | 453 | |
910 | οὖν ἐν τοιούτοις λόγοις ἦν. Τῇ δὲ ὑστεραίᾳ ἕωθεν καθί‐ ζει ὥσπερ εἰώθει μετὰ τῶν ἑαυτοῦ φίλων, ἀναπεταννύναι δὲ τὰς θύρας κελεύει τοῖς εἰωθόσι φοιτᾶν καὶ δεξιοῦσθαι τῶν ἀστῶν καὶ ξένων καὶ στρατιωτῶν, καὶ (11) διελέγετο πᾶσιν, ὥσπερ καὶ ἄλλοτε εἰώθει, μηδὲν ἐναλλάξας τοῦ | |
915 | καθ’ ἡμέραν ἔθους. Ἀντώνιος δὲ συνέδριον τῶν φίλων ἀθροίσας εἶπεν ἐν μέσοις, ὡς ἐπιβουλευόμενος καὶ πρό‐ τερον ὑπὸ Καίσαρος οὐκ ἀγνοοίη, ἐπειδὴ δ’ ἔμελλεν ἔξω τῆς πόλεως βαδιεῖσθαι ὡς (12) ἐληλυθὸς τὸ στράτευμα, καιρὸν παράσχοι τοῦτον καθ’ αὑτοῦ. Καί τινα τῶν ἐπὶ | |
920 | τὴν σφαγὴν πεμφθέντων (13) ἀφικόμενον μηνυτὴν αὐτῷ γενέσθαι μεγάλαις δωρεαῖς, καὶ διὰ τοῦτο τοὺς μὲν συλ‐ λαβεῖν, ἐκείνους δ’ εἰς τὸ παρὸν ἀθροῖσαι (14) συνέδριον, ὡς γνώμας ἀκούσειε καὶ ὅπως χρηστέον εἴη τοῖς πα‐ ροῦσι. Ταῦτα εἰπόντος Ἀντωνίου ἐπυνθάνοντο οἱ σύνε‐ | |
925 | δροι, ὅπου εἶεν οἱ συνειλημμένοι ἄνθρωποι, ὥς τι γνοῖεν παρ’ αὐτῶν. Καὶ ὁ Ἀντώνιος προσποιηθεὶς μηδὲν τοῦτο εἶναι πρὸς τὸ παρὸν, ὡς δῆθεν ὁμολογουμένου τούτου, καὶ εἰς ἄλλα ἄττα ἐκτρέψας τὸν λόγον, ἐκαραδόκει μά‐ λιστα εἴ τις εἴποι ὡς χρὴ Καίσαρα ἀμύνεσθαι καὶ μὴ | |
930 | ἡσυχάζειν. Σιωπῆς δ’ ἐκ πάντων γενομένης [καὶ] συν‐ νοίας (15), διὰ τὸ μηδένα ὁρᾶν ἐν μέσῳ ἔλεγχον, εἶπέ τις ὡς ἂν εὐπρεπῶς διαλύσειε τὸν σύλλογον, ὅτι ἐπιει‐ κῶς προσήκει αὐτὸν φέρειν τε καὶ τίθεσθαι, καὶ μή τινα ταραχὴν ὕπατον ὄντα ἐγείρειν. Ὁ μὲν τοιαῦτα | |
935 | εἰπών τε καὶ ἀκούσας διέλυσε τὸν σύλλογον (16)· τρίτῃ δ’ ἢ τετάρτῃ ἡμέρᾳ εἰς Βρεντέσιον ὥρμησεν, ὡς παραλάβοι τὴν ἀφιγμένην στρατιάν· λόγος τε οὐδὲ εἷς ἦν περὶ τῆς ἐπιβουλῆς, ἀλλὰ οἰχομένου, διαλύουσι τὸ σύμπαν πρᾶγμα οἱ ὑπολειφθέντες ἐκείνου φίλοι, | |
940 | καὶ τοὺς λεγομένους συνειλῆφθαι τῶν ἐπιβούλων εἶδεν οὐδείς. XXXI. Καῖσαρ δὲ καίπερ ἀπολελυμένος τῆς αἰτίας, οὐδὲν ἧττον ἠγανάκτει ἐπὶ τῷ λόγῳ, καὶ μεγάλης ἐπι‐ βουλῆς εἰς αὐτὸν τοῦτο ἐποιεῖτο τεκμήριον· εἴ τε πα‐ | |
945 | ροῦσα ἐτύγχανεν Ἀντωνίῳ ἡ στρατιὰ τεθεραπευμένη χρήμασιν, ᾤετο μὴ ἂν ὀκνῆσαι καὶ ἐπιχειρεῖν αὐτῷ, [καὶ] ταῦτα (1) μηδὲν ἀδικούμενον, ἀλλ’ ἀπὸ ἑτέρας ἐλπίδος ἐπὶ τοῦτο προαγόμενον· δῆλόν τε εἶναι ταῦτα συνθέντα καὶ ἐπὶ ἕτερα χωρῆσαι καὶ ἐθελῆσαι ἂν ἔτι | |
101(950) | ἐξ ἀρχῆς, εἴπερ ἐνῆν αὐτῷ τοῦτο πράξαντι τὸ ἀδεὲς (2) ἐκ τῆς στρατιᾶς ἔχειν. Ὀργῆς οὖν δικαίας ἐπίμπλατο εἰς αὐτὸν ἅμα καὶ προνοίας περὶ αὑτοῦ, φανερᾶς τῆς ἐκείνου γνώμης γενομένης, πάντα τε (3) περισκοπῶν ἑώρα οὐχ ἡσυχαστέον ὂν ἑαυτῷ· οὐ γὰρ εἶναι τοῦτο | |
955 | ἀκίνδυνον· ἀλλὰ ζητητέον τινὰ ἐπικουρίαν ἀντίπαλον ἐκείνου δυνάμει τε καὶ ἐπινοίᾳ. Τοῦτο οὖν ἐνθυμού‐ | |
μενος ἔγνω χρῆναι φεύγειν ἐπὶ τὰς πατρῴους ἀποικίας, αἷς ἔδωκε τὰς κληρουχίας ὁ πατὴρ αὐτοῦ καὶ οἰκιστὴς ἐγένετο τῶν πόλεων, ὡς ἀναμνήσας τοὺς ἀνθρώπους | 454 | |
960 | τῶν ἐκείνου εὐεργεσιῶν, καὶ ὀδυρόμενος περὶ ὧν ἐκεῖνός τε ἔπαθε καὶ αὐτὸς πάσχει, λάβοι βοηθοὺς τούσδε, καὶ χρημάτων δόσει προσαγάγοιτο. Τοῦτο γὰρ αὐτῷ μόνον καὶ ἀσφαλὲς ἅμα καὶ εὔκλειαν μεγάλην παρέ‐ ξειν, ἀνασώσεσθαί τε καὶ τὸ τοῦ οἴκου κράτος· πολὺ | |
965 | γὰρ ἄμεινον εἶναι καὶ δικαιότερον μᾶλλόν περ ἢ ὑπὸ τῶν μηδὲν προσηκόντων περιωθούμενον τῆς πατρῴας τιμῆς ἔτι καὶ προσαπολέσθαι ἀνόμως τε καὶ ἀδίκως, ὃν τρόπον καὶ ὁ πατήρ. Ταῦτα βουλευσάμενος μετὰ τῶν φίλων, καὶ θεοῖς θύσας τύχης ἀγαθῆς συλλήπτορας αὐτῷ | |
970 | γενέσθαι δικαίας καὶ εὐκλεοῦς ἐλπίδος, ὥρμησεν, οὐκ ὀλίγα ἐπιφερόμενος χρήματα, εἰς Καμπανίαν πρῶτον· [ἦν γὰρ ἐκεῖ ἡ (4)] ἑβδόμη λεγεὼν καὶ ἡ ὀγδόη (οὕτω γὰρ τὴν σύνταξιν καλοῦσι Ῥωμαῖοι). Διαπειρᾶσθαι δὲ πρότερον ἐδόκει χρῆναι τῆς ἑβδόμης· (μεῖζόν τε γὰρ | |
975 | ἀξίωμα *)· ἐνδοθείσης δὲ ταύτης τῆς ἀποικίας, καὶ ἄλλων πολλῶν συνεληλυθότων ** (5). Καὶ ταῦτα αὐτῷ βουλευο‐ μένῳ καὶ τοῖς ἄλλοις συνεδόκει φίλοις, οἳ μετεῖχον τῆς στρατείας τῶν τε μετὰ ταῦτα πραγμάτων. Ἦσαν δὲ οὗτοι, Μάρκος Ἀγρίππας, Λεύκιος Μαικήνας, Κόϊντος | |
980 | Ἰουέντιος, Μάρκος Μοδιάλιος καὶ Λεύκιος (6). Εἵποντο δὲ αὐτῷ καὶ ἄλλοι ἡγεμόνες καὶ στρατιῶται καὶ ἑκατον‐ τάρχαι, καὶ οἰκετῶν πλῆθος [καὶ] ὑποζυγίων (7) τά τε χρήματα κομιζόντων καὶ τὰς ἄλλας ἀποσκευάς. Τῇ μητρὶ δ’ οὐκ ἐδόκει τὴν γνώμην δηλοῦν, μὴ ὑπὸ φιλο‐ | |
985 | στοργίας ἅμα καὶ ἀσθενείας, οἷα γυνή τε καὶ μήτηρ, μεγάλαις ἐπινοίαις ἐμποδὼν γένοιτο. Ἔλεγε μὲν ἐκ τοῦ φανεροῦ, (ὅτι) ἐπὶ τὰ ἐν Καμπανίᾳ βαδίζειν τῶν πατρῴων χρημάτων, ὡς κἀκεῖνα ἀποδόμενος ἀθροίσειέ τ’ ἀργύριον καὶ εἰς ἃ προσέταξεν ὁ πατὴρ ἀναλοῖεν. | |
990 | Ἀλλ’ ὁ μὲν οὐ πάνυ τι πείθων αὐτὴν ἀνέζευξε. Τότε δὲ Μάρκος Βροῦτος καὶ Γάϊος Κάσσιος ἐπὶ Δικαιαρχίαν ἦσαν· καὶ πυθόμενοι τὸ πλῆθος τῶν ἐκ Ῥώμης συνεξ‐ εληλυθότων Καίσαρι, καὶ τῶν ἀγγέλων ἐπί τι μεῖζον ταῦτα διηγουμένων, οἷα φιλεῖ γίνεσθαι, συνεταράχθη‐ | |
995 | σαν καὶ ἐν μεγάλῳ δείματι ἦσαν, οἰόμενοι ἐπὶ σφᾶς εἶναι τὴν ἔξοδον. Καὶ φεύγουσι διὰ τῆς Ἀδριανῆς θαλάττης. Καὶ Βροῦτος μὲν εἰς Ἀχαΐαν ἧκε, Κάσσιος δ’ εἰς Συρίαν (8). Καῖσαρ δὲ τῆς Καμπανίας εἰς Καλ‐ λατίαν ἐλθὼν, ἐδέξαντο (9) αὐτὸν, ὡς εὐεργέτου παῖδα | |
101(1000) | καὶ διὰ πλείστης τιμῆς ἦγον. Καὶ τῇ ὑστεραίᾳ ἐγύ‐ μνου τὸν πάντα λόγον αὐτοῖς, καὶ παρεκάλει τοὺς στρα‐ τιώτας, ὡς ἀδίκως καὶ ὁ πατὴρ ἀποθάνοι καὶ αὐτὸς ἐπιβουλεύοιτο. Ταῦτα λέγοντος οἱ μὲν ἐκ τῆς βουλῆς οὐ πάντα εἰσήκουον, ὁ δὲ δῆμος καὶ μάλα προθύμως | |
1005 | καὶ εὐνόως, καὶ τοῦτον ᾤκτειραν, καὶ ἐπεβόων πολλά‐ κις θαρρεῖν· εἰς ἅπαν γὰρ συλλήψεσθαι αὐτὸν (10) καὶ οὐ περιόψεσθαι, ἄχρι ἂν ἐν τῇ πατρῴᾳ καταστήσῃ τιμῇ. Καὶ προσκαλεσάμενος αὐτοὺς εἰς τὴν οἰκίαν, δίδωσιν ἑκάστῳ φʹ δραχμὰς, καὶ τῇ ὑστεραίᾳ τοὺς βου‐ | 455 |
1010 | λευτὰς συγκαλέσας παρεκάλει μὴ ἀπολείπεσθαι τῆς τοῦ δήμου εὐνοίας μεμνημένους Καίσαρος, ὃς αὐτοῖς τήν τε κατοικίαν καὶ τὴν τιμὴν περιέθηκε· πείσονται (12) δ’ οὐκ ἐλάττω ἀγαθὰ ὑπ’ αὐτοῦ· προσήκειν τε οὐκ Ἀντω‐ νίῳ ἀλλ’ ἑαυτῷ καὶ καρποῦσθαι τὴν ἀπ’ αὐτῶν ὠφέλειαν | |
1015 | καὶ χρῆσθαι τῇ δυνάμει τε καὶ τοῖς ὅπλοις. Καὶ μείζονι σπουδῇ ὥρμηντο βοηθεῖν αὐτῷ, [καὶ] συνάρασθαι πό‐ νον τε καὶ κίνδυνον εἰ δέοι. Ὁ δὲ Καῖσαρ ἐπαινέσας τὴν προθυμίαν παρεκάλεσε συμπροπέμψαι αὐτὸν καὶ τἀσφαλὲς τῷ σώματι παρασχεῖν ἄχρι τῆς ἀστυγείτονος | |
1020 | ἀποικίας. Ὁ δὲ δῆμος μάλα ἡδόμενος ἐπ’ αὐτῷ ἀσμέ‐ νως ὑπήκουσε, καὶ σὺν τοῖς ὅπλοις ἤγαγον εἰς τὴν δευτέραν ἀποικίαν. Ἀθροίσας [δὲ] καὶ τούτους εἰς ἐκ‐ κλησίαν ὅμοια διελέχθη. Καὶ πείθει ἀμφότερα τὰ τά‐ γματα εἰς Ῥώμην αὐτὸν παρὰ τὰς ἄλλας κατοικίας | |
1025 | προπέμψαι, τήν τε Ἀντωνίου βίαν, εἴ τι κινοῖ, ἐρρω‐ μένως ἀμύνεσθαι. Προσκατέλεξε δὲ καὶ ἄλλους στρα‐ τιώτας μεγάλοις μισθοῖς, καὶ τοὺς μὲν νεολέκτους ἐγύμναζέ τε καὶ ἀνεδίδασκε κατὰ τὴν ὁδὸν ἰδίᾳ τε καὶ κοινῇ πάντας, διαλεγόμενος ἐπὶ Ἀντώνιον ἥκειν. Πέμ‐ | |
1030 | πει δ’ ἑτέρους τῶν ἑπομένων φρονήσει τε καὶ τόλμῃ διαφέροντας εἰς τὸ Βρεντέσιον, εἴ πως δύναιντο καὶ τοὺς νεωστὶ ἥκοντας ἐκ Μακεδονίας στρατιώτας πεῖσαι τὰ αὑτῶν ἑλέσθαι μεμνημένους Καίσαρος τοῦ πατρὸς, καὶ μηδενὶ τρόπῳ καταπροδόντας τὸν ἐκείνου παῖδα. Εἴρητο | |
1035 | δ’ αὐτοῖς, εἰ ἐκ τοῦ φανεροῦ μὴ δύναιντο, ἀλλὰ ταῦτα γράψαντας διαρρῖψαι πολλαχοῦ (13) ὡς διαράμενοι οἱ ἄνθρωποι τὰ γράμματα ἀναγινώσκοιεν (14). Προέσκηψε δὲ καὶ τοῖς λοιποῖς ἐλπίδων ἐμπλήσας, ἡνίκα δύναμις αὐτῷ συνέσται, ὡς ἂν ἕλοιντο τὰ αὐτοῦ. Καὶ οἱ μὲν ᾤχοντο. | |
1040 | Τέλος τοῦ βίου Καίσαρος καὶ τῆς Νικολάου Δαμασκηνοῦ Συγγραφῆς. | |
t102-147 | ΠΑΡΑΔΟΞΩΝ ΕΘΩΝ ΣΥΝΑΓΩΓΗ. ΕΚ ΤΟΥ ΣΤΟΒΑΙΟΥ ΑΝΘΟΛΟΓΙΟΥ. | |
t102 | ΙΒΗΡΕΣ. | |
102 | V, 121: Ἰβήρων αἱ γυναῖκες κατ’ ἔτος ὅ τι ἂν ἐξυφήνωσιν ἐν κοινῷ δεικνύουσιν· ἄνδρες δὲ χειροτονη‐ | |
τοὶ κρίναντες τὴν πλεῖστα ἐργασαμένην προτιμῶσιν· (2) Ἔχουσι δὲ καὶ μέτρον τι ζώνης, ᾗ τὴν γαστέρα πε‐ | 456 | |
5 | ριλαβεῖν ἂν μὴ δυνηθῶσιν, αἰσχρὸν ἡγοῦνται. | |
t103 | ΤΑΡΤΗΣΣΙΟΙ. | |
103 | XLIV, 41: Παρὰ Ταρτησσίοις νεωτέρῳ πρεσβυτέ‐ ρου καταμαρτυρεῖν οὐκ ἔξεστι. | |
t104-105 | ΚΕΛΤΟΙ. | |
104 | VII, 40: Κελτοὶ οἱ τῷ Ὠκεανῷ γειτνιῶντες αἰ‐ σχρὸν ἡγοῦνται τοῖχον καταπίπτοντα ἢ οἰκίαν φεύγειν. (2) Πλημμυρίδος δὲ ἐκ τῆς ἔξω θαλάττης ἐπερχομένης μεθ’ ὅπλων ἀπαντῶντες ὑπομένουσιν ἕως κατακλύζων‐ | |
5 | ται, ἵνα μὴ δοκῶσι φεύγοντες τὸν θάνατον φοβεῖσθαι. | |
105 | XLIV, 41: Κελτοὶ σιδηροφοροῦντες τὰ κατὰ πόλιν πάντα πράττουσι. (2) Μείζω δ’ ἐστὶν ἐπιτίμια κατὰ τοῦ ξένον ἀνελόντος ἢ πολίτην· ὑπὲρ τοῦ μὲν γὰρ θάνατος ἡ ζημία, ὑπὲρ τοῦ δὲ πολίτου φυγή. (3) Τιμῶσι δὲ | |
5 | μάλιστα τοὺς χώραν τῷ κοινῷ προσκτωμένους. (4) Τὰς δὲ θύρας τῶν οἰκιῶν οὐδέποτε κλείουσι. | |
t106-107 | ΟΜΒΡΙΚΟΙ. | |
106 | VII, 39: Ὀμβρικοὶ ἐν ταῖς πρὸς τοὺς πολεμίους μάχαις αἴσχιστον ἡγοῦνται ἡττημένοι ζῆν, ἀλλ’ ἀναγ‐ καῖον ἢ νικᾶν ἢ ἀποθνήσκειν. | |
107 | X, 70: Ὀμβρικοὶ ὅταν πρὸς ἀλλήλους ἔχωσιν ἀμφισβήτησιν, καθοπλισθέντες ὡς ἐν πολέμῳ μάχονται, καὶ δοκοῦσι δικαιότερα λέγειν οἱ τοὺς ἐναντίους ἀπο‐ σφάξαντες. | |
t108 | ΛΕΥΚΑΝΟΙ. | |
108 | XLIV, 41: Λευκανοὶ δικάζονται ἀλλήλοις ὥσπερ ἄλλου τινὸς ἀδικήματος, οὕτω καὶ ἀσωτίας καὶ ἀργίας. Ἐὰν δέ τις ἀσώτῳ δανείσας χρέος ἐλεγχθῇ, στέρεται αὐτοῦ. Καὶ Ἀθήνησι δὲ τῆς ἀργίας εἰσὶ δίκαι. | |
t109 | ΣΑΥΝΙΤΑΙ. | |
109 | XLIV, 41: Παρὰ Σαυνίταις κατ’ ἔτος οἵ τε ἠίθεοι κρίνονται δημοσίᾳ καὶ αἱ παρθένοι, ὁ δὲ κριθεὶς ἄριστος εἶναι λαμβάνει ἣν βούλεται, εἶτ’ ὁ μετ’ ἐκεῖνον δεύτε‐ | |
ρος καὶ οὕτως ἐφεξῆς. | 457 | |
t110 | ΔΑΡΔΑΝΕΙΣ. | |
110 | V, 51: Δαρδανεῖς, Ἰλλυρικὸν ἔθνος, τρὶς ἐν τῷ βίῳ λούονται μόνον, ὅταν γεννῶνται, καὶ ἐπὶ γάμοις, καὶ τε‐ λευτῶντες. | |
t111 | ΛΙΒΥΡΝΙΟΙ. | |
111 | XLIV, 41: Λιβύρνιοι κοινὰς τὰς γυναῖκας ἔχουσι, καὶ τὰ τέκνα ἐν κοινῷ τρέφουσι μέχρις ἐτῶν πέντε· εἶτα τῷ ἕκτῳ συνενέγκαντες ἅπαντα τὰ παιδία τὰς ὁμοιότητας πρὸς τοὺς ἄνδρας εἰκάζουσι καὶ ἑκάστῳ τὸν | |
5 | ὅμοιον ἀποδιδόασι πατρί· ἀφ’ ἧς δ’ ἂν ἀπολάβῃ τὸ παιδίον, ἕκαστος υἱὸν ὑπολαμβάνει. | |
t112 | ΑΥΤΑΡΙΑΤΑΙ. | |
112 | LIV, 39: Αὐταριᾶται τοὺς ἀδυνάτους τῶν στρατιω‐ τῶν ἐν ταῖς ὁδοιπορίαις οὐδέποτε ζῶντας ἀπολείπουσι. | |
t113 | ΒΟΙΩΤΟΙ. | |
113 | XLV, 41: Βοιωτῶν ἔνιοι τοὺς τὸ χρέος οὐκ ἀποδι‐ δόντας εἰς ἀγορὰν ἄγοντες καθίσαι κελεύουσιν, εἶτα κόφινον ἐπιβάλλουσιν αὐτοῖς· ὃς δ’ ἂν κοφινωθῇ, ἄτιμος γίνεται. Δοκεῖ δὲ τοῦτο πεπονθέναι καὶ ὁ Εὐριπίδου | |
5 | πατὴρ, Βοιωτὸς ὢν τὸ γένος. | |
t114 | ΛΑΚΕΔΑΙΜΟΝΙΟΙ. | |
114 | Ibid.: Λακεδαιμονίοις τέχνας μανθάνειν ἄλλας ἢ τὰς εἰς πόλεμον εὐθέτους αἰσχρόν ἐστιν. (2) Ἑστιῶν‐ ται δὲ πάντες ἐν κοινῷ. (3) Τοὺς δὲ γέροντας αἰσχύνον‐ ται οὐδὲν ἧττον ἢ τοὺς ἰδίους πατέρας. (4) Γυμνάσια | |
5 | δ’ ὥσπερ ἀνδρῶν ἐστι, οὕτω καὶ παρθένων. (5) Ξένοις δ’ ἐμβιοῦν οὐκ ἔξεστιν ἐν Σπάρτῃ οὔτε Σπαρτιάταις ξε‐ νιτεύειν. (6) Ταῖς δὲ αὐτῶν γυναιξὶ παρακελευόνται ἐκ τῶν εὐειδεστάτων κύεσθαι καὶ ἀστῶν καὶ ξένων. (7) Χρηματίζεσθαι δ’ αἰσχρὸν Σπαρτιάταις. (8) Νομίσματι | |
10 | δὲ χρῶνται σκυτίνῳ· ἐὰν δὲ παρά τινι εὑρεθῇ χρυσὸς ἢ ἄργυρος, θανάτῳ ζημιοῦται. (9) Σεμνύνονται δὲ πάντες ἐπὶ τῷ ταπεινοὺς αὐτοὺς παρέχειν καὶ κατηκόους ταῖς ἀρχαῖς. (10) Μακαρίζονται δὲ μᾶλλον παρ’ αὐτοῖς οἱ γενναίως ἀποθνήσκοντες ἢ οἱ εὐτυχῶς ζῶντες. (11) Οἱ δὲ | |
15 | παῖδες νομίμως περί τινα βωμὸν περιιόντες μαστιγοῦν‐ ται, ἕως ἂν ὀλίγοι λειφθέντες στεφανωθῶσιν. (12) Αἰσχρὸν δέ ἐστι δειλῶν σύσκηνον ἢ συγγυμναστὴν ἢ φίλον γε‐ νέσθαι. (13) Κρίσις δὲ τῆς γεροντίας ἐπὶ τῷ τέρματι τοῦ βίου προτίθεται τοῖς τε εὖ ἢ κακῶς (καὶ καλῶς | |
20 | Or.) ζήσασιν. (14) Ὅταν δὲ στρατεύωνται ἔξω χώρας, πῦρ ἀπὸ τοῦ βωμοῦ τοῦ Ἀγήτορος Διὸς ἐναυσάμενος | |
πυρφόρος λεγόμενος σύνεστι τῷ βασιλεῖ ἄσβεστον αὐτὸ τηρῶν. (15) Συνεκπέμπονται δὲ τῷ βασιλεῖ μάντεις καὶ ἰατροὶ καὶ αὐληταὶ, οἷς ἐν ταῖς μάχαις ἀντὶ σαλπίγγων | 458 | |
25 | ἀεὶ χρῶνται. Μάχονται δὲ ἐστεφανωμένοι. (16) Ὑπανί‐ στανται δὲ τῷ βασιλεῖ πάντες πλὴν τῶν ἐφόρων. Ὀμνύει τε πρὸ τῆς ἀρχῆς ὁ βασιλεὺς κατὰ τοὺς τῆς πό‐ λεως νόμους βασιλεύσειν. | |
t115 | ΚΡΗΤΕΣ. | |
115 | Ibid.: Κρῆτες πρῶτοι Ἑλλήνων νόμους ἔσχον τοῦ Μίνωος θεμένου, ὃς καὶ πρῶτος ἐθαλασσοκράτησεν. Προσεποιεῖτο δὲ ὁ Μίνως παρὰ τοῦ Διὸς αὐτοῦ μεμα‐ θηκέναι δι’ ἐννέα ἐτῶν εἴς τι ὄρος φοιτῶν, ἐν ᾧ Διὸς | |
5 | ἄντρον ἐλέγετο, κἀκεῖθεν ἀεί τινας νόμους φέρων τοῖς Κρησί. Μέμνηται δὲ τούτου καὶ Ὅμηρος, ἐν οἷς λέγει· Τοῖσι δ’ ἐνὶ Κνωσσὸς μεγάλη πόλις, ἔνθα γε Μίνως ἐννέωρος βασίλευε, Διὸς μεγάλου ὀαριστής. (2) Οἱ δὲ Κρητῶν παῖδες ἀγελάζονται κοινῇ μετ’ ἀλλή‐ | |
10 | λων σκληραγωγούμενοι, καὶ θήρας καὶ δρόμους τε ἀνάντεις ἀνυπόδητοι κατανύοντες, καὶ τὴν ἐνόπλιον πυρρίχην ἐκπονοῦντες, ἥντινα πρῶτος εὗρε Πύρριχος Κυδωνιάτης Κρὴς τὸ γένος. (3) Συσσιτοῦσι δ’ ἐν κοινῷ οἱ ἄνδρες τὴν αὐτὴν δίαιταν ἔχοντες ἐξ ἴσου πάντες. | |
15 | Δῶρα δὲ αὐτοῖς ἐστιν ὅπλα τιμιώτατα. | |
t116 | ΤΕΛΧΙΝΕΣ. | |
116 | XXXVIII, 56: Τελχῖνες ἄνθρωποι ὀνομαζόμενοι τὸ ἀνέκαθεν Κρῆτες, οἰκήσαντές [τε] καὶ ἐν Κύπρῳ, μεταναστάντες δ’ εἰς Ῥόδον καὶ πρῶτοι τὴν νῆσον κα‐ τασχόντες, βάσκανοί τε σφόδρα ἦσαν καὶ φθονεροί· | |
5 | τεχνῖται δὲ ὄντες καὶ τὰ τῶν προτέρων ἔργα μιμησά‐ μενοι Ἀθηνᾶς Τελχινίας ἄγαλμα πρῶτοι ἱδρύσαντο, ὥσπερ εἴ τις λέγοι Ἀθηνᾶς βασκάνου. | |
t117 | ΚΙΟΙ. | |
117 | CXXIII, 12: Κίοι τοὺς ἀποθανόντας κατακαύσαν‐ τες καὶ ὀστολογήσαντες ἐν ὅλμῳ τὰ ὀστᾶ καταπτίσσου‐ σιν, εἶτα ἐνθέντες εἰς πλοῖον καὶ κόσκινον λαβόντες ἀνα‐ πλέουσιν εἰς πέλαγος καὶ πρὸς τὸν ἄνεμον ἐξοδιάζουσιν, | |
5 | ἄχρις ἂν πάντα ἐκφυσηθῇ καὶ ἀφανῆ γένηται. | |
t118 | ΤΡΙΒΑΛΛΟΙ. | |
118 | LIV, 40: Τριβαλλοὶ τέτταρας φάλαγγας ἐν ταῖς μάχαις ποιοῦνται, τὴν πρώτην τῶν ἀσθενῶν, τὴν ἐχο‐ μένην τῶν κρατίστων, τὴν τρίτην τῶν ἱππέων, τελευ‐ ταίαν τὴν τῶν γυναικῶν, αἳ αὐτοὺς εἰς φυγὴν τρεπο‐ | |
5 | μένους κωλύουσι βλασφημοῦσαι. | 459 |
t119 | ΤΡΑΥΣΙΑΝΟΙ. | |
119 | CXX, 24: Καυσιανοὶ (Τραυσιανοὶ) τοὺς μὲν γεν‐ νωμένους θρηνοῦσι, τοὺς δὲ τελευτήσαντας μακαρί‐ ζουσιν. | |
t120 | ΤΑΥΡΟΙ. | |
120 | CXXIII, 12: Ταῦροι, Σκυθικὸν ἔθνος, τοῖς βασι‐ λεῦσι τοὺς εὐνουστάτους τῶν φίλων συγκαταθάπτουσιν. ὁ δὲ βασιλεὺς ἀποθανόντος φίλου ἢ μέρος ἢ τὸ ὅλον ἀπο‐ τέμνει ὠτίον, πρὸς τὴν ἀξίαν τοῦ τελευτήσαντος. | |
t121 | ΣΙΝΔΟΙ. | |
121 | Ibid.: Σίνδοι τοσούτους ἰχθῦς ἐπὶ τοὺς τάφους ἐπι‐ βάλλουσιν, ὅσους πολεμίους ὁ θαπτόμενος ἀπεκτονὼς ᾖ. | |
t122 | ΣΑΥΡΟΜΑΤΑΙ. | |
122 | XLIV, 41: Σαυρομάται διὰ τριῶν ἡμερῶν σιτοῦν‐ ται εἰς πλήρωσιν. (2) Ταῖς δὲ γυναιξὶ πάντα πείθονται ὡς δεσποίναις. (3) Παρθένον δὲ οὐ πρότερον συνοικί‐ ζουσι πρὸς γάμον πρὶν ἂν πολέμιον ἄνδρα κτείνῃ. | |
t123 | ΓΑΛΑΚΤΟΦΑΓΟΙ. | |
123 | V, 73: Γαλακτοφάγοι, Σκυθικὸν ἔθνος, ἄοικοί εἰσιν, ὥσπερ καὶ οἱ πλεῖστοι Σκυθῶν, τροφὴν δ’ ἔχουσι γάλα μόνον ἵππειον, ἐξ οὗ τυροποιοῦντες ἐσθίουσι καὶ πίνουσι, καί εἰσι διὰ τοῦτο δυσμαχώτατοι, σὺν αὑτοῖς | |
5 | πάντη τὴν τροφὴν ἔχοντες. (2) Οὗτοι καὶ Δαρεῖον ἐτρέ‐ ψαντο. (3) Εἰσὶ δὲ καὶ δικαιότατοι, κοινὰ ἔχοντες τά τε κτήματα καὶ τὰς γυναῖκας, ὥστε τοὺς μὲν πρεσβυ‐ τέρους αὐτῶν πατέρας ὀνομάζειν, τοὺς δὲ νεωτέρους παῖδας, τοὺς δ’ ἥλικας ἀδελφούς. (4) Ὧν ἦν καὶ Ἀνά‐ | |
10 | χαρσις, εἷς τῶν ἑπτὰ σοφῶν νομισθεὶς, ὃς ἦλθεν εἰς τὴν Ἑλλάδα, ἵνα ἱστορήσῃ τὰ τῶν Ἑλλήνων νόμιμα. (5) Τούτων καὶ Ὅμηρος μέμνηται ἐν οἷς φησιν· Μυσῶν τ’ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν, Γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων. | |
15 | Ἀβίους δ’ αὐτοὺς λέγει ἢ διὰ τὸ γῆν μὴ γεωργεῖν ἢ διὰ τὸ ἀοίκους εἶναι ἢ διὰ τὸ χρῆσθαι τούτους μόνους τό‐ ξοις· βιὸν γὰρ λέγει τὸ τόξον. (6) Παρὰ τούτοις οὐδὲ εἷς οὔτε φθονῶν, ὥς φασιν, οὔτε μισῶν οὔτε φοβούμενος ἱστορήθη διὰ τὴν τοῦ βίου κοινότητα καὶ δικαιοσύνην. (7) | |
20 | Μάχιμοι δ’ οὐχ ἧττον αὐτῶν αἱ γυναῖκες ἢ οἱ ἄνδρες, καὶ συμπολεμοῦσιν αὐτοῖς ὅταν δέῃ, καὶ διὰ τοῦτο Ἀμαζόνας γενναιοτάτας εἶναι, ὥστε ποτὲ ἐλάσαι μέχρις Ἀθηνῶν καὶ Κιλικίας, ὅτι τούτων παρῴκουν ἐγγὺς τῆς | |
Μαιώτιδος λίμνης. | 460 | |
t124 | ΚΟΛΧΟΙ. | |
124 | CXXIII, 12: Κολχοὶ τοὺς τελευτήσαντας οὐ θά‐ πτουσιν, ἀλλὰ κρεμῶσιν ἀπὸ δένδρων. | |
t125 | ΚΕΡΚΕΤΑΙ. | |
125 | XLIV, 41: Κερκέται τοὺς ἀδικήσαντας ὁτιοῦν τῶν ἱερῶν ἀπείργουσιν. Ἐὰν δέ τις κυβερνῶν σκάφος δια‐ μάρτῃ, προσιόντες ἐφεξῆς ἕκαστοι ἐμπτύουσιν αὐτῷ. | |
t126 | ΜΟΣΥΝΟΙ. | |
126 | Ibid.: Μόσυνοι τὸν ἑαυτῶν βασιλέα τρέφουσιν ἐν πύργῳ κατάκλειστον. Ἐὰν δέ τις δόξῃ κακῶς ποτε βε‐ βουλεῦσθαι, τῷ λιμῷ αὐτὸν ἀποκτείνουσι. Τὸν δὲ τρε‐ φόμενον σῖτον ἐξ ἴσου διαιροῦσι, μέρος κοινῇ ἐξελόντες | |
5 | τοῖς ἀφικνουμένοις ξένοις. | |
t127 | ΘΥΝΟΙ. | |
127 | XXXVIII, 38: Θύνοι τοὺς ναυαγοὺς φιλανθρώπως δεχόμενοι φίλους ποιοῦνται, τῶν δὲ ξένων τοὺς μὲν ἀκουσίως ἐλθόντας σφόδρα τιμῶσι, τοὺς δ’ ἑκουσίως κολάζουσιν. | |
t128 | ΦΡΥΓΕΣ. | |
128 | XLIV, 41: Φρύγες ὅρκοις οὐ χρῶνται οὔτ’ ὀμνύν‐ τες οὔτ’ ἄλλους ἐξορκοῦντες. (2) Ἐὰν δέ τις παρ’ αὐτοῖς γεωργικὸν βοῦν ἀποκτείνῃ ἢ σκεῦος τῶν περὶ γεωργίαν κλέψῃ, θανάτῳ ζημιοῦσι. | |
5 | CXXIII, 12: Φρύγες οὐ κατορύττουσι τοὺς ἱερεῖς τελευτήσαντας, ἀλλ’ ἐπὶ λίθους δεκαπήχεας τιθέασιν ὀρθούς. | |
t129 | ΛΥΚΙΟΙ. | |
129 | XLIV, 41: Λύκιοι τὰς γυναῖκας μᾶλλον ἢ τοὺς ἄνδρας τιμῶσι καὶ καλοῦνται μητρόθεν, τάς τε κληρο‐ νομίας ταῖς θυγατράσι λείπουσιν, οὐ τοῖς υἱοῖς. (2) Ὃς δ’ ἂν ἐλεύθερος ἁλῷ κλέπτων, δοῦλος γίνεται. (3) Τὰς | |
5 | δὲ μαρτυρίας ἐν ταῖς δίκαις οὐκ εὐθὺ παρέχονται, ἀλλὰ μετὰ μῆνα. | |
t130 | ΠΙΣΙΔΑΙ. | |
130 | Ibid.: Πισίδαι δειπνοῦντες ἀπάρχονται τοῖς γονεῦ‐ σιν, ὡς ἡμεῖς θεοῖς παρασπονδίοις (περισπονδίοις Orelli). (2) Ἡ δὲ μεγίστη κρίσις ἐστὶ παρακαταθήκης· τὸν δὲ ἀποστερήσαντα θανατοῦσιν. (3) Ἐὰν δὲ μοιχὸς | 461 |
5 | ἁλῷ, περιάγεται τὴν πόλιν ἐπὶ ὄνου μετὰ γυναικὸς ἐπὶ ἡμέρας τακτάς. | |
t131 | ΑΣΣΥΡΙΟΙ. | |
131 | Ibid.: Ἀσσύριοι τὰς παρθένους ἐν ἀγορᾷ πωλοῦσι τοῖς θέλουσι συνοικεῖν, πρώτας μὲν τὰς εὐγενεστάτας καὶ καλλίστας, εἶτα τὰς λοιπὰς ἐφεξῆς· ὅταν δ’ ἔλθω‐ σιν ἐπὶ τὰς φαυλοτάτας, κηρύττουσι, πόσον τις θέλει | |
5 | προσλαβὼν ταύταις συνοικεῖν, καὶ τὸ συναχθὲν ἐκ τῆς τῶν εὐπρεπῶν τιμῆς ταύταις προστίθενται. (2) Ἀσκοῦσι δὲ μάλιστα εὐθύτητα καὶ ἀοργησίαν. | |
t132 | ΠΕΡΣΑΙ. | |
132 | Ibid.: Πέρσαι ὃ μὴ ποιεῖν ἔξεστιν οὐδὲ λέγουσιν. (2) Ἐὰν δέ τις πατέρα κτείνῃ, ὑποβλητὸν αὐτὸν οἴονται. (3) Ἐὰν δέ τινα προστάξῃ ὁ βασιλεὺς μαστιγῶσαι, εὐχα‐ ριστεῖ, ὡς ἀγαθοῦ τυχὼν ὅτι αὐτοῦ ἐμνήσθη ὁ βασι‐ | |
5 | λεύς. (4) Ἆθλα δὲ λαμβάνουσι παρὰ τοῦ βασιλέως πο‐ λυτεκνίας. (5) Οἱ δὲ παῖδες παρ’ αὐτοῖς ὥσπερ μάθημά τι τὸ ἀληθεύειν διδάσκονται. | |
t133 | ΒΥΑΟΙ. | |
133 | Ibid.: Ἐν Βυάοις Λίβυσιν ἀνὴρ μὲν ἀνδρῶν βασι‐ λεύει, γυνὴ δὲ γυναικῶν. | |
t134 | ΜΑΣΟΥΛΙΕΙΣ. | |
134 | Ibid.: Μασουλιεῖς Λίβυες ὅταν πολεμῶσι, τὰς μὲν νύκτας μάχονται, τὰς δ’ ἡμέρας εἰρήνην ἄγουσι. | |
t135 | ΔΑΨΟΛΙΒΥΕΣ. | |
135 | Ibid.: Δαψολίβυες ὅταν συναχθῶσι, πάντες ἅμα γαμοῦσιν ἐν μιᾷ ἡμέρᾳ μετὰ δύσιν πλειάδος, καὶ μετὰ τὴν ἑστίασιν χωρὶς τῶν γυναικῶν κατακειμένων κατα‐ σβέσαντες τὸν λύχνον εἰσέρχονται, καὶ ὁ τυχὼν ἣν ἂν | |
5 | τύχῃ λαμβάνει. | |
t136 | ΜΑΧΛΥΕΙΣ. | |
136 | Ibid.: Μαχλυεῖς Λίβυες ὅταν πολλοὶ μνηστεύων‐ ται γυναῖκα, παρὰ τῷ κηδεστῇ δειπνοῦσι παρούσης καὶ τῆς γυναικὸς, πολλὰ δὲ σκωπτόντων ἐφ’ ᾧ ἂν ἡ γυνὴ γελάσῃ, τούτῳ συνοικεῖ. | 462 |
t137 | ΣΑΡΔΟΛΙΒΥΕΣ. | |
137 | Ibid.: Σαρδολίβυες οὐδὲν κέκτηνται σκεῦος ἔξω κύλικος καὶ μαχαίρας. | |
t138 | ΑΛΙΤΕΜΝΙΟΙ. | |
138 | Ibid.: Ἀλιτέμνιοι Λίβυες τοὺς ταχυτάτους αὑτῶν αἱροῦνται βασιλεῖς, τῶν δ’ ἄλλων τιμῶσι τὸν δικαιό‐ τατον. | |
t139 | ΝΟΜΑΔΕΣ. | |
139 | Ibid.: Οἱ Νομάδες τῶν Λιβύων οὐ ταῖς ἡμέραις, ἀλλὰ ταῖς νυξὶν αὐτῶν ἀριθμοῦσι τὸν χρόνον. | |
t140 | ΑΤΑΡΑΝΤΕΣ. | |
140 | Ibid.: Ἀτάραντες Λίβυες ὀνόματα οὐκ ἔχουσιν. Ἡλίῳ δὲ ἀνίσχοντι λοιδοροῦνται ὡς πολλὰ κακὰ φήναντι. Τῶν δὲ θυγατέρων ἀρίστας κρίνουσι τὰς πλεῖστον χρόνον μεμενηκυίας παρθένους. | |
t141 | ΠΑΝΗΒΟΙ. | |
141 | CXXIII, 12: Πάνηβοι Λίβυες, ὅταν αὐτοῖς ὁ βα‐ σιλεὺς ἀποθάνῃ, τὸ μὲν σῶμα κατορύττουσι, τὴν δὲ κεφαλὴν ἀποκόψαντες καὶ χρυσώσαντες ἀνατιθέασιν ἐν ἱερῷ. | |
t142 | ΑΙΘΙΟΠΕΣ. | |
142 | LXIV, 41: Αἰθίοπες τὰς ἀδελφὰς μάλιστα τιμῶσι, καὶ τὰς διαδοχὰς μάλιστα καταλείπουσιν οἱ βασιλεῖς οὐ τοῖς ἑαυτῶν, ἀλλὰ τοῖς τῶν ἀδελφῶν υἱοῖς. Ὅταν δ’ ὁ διαδεξόμενος μὴ ᾖ, τὸν κάλλιστον ἐκ πάντων καὶ | |
5 | μαχιμώτατον αἱροῦνται βασιλέα. Ἀσκοῦσι δὲ εὐσέ‐ βειαν καὶ δικαιοσύνην. Ἄθυροι δ’ αὐτῶν αἱ οἰκίαι, καὶ ἐν ταῖς ὁδοῖς κειμένων πολλῶν οὐδὲ εἷς κλέπτει. | |
t143 | ΙΝΔΟΙ. | |
143 | CXXIII, 12: Ἰνδοὶ συγκατακαίουσιν ὅταν τελευ‐ τήσωσι τῶν γυναικῶν τὴν προσφιλεστάτην. Αὐτῶν δὲ ἐκείνων ἀγὼν μέγιστος γίγνεται, σπουδαζόντων νικῆ‐ | |
σαι ἑκάστην τῶν φίλων. [Τὸ αὐτὸ καὶ Ἡρόδοτος ἐν | 463 | |
5 | πέμπτῃ Ἱστοριῶν παρὰ Σκυθῶν τῶν ὕπερθεν Κρηστω‐ ναίων γίγνεσθαι λέγει.] XLIV, 41: Παρ’ Ἰνδοῖς ἐάν τις ἀποστερηθῇ δανείου ἢ παρακαταθήκης, οὐκ ἔστι κρίσις, ἀλλ’ αὑτὸν αἰτιᾶ‐ ται ὁ πιστεύσας. Ὁ δὲ τεχνίτου πηρώσας χεῖρα | |
10 | ἢ ὀφθαλμὸν θανάτῳ ζημιοῦται. Τὸν δὲ μέγιστα ἀδική‐ σαντα ὁ βασιλεὺς κελεύει κείρασθαι, ὡς ἐσχάτης οὔσης ταύτης ἀτιμίας. | |
t144 | ΑΡΙΤΟΝΟΙ. | |
144 | V, 50: Ἀρίτονοι τῶν ἐμψύχων οὐδὲν ἀποκτείνουσι. Τὰ δὲ κεράμεα τῶν χρηστηρίων ἐν χρυσοῖς ἐλύτροις φυλάττουσι. | |
t145 | ΠΑΔΑΙΟΙ. | |
145 | IX, 52: Ἐν Παδαίοις, Ἰνδικῷ ἔθνει, οὐχ ὁ θύων, ἀλλ’ ὁ συνετώτατος τῶν παρόντων κατάρχεται τῶν ἱερῶν. Αἰτεῖται δ’ ἀεὶ παρὰ τῶν θεῶν οὐδὲν ἄλλο πλὴν δικαιοσύνης. | |
t146 | ΠΡΑΥΣΙΟΙ. | |
146 | XXXVII, 38:. Πραΰσιοι τοὺς ἀστυγείτονας, ἐὰν λιμῷ πιεσθῶσι, τρέφουσι. | |
t147 | ΠΕΙΣΑΝΔΡΟΥ ΡΟΔΙΟΥ. | |
147 | Ἀνδρὶ μὲν Ἱππαίμων ὄνομ’ ἦν· ἵππῳ δὲ Πόδαργος· καὶ κυνὶ Θήραργος, καὶ θεράποντι Βάβης. Θεσσαλὸς, ἐκ Κρήτης, Μάγνης γένος, Αἵμονος υἱός· ὤλετο δ’ ἐν προμάχοις ὀξὺν Ἄρη συνάγων. | |
5 | Τούτου τοῦ ἐπιγράμματος μέμνηται Νικόλαος ὁ Δα‐ | |
μασκηνὸς ὡς ἀρίστου. |